# Ἀποσπάσματα
*Fragments*
**Author:** Ἀγάθων Ἀθηναῖος
*Agathon of Athens*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| **1 (tit)** | ΑΕΡΟΠΗ |
| **1** | εἰσῇσαν |
| **2 (tit)** | ΑΛΚΜΕΩΝ |
| **1** | ἀθέμιστοι μοῦσαι |
| **2a (tit)** | ΑΝΘΟΣ vel pot. ΑΝΘΕΥΣ |
| **3 (tit)** | ΘΥΕΣΤΗΣ |
| **1** | κόμας ἐκειράμεσθα μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος, Κούρητες εἶναι, κουρίμου χάριν τριχός |
| **3a (tit)** | ΜΥΣΟΙ |
| **4 (tit)** | ΤΗΛΕΦΟΣ |
| **1** | γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος· |
| **5** | ἐφ’ ἑνός τε κανόνος ἦσαν {ἐζυγωμένοι} 〈–×–〉 δύο· ὅπερ δὲ τὸ τρίτον, ἦν {καὶ} τελευταῖον πάλιν |
| |
**INCERTARUM FABULARUM FRAGMENTA** |
| **5** | μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται, ἀγένητα ποιεῖν ἅσς’ ἂν ᾖ πεπραγμένα |
| **6** | τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην |
| **7** | φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι θανεῖν ἐρῶσιν |
| **8** | καὶ μὴν τὰ μέν γε χρὴ τέχνῃ πράσσειν, τὰ δέ |
| **9** | τάχ’ ἄν τις εἰκὸς αὐτὸ τοῦτ’ εἶναι λέγοι, βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα |
| **11** | τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμεθα |
| **12** | εἰ μὲν φράσω τἀληθές, οὐχί ς’ εὐφρανῶ· εἰ δ’ εὐφρανῶ τί ς’, οὐχὶ τἀληθὲς φράσω |
| **13** | ἀπολεῖς μ’ ἐρωτῶν καὶ σὺ χὠ νέος τρόπος |
| **14** | ×– γυνή το〈ι〉 σώμα〈τοσ〉 δι’ ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ |
| **15** | ἐκφέρετε πεύκας φωσφόρους |
| **16a** | ἀλλ’ οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται |
| **18** | οὐ πώποτ’ ἠξίωσα †χρήσασθαι τρόποις† |
| **19?** | σοφὸν λέγουσι τὸν χρόνον πεφυκέναι |
| **20** | οὐ τῇ φρονήσει, τῇ τύχῃ δ’ ἐσφάλμεθα |
| **21** | ἰδίας ὁδοὺς ζητοῦσι φιλόπονοι φύσεις |
| **22** | ἀδικεῖν νομίζων ὄψιν αἰδοῦμαι φίλων |
| **23** | ὄλοιθ’ ὁ τοῖς ἔχουσι τἀγαθὰ φθονῶν |
| **24** | οὐκ ἦν ἂν ἀνθρώποισιν ἐν βίῳ φθόνος, |
| **25** | σοφίας φθονῆσαι μᾶλλον ἢ πλούτου καλόν |
| **26** | νέων γὰρ ἀνδρῶν πολλὰ κάμπτονται φρένες |
| **27** | γνώμη δὲ κρεῖσσόν ἐστιν ἢ ῥώμη χερῶν |
| **28** | ὡς ἡδὺ τῷ φύσαντι πείθεσθαι τέκνα |
| **29** | ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετ’ ἀνθρώποις ἐρᾶν |
| **30?** | ἀντεύφρασμα |
| **31?** | ὕβριν ἢ 〈Κύ〉πριν |
| **32?** | Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου 〈⏑–〉 |
| **34?** | τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν |