# Ἀποσπάσματα *Fragments* **Author:** Ἄλεξις ὁ κωμικός *Alexis the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Agk tit** | ΑΓΚΥΛΙΩΝ. | | **Agk 1** | Λέγεις περὶ ὧν οὐκ οἶσθα, συγγενῶς τρέχων | | **Ago tit** | ΑΓΩΝΙΣ Η ΙΠΠΙΣΚΟΣ. | | **Ago 1** | Ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ. | | **Ago 2** | Ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν, ἠσόνην αἴθων ἀνήρ, τοῖς παισί τ’ εἶπα, δύο γὰρ ἦγον οἴκοθεν, τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα | | **5** | θεῖναι. κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου | | **Ago 3** | Ὁ τρίτος οὗτος δ’ ἔχει σύκων κυλιστὸν στέφανον· ἀλλ’ ἔχαιρε καί | | **Ago 4** | Μεστὴν ἀκράτου θηρίκλειον ἔσπασεν κοίλην ὑπερθύουσαν. | | **Ade tit** | ΑΔΕΛΦΟΙ. | | **Ade 1** | Ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι. Β. οὐκ ἀλλ’ ἀπέδωκας, ἐνέχυρον δήπου λαβών. | | **Aip tit** | ΑΙΠΟΛΟΙ. | | **Ais tit** | ΑΙΣΩΠΟΣ. | | **Ais 1** | Κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, ἐν ταῖς Ἀθήναις, δεξιῶς θ’ εὑρημένον. Σ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε ἄκρατον. Σ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γάρ | | **5** | ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτ’ ἔσθ’, ὁρᾷς, Ἑλληνικός πότος, μετρίοισι χρωμένους ποτηρίοις | | **10** | λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως· τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, | | **Aich tit** | ΑΙΧΜΑΛΩΤΟΣ. | | **Alei tit** | ΑΛΕΙΠΤΡΙΑ. | | **Amph tit** | ΑΜΦΩΤΙΣ. | | **Amph 1** | Ὀνοκόπος | | **Amp tit** | ΑΜΠΕΛΟΥΡΓΟΣ. | | **Ant tit** | ΑΝΤΕΙΑ. | | **Apob tit** | ΑΠΟΒΑΤΗΣ. | | **Apob 1** | Χορόνικος ὁ ποιητὴς ὁδί. Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ. Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ | | **Ape tit** | ΑΠΕΓΛΑΥΚΩΜΕΝΟΣ. | | **Ape 1** | Α. Παρ’ ἐμοῦ δ’, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δῷς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. Β. δίκαιος ὁ λόγος. Α. ἀβάκιον, ψῆφον· λέγε. Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον. | | **5** | Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι. Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος ἣν ἐβοᾶτε; Α. ναί· χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου. | | **10** | Α. ὀνεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν. Β. οὐκ οἶσθας ὦ μακάριε τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου. | | **15** | γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ. ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει· Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον | | **Ape 2** | Τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἡγοῦμαι ποιεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. | | **5** | τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς, πόσου τοὺς κεστρέας πωλεῖς δύ’ ὄντας; δέκ’ ὀβολῶν, φησίν. βαρύ· | | **10** | ὀκτὼ λάβοις ἄν; —εἴπερ ὠνεῖ τὸν ἕτερον. — ὦ τᾶν λαβὲ καὶ μὴ παῖζε. —τοσουδί. παράτρεχε. — | | **Ape 3-4** | Καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως. | | **2** | * * * * Τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις; οὐδὲ τριχίδων, οὐδ’ οἷον ἑψητῶν τινῶν; | | **Apok tit** | ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ. | | **Apok 1** | Λέγεται γὰρ λόγος | | **5** | γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν. | | **Apok 2** | Οὐ συμποσίαρχος ἦν γὰρ ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν. | | **Arch tit** | ΑΡΧΙΛΟΧΟΣ. | | **Arch 1** | Ὦ τὴν εὐτειχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, | | **Ask tit** | ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ. | | **Ask 1** | Οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβαλεῖν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. | | **Aso tit** | ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ. | | **Aso 1** | Τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, | | **5** | χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μανῆ. γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων. | | **10** | ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δ’ ὅς’ ἂν φάγῃς τε καὶ πίῃς μόνα· | | **Ata tit** | ΑΤΑΛΑΝΤΗ. | | **Atth tit** | ΑΤΘΙΣ. | | **Atth 1** | Ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἕν ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας | | **5** | μεγάλους· κρεάδι’ ἀρνός ἐστι πίονος | | **Atth 2** | Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ, ἔπειτα μᾶλλον μᾶλλον. | | **Ach tit** | ΑΧΑΙΣ. | | **Ach 1** | Ὅτι πάντα τὰ ζητούμεν’ ἐξευρίσκεται, ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς· ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες μέρος τι τῶν θείων τοσούτῳ τῷ τόπῳ | | **5** | ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς, ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω | | **Ach 2** | Τὴν ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας αὖ λυθεῖσαν. | | **Bos tit** | ΒΟΣΤΡΥΧΟΣ. | | **Bre tit** | ΒΡΕΤΤΙΑ. | | **Bre 1** | Εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι πολλῷ; Β. πολλάκις δήπου. τί οὖν; Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει | | **5** | τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; | | **Bre 2** | Τοιοῦτο τὸ ζῆν ἐστιν ὥσπερ οἱ κύβοι· οὐ ταὔτ’ ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δ’ ἔχει. | | **Bom tit** | ΒΩΜΟΣ. | | **Bom 1** | Γυνὴ λινουργὸς περιτυχοῦς’ ἀφείλετο. | | **Gal tit** | ΓΑΛΑΤΕΙΑ. | | **Gal 1** | Ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις, ὥς φας’, Ἀρίστιππος, σοφιστὴς εὐφυής, | | **5** | μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε, ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων. τούτῳ τάλαντον δοὺς μαθητὴς γίγνεται ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ | | **Gal 2** | Νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην. | | **Gra tit** | ΓΡΑΦΗ. | | **Gra 1** | Γεγένηται δ’, ὡς λέγουσι, κἀν Σάμῳ τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης | | **Gyn tit** | ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ. | | **Gyn 1** | Ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας. | | **Gyn 2** | Ὁ δὲ Κίλιξ ὅδ’ Ἱπποκλῆς, | | **Dak tit** | ΔΑΚΤΥΛΙΟΣ. | | **Dak 1** | Εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακόν μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον; | | **Dem tit** | ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ. | | **Dem 1** | Πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἂν ἦν οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν τούτοις Φάϋλλος προσγέγονε χειμὼν τρίτος· | | **5** | ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίγνεται | | **Dem 2** | Ἀλλ’ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως· οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις. | | **Dem 3** | Ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλούς, ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν. | | **Dem 5** | Τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον σκευάζετ’, εὐωχεῖσθε, προπόσεις πίνετε, | | **Dem 6** | Ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τιν’ ἐστί. καὶ γὰρ οἶνον τὸν νέον πολλή ’στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ’, ἀπανθήσαντα δέ | | **5** | σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν, | | **Dia tit** | ΔΙΑΠΛΕΟΥΣΑΙ. | | **Dia 1** | Ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον. | | **Did tit** | ΔΙΔΥΜΟΙ. | | **Did 1** | Τούτῳ πρόπιθ’, ἵνα καὐτὸς ἄλλῳ. | | **Did 2** | Στεφάνων δὲ τουτωνὶ χύδην πεπλεγμένων. | | **Dis tit** | ΔΙΣ ΠΕΝΘΩΝ. | | **Dor tit** | ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ. | | **Dor 1** | Τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, | | **5** | ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον | | **Dor 2** | Περιστεράς ἔνδον τρέφων τῶν Σικελικῶν τούτων πάνυ κομψάς. | | **Dor 3** | Τῆς φιλοτησίας ἐγώ μεστὰς προπίνω γ’ ἴσον ἴσῳ κεκραμένας. | | **Dro tit** | ΔΡΩΠΙΔΗΣ. | | **Dro 1** | Εἰσῆλθεν ἡ’ταίρα φέρουσα τὸν γλυκύν ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί, ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ | | **Eis To tit** | ΕΙΣ ΤΟ ΦΡΕΑΡ. | | **Eis To 1** | Νυνί τέ μοι ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ’ ἐκεῖθεν. Β. μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. Α. φιλῶ | | **5** | αἰσθητικὴν γραῦν. | | **Eis To 2** | Τοῖς ἄρτοις ὅσας | | **Eisoi tit** | ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ. | | **Eisoi 1** | Οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γιγνόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον, | | **5** | ἰδίῳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἱμάτια καὶ στρώματα. μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, | | **Ekp tit** | ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ. | | **Ekp 1** | Ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος. | | **Helene tit** | ΕΛΕΝΗ. | | **Helene 1** | Ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γιγνώσκει λόγον, τῆς ἡδονῆς ἔστ’, οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν Ἔρωτ’ ἐμφανῶς θνητὸς θεόν, | | **5** | ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν. | | **Hel Har tit** | ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ. | | **Hel Har 1** | Ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται. | | **Hel Mn tit** | ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ. | | **Hel Mn 3** | Ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν. | | **Hell tit** | ΕΛΛΗΝΙΣ. | | **Hell 1** | Ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ’, ὡς γίγνεται, ληφθῇ νέων τις, καταπεπώκας’ εὐθέως· | | **5** | αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει. | | **Epid tit** | ΕΠΙΔΑΥΡΙΟΣ. | | **Epid 1** | Τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη | | **Epik tit** | ΕΠΙΚΛΗΡΟΣ. | | **Epik 1** | Ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ, ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ, | | **5** | τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον. | | **Epik 2** | Ἀλλ’ ἔγωγ’, ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθ’ ὅσα οὗτος αἰτεῖται παρ’ ἡμῶν. | | **Epis tit** | ΕΠΙΣΤΟΛΗ. | | **Epit tit** | ΕΠΙΤΡΟΠΟΣ. | | **Epit 1** | Πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποιεῖ. | | **Hept tit** | ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ. | | **Hept 1** | Γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη ὑπεργέμοντα. | | **Ere tit** | ΕΡΕΤΡΙΚΟΣ. | | **Ere 1** | Τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι, κρεάδι’, ἐντερίδι’· ἀλλὰ τὰς μὲν τευθίδας, τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν | | **5** | λεπτοῖσι χλωροῖς, ὠνθύλευσα. | | **Eri tit** | ΕΡΙΘΟΙ. Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ. | | **Hes tit** | ΗΣΙΟΝΗ. | | **Hes 1** | Γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνάς ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν ἀεί ποτ’ εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος | | **5** | ἄνθρωπός ἐστι. | | **Hes 2** | Ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἐμὲ βλέπων— | | **Theo tit** | ΘΕΟΦΟΡΗΤΟΣ. | | **Theo 1** | Οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινάς ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ· ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν, | | **Theo 2** | Λαλῶ Πτολεμαίῳ, γογγυλίδος ὀπτῶν τόμους. | | **Thes tit** | ΘΕΣΠΡΩΤΟΙ. | | **Thes 1** | Ἑρμῆ θεῶν προπομπὲ καὶ Φιλιππίδου κληροῦχε, νυκτός τ’ ὄμμα τῆς μελαμπέπλου. | | **Theb tit** | ΘΗΒΑΙΟΙ. | | **Theb 1** | Ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος. τούτους δὲ πάντες φασὶν εὐγενεστάτους | | **Thet tit** | ΘΗΤΕΥΟΝΤΕΣ. | | **Thet 1** | Ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον. | | **Thr tit** | ΘΡΑΣΩΝ. | | **Thr 1** | Σοῦ δ’ ἐγὼ λαλιστέραν οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀνδόν’, οὔτε τρυγόν’, οὐ | | **Ias tit** | ΙΑΣΙΣ. | | **Hippeu tit** | ΙΠΠΕΥΣ. | | **Hippeu 1** | Τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης; πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις | | **5** | ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς. | | **Hippeu 2** | Καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ | | **Hippeu 3** | Τά τε κυμβία ἆρ’ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δί’ ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν. | | **Hippi tit** | ΙΠΠΙΣΚΟΣ. | | **Iso tit** | ΙΣΟΣΤΑΣΙΟΝ. | | **Iso 1** | Πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ’ αὐταῖς πάρεργα γίγνεται· ῥάπτουσι δέ πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης. | | **5** | εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους | | **10** | τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία, ὑπενέδυς’ ἐρραμμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει, στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχους’ οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας | | **15** | ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ’ εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστι, παιδέρωτ’ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται. | | **20** | εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶς’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε, ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον | | **25** | μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή. | | **Iso 2** | Ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος, | | **Kal tit** | ΚΑΛΑΣΙΡΙΣ. | | **Kal 1** | Ποῖ δή μ’ ἄγεις διὰ τῶν κύκλων; | | **Kat tit** | ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ. | | **Kau tit** | ΚΑΥΝΙΟΙ. | | **Kau 1** | Ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον. | | **Ker tit** | ΚΗΡΥΤΤΟΜΕΝΟΣ. | | **Ker 1** | Ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης | | **Kith tit** | ΚΙΘΑΡΩΙΔΟΣ. | | **Kle tit** | ΚΛΕΟΒΟΥΛΙΝΗ. | | **Kni tit** | ΚΝΙΔΙΑ. | | **Kni 1** | Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο. | | **Kon tit** | ΚΟΝΙΑΤΗΣ. | | **Kon 1** | Κυμβία, | | **Kou tit** | ΚΟΥΡΙΣ. | | **Kou 1** | Καὶ γὰρ ἐπὶ κῶμον * * ἀνθρώπων ὁρῶ πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν | | **5** | ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε θοἱμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά. | | **Kou 2** | Ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἤ Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς. μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δ’ ἕτερος—τί ἄν | | **5** | τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενής | | **Kra tit** | ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ. | | **Kra 1** | Πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα ἰδὼν γέροντα φῦκος ἠμφιεσμένα ἔλαβον ἐχίνους τ’· ἔστι γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου. | | **5** | τούτων δ’ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’, οὐδὲ ἕν φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος | | **10** | ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταὧ. | | **15** | κρεάδι’ ἄττα, ποδάρια, ῥύγχη τινά, ὠτάρι’ ὕει’, ἡπάτιον ἐγκεκαλυμμένον· | | **20** | ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω, ποιῶ γὰρ τοὖψον αὐτός, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις | | **25** | τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν, | | **Kra 2** | Τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας | | **5** | ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. | | **Kra 3** | Παῖ τὴν μεγάλην δός, ἐπιχέας φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας, τοὺς τρεῖς δ’ ἔρωτος προσαποδώσεις ὕστερον ἕν’ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς, | | **5** | καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου. φέρε τὸν τρίτον * * * * Φίλας Ἀφροδίτης· χαίρετ’ ἄνδρες συμπόται, | | **Kra 4** | Εἶθ’ ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινά κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον στρώματά τε καὶ γύλιον αὐτοῦ. | | **Kra 5** | Καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος. | | **Kra 6** | Στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους. | | **Kyber tit** | ΚΥΒΕΡΝΗΤΗΣ. | | **Kyber 1** | Δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη· ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, | | **5** | σεμνοπαράσιτον ἐκ μέσου καλούμενον, ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖόν τ’ οὐσίας. νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα. Α. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος | | **10** | τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών. ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε τοὺς δ’ ἐλάττοσιν· εἶθ’ οἱ μὲν εὐποροῦμεν οἱ δ’ ἀλύομεν. ἆρά γε διδάσκω, Ναυσίνικ’; Ν. οὐκ ἀστόχως· | | **15** | ἀλλ’ ἄν ς’ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι. | | **Kyber 2** | Εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές. | | **Kybeu tit** | ΚΥΒΕΥΤΑΙ. | | **Kybeu 1** | Ἠριστηκότων σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός. | | **Kyk tit** | ΚΥΚΝΟΣ. | | **Kyk 1** | Φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενόν τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν | | **5** | στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις | | **Kypr tit** | ΚΥΠΡΙΟΣ. | | **Kypr 1** | Ἔπειτα πῶς ἦλθες; Β. μόλις ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι’. ἀτάρ πόσους φέρεις; Β. ἑκκαίδεκ’. Α. οἶσε δεῦρό μοι. