p.lond.7.2007 Duke Collaboratory for Classics Computing (DC3) 1569 0154;7;2007 p.lond;7;2007 1569 1569

© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

English Greek rationalized languages in langUsage changed editor names to URIs changed type=inWord to break=no Automatically updated revision description Automated transfer of accents across reg-orig pairs batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg changed schema; added xml:space=preserve; indented; moved title/@n to idno Added language la-Grek Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema) Automated split from transcoder files P.Lond. 7 20071974

r Ὧρος Πεμενῆτι χαίρειν. Ἑριενοῦφις ὁ ὑοφορβὸς ἀπεχώρησεν ἐπὶ τὸν βωμὸν τοῦ βασιλέως, λέγων ὅτι οὐ μὴ βόσκω τὰς ὗς ἐὰν μή μοι τὸν μισθὸν ἀποδῶις τετραμή νου, λέγων ὅτι ναύτης εἰμί, οὐ θείς με μὴ δύνηται ἅψασθαι οὐ δὲ ἀναγκάσαι βόσκειν τὰς ὑμε τέρας ὗς. καλῶς ἂν οὖν ποιήσαις ἐντυχὼν Ζήνωνι καὶ εἴπας αὐ τῶι περὶ τοῦ ὀψωνίου ὅπως ἂν ἡμῖν ἀποστείληι ἵνα ἅν θρωπος μὴ ἀπέλθηι ἀλλὰ βόσκηι. γίνωσκε οὖν ὅτι προλέγω σοι ἵνα μή μοι ὕστερον ἐγκαλῆις. αἱ ὕες σοι ὧδε πεινῶσιν. πλείω οὖν ἐσ τιν τὰ ἀπολλύμενα τῶι λιμῶι καὶ ἀποθνήισκοντα ἢ ὅσα ὑπὸ τῆς νόσου ἀπόλλυται τῆς ἐμπιπτούσης εἰς τὰ ἱερεῖα. εἶπον οὖν Ζήνωνι ὅπως ἂν ἡ μῖν ἀποστείληι ἄλλο σῶμα ἵνα ἀπαγάγωμεν τὰ ἱερεῖα ἐπὶ τὸν ἄρακον. οὐ γὰρ ἱκανός ἐστιν ὁ εἷς βόσκειν ἐκεῖ ἱερεῖα ξ, ἀλ λὰ δύο ἔσονται ἱκανοί. ὧδε δὲ ἄλλος ἔσται πρὸς τοῖς λοιποῖς, οὔπω γὰρ δύναταιδυνανται τὰ λοιπὰ ἔσθειν ἄρακον. ἔρρωσο. Φαῶφι κβ.
v Πεμενῆτι.