================================================================================ Χημικὸν Ἀπόσπασμα Alchemical Fragment Χρυσοποιὸς Αʹ by Alchemist I ================================================================================ [193] Ἴωσις χρυσοῦ. λαβὼν ὄξος δρίμυ στύψον καὶ ἔχε τὸ ἅ[μα] ἁλὸς κοινοῦ 𐅻ηʹ, στυπτηρ[ί]ας σχιστῆς 𐅻βʹ, λιθαργύρου 𐅻δʹ, συνλείου τῷ ὄξει κ[αθ’ ἡ]μέρας γʹ καὶ ἀποσει‐ [195] ρώσας χρῶ. εἶτα πρόσβαλε τῷ ὄξει χαλκάνθου 𐅻αʹ, μ[ίσυος] ἡμιοβέλιον, χαλκί‐ τεως ηʹ, σώρεως ὀβολὸν ἡμιοβέλιον, ἁλὸς κοινοῦ κερά[τιον, καπ]παδοκικοῦ κεράτια βʹ. ποιήσας πέταλον ἔχον τετάρτας βʹ, πυρώσας βάπ[τε τρ]ίς ἕως λακηθῇ τὸ πέ‐ ταλον· εἶτα ἄρας τὰ λακήματα ἔχε ὡς ἐξίωσιν τοῦ χρυσ[οῦ.] Ὀζεία. λαβὼν χρυσοῦ τετάρτας 〈βʹ〉 ποίησον πέταλον καὶ πυρώ[σα]ς βάψον εἰς χάλκαν‐ [(200)] θον τετριμμένην μετ’ ὕδατος καὶ ἄλλην ξηρὰν κόψα[ς καὶ βά]πτων τῷ ξηρῷ