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους. | | **Kypr 2** | Τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών. | | **Lam tit** | ΛΑΜΠΑΣ. | | **Lam 1** | Καταφαγεῖν αὐτὸς τοσοῦτ’ ἀργύριον. οὐδ’ εἰ γάλα λαγοῦ | | **Leb tit** | ΛΕΒΗΣ. | | **Leb 1** | Καὶ τί δεῖ λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μέν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεί | | **5** | τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων. | | **Leb 2** | Καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ „οὐκ ἔχω.“ Β. ἀλλὰ λέγ’ ὅτου δεῖ. λήψομαι γὰρ πάντ’ ἐγώ. Α. ὀρθῶς. τὸ πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. Β. ἀλλ’ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην, | | **5** | μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, ἄνισον, θύμον, | | **Leb 3-4** | Οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινί ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος | | **5** | ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας | | **10** | πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. | | **10** | * * * * Οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γάρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή, νυνί τε καινὸν εἰσφέρει νόμον τινά | | **15** | χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους· καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους, ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί. | | **Leb 5** | Ἧψέ μοι δοκεῖ πνικτόν τι ὄψον δελφάκειον. Β. ἡδύ γε. | | **5** | Β. ὄξος λαβὼν ἢν εἰς λεκάνην τίν’ ἐγχέας ψυχρόν, ξυνίης; εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖς’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα, καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους | | **10** | σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται· τὰ κρεάδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία, ταυτὶ ποιήσω. Β. καὶ παρατίθει γ’ αὐτά, παῖ, | | **15** | ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα. ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις, | | **20** | τέχνην δ’ ὀνειδίζεις. | | **Leuka tit** | ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ. | | **Leuka 1** | Χορδαρίου τόμος ἧκε καὶ περίκομμά τι. | | **Leuka 2** | Οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος. | | **Leuka 3** | Φέρε τὴν σιβύνην καὶ πλατύλογχα. | | **Leuke tit** | ΛΕΥΚΗ. | | **Leuke 1** | Ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; | | **5** | τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς, τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ. | | **Lem tit** | ΛΗΜΝΙΑ. | | **Lem 1** | Καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ σείσων τε κυάμων μεστός. | | **Lin tit** | ΛΙΝΟΣ. | | **Lin 1** | ΛΙΝ. Βιβλίον | | **5** | Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν, ἐπὶ τί μάλισθ’ ὥρμησε. ΗΡ. τουτὶ λαμβάνω. ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία, | | **10** | ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ΗΡ. ὁ Σῖμος δ’ ἐστὶ τίς; ΛΙΝ. μάλ’ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολύ | | **15** | κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής. ΗΡ. βούλιμός ἐσθ’ ἅνθρωπος, ὅ τι βούλει λέγε. | | **Lok tit** | ΛΟΚΡΟΙ. | | **Lok 1** | Αἱ δὲ παῖδες παρέχεον | | **Lyk tit** | ΛΥΚΙΣΚΟΣ. | | **Mand tit** | ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ. | | **Mand 1** | Εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτόν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς· ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας· | | **5** | ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς, | | **10** | καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δ’ ἐκβακχεύομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, | | **15** | τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ ἀεί, | | **Mand 2** | Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ „τρύβλιον τούτῳ δότε πτισάνης ἕωθεν“, καταφρονοῦμεν εὐθέως· ἂν δὲ „πτισάναν“ καὶ „τρύβλιον“, θαυμάζομεν. | | **5** | καὶ πάλιν ἐὰν μὲν „τευτλίον“, παρείδομεν· ἐὰν δὲ „σεῦτλον“, ἀσμένως ἠκούσαμεν· | | **Mand 3** | Εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με. | | **Mand 4** | Ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ. | | **Mand 5** | Κακῶς ἔχεις· στρουθὶς ἀκαρὴς νὴ τὸν Δί’ εἶ. πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει. | | **Mant tit** | ΜΑΝΤΕΙΣ. | | **Mant 1** | Ὦ δυστυχεῖς ἡμεῖς μὲν οἱ πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. ἔπειτ’ ἔχειν προῖκ’ οὐχὶ τιμὴν φάσκομεν; | | **5** | πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἱ μέν γε συγγνώμην ἔχους’ ἀδικούμενοι, αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦς’ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν | | **10** | ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακόν | | **Mer tit** | ΜΕΡΟΠΙΣ. | | **Mer 1** | Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ’ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦς’ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκ’, ἀλλὰ κοπιῶ τὰ σκέλη. | | **Mid tit** | ΜΙΔΩΝ. | | **Mid 1** | Ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων. | | **Mile tit** | ΜΙΛΗΣΙΑ. | | **Mile 1** | Οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι | | **5** | Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· | | **10** | ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. | | **15** | ἑστήκαθ’ ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ, ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τὸ γίγνεσθαι θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις | | **Mile 2** | Εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν; | | **Milk tit** | ΜΙΛΚΩΝ. | | **Milk 1** | Κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων ἁπανταχοῦ φης’ ἀγαθὸν εἶναι, μανθάνεις; | | **Mne tit** | ΜΝΗΣΤΗΡΕΣ. | | **Ody Apo tit** | ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΠΤΟΜΕΝΟΣ. | | **Ody Hyph tit** | ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ. | | **Ody Hyph 1** | Φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ· τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίγνετ’· ἂν δ’ εἴπῃς ἅπαξ, | | **5** | εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται. εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν· ταῦτα γάρ | | **Ody Hyph 2** | Καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ. ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. Β. οὗτος δὲ πρότερον εἰ κεφαλὴν θύννου λάβοι, | | **5** | ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν. | | **Olym tit** | ΟΛΥΜΠΙΟΔΩΡΟΣ. | | **Olym 1** | Σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δ’ ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα. | | **Olyn tit** | ΟΛΥΝΘΙΑ. | | **Olyn 1** | Ἔστιν ἀνήρ μοι πτωχός, κἀγώ γραῦς, καὶ θυγάτηρ, καὶ παῖς υἱός, χἥδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες. τούτων οἱ τρεῖς δειπνοῦμεν, | | **5** | δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν, χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίγνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν | | **10** | χἡ σύνταξις τοῦ βίου ἐστίν κύαμος, θέρμος, λάχανον, * * γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοί | | **15** | μελέδημ’ ἰσχάς, | | **Olyn 2** | Ὁ δὲ σὸς πένης ἔστ’, ὦ γλυκεῖα· τοῦτο δέ δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον. | | **Olyn 3** | Οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ, τοῖς πράγμασιν δ’ αὐτοῖσι πιστεύειν ἀεί. | | **Olyn 4** | Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι. | | **Hom tit** | ΟΜΟΙΑ. | | **Hom 1** | Οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ. Α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις | | **5** | παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας. τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις | | **Opo tit** | ΟΠΩΡΑ. | | **Opo 1** | Οἶνον πολύν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς; | | **Ore tit** | ΟΡΕΣΤΗΣ. | | **Orch tit** | ΟΡΧΗΣΤΡΙΣ. | | **Orch 1** | Γυναιξὶ δ’ ἀρκεῖ πάντ’ ἐὰν οἶνος παρῇ | | **5** | λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι γραῦν σφίγγα. | | **Pal tit** | ΠΑΛΛΑΚΗ. | | **Pal 1** | Οὐκ ἔχω γὰρ ἄλλ’ ὅ τι | | **Pam tit** | ΠΑΜΦΙΛΗ. | | **Pam 1** | Ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι, κήρυκας, κτένας, βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς. | | **Pam 2** | Παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας. | | **Pag tit** | ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ. | | **Pag 1** | Πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. Β. Ἡράκλεις φίλε, | | **Pan tit** | ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ. | | **Pan 1** | Ἔτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα [κάνδαυλον] οὐδ’ ἀκήκο’ οὐδεπώποτε