# Ἀποσπάσματα καὶ Τίτλοι
*Fragments and Titles*
**Author:** Αἰσχρίων ὁ Σάμιος
*Aeschrion of Samos*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**Aeschrionis Mitylenaei ἔπη** |
| | **Aeschrionis Mitylenaei Ἐφημερίδες, ἔπη, ἴαμβοι** |
| | **Aeschrionis Ἐφεσίδες (Ἐφημερίδες?) αʹ—ζʹ** |
| | **Aeschrionis Samii Iambi** |
| | **de Philaenide** |
| **1** | ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μή μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκρην κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην. |
| **5** | οὐ γὰρ μὰ τὸν Ζῆν’, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης. Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν οἷ’ ἔγραψ’· ἐγὼ γὰρ οὐκ οἶδα. * |
| | **de Glauco** |
| **1** | καὶ θείην ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρεν |
| | **Aeschrionis Iambi** |
| **6** | μήνη τὸ καλὸν οὐρανοῦ νέον σίγμα |
| **7** | στενὸν καθ’ Ἑλλήσποντον, ἐμπόρων χώρην, ναῦται θαλάσσης ἐστρέφοντο μύρμηκες |
| **8** | ὁ δ’ ἐξελὼν ἱμάντα, φορτίου ζώνην |
| **9** | ἶρις δ’ ἔλαμψε, καλὸν οὐρανοῦ τόξον |
| **10** | καὶ πίσσαν ἑφθήν, ἣν θύραι μυρίζονται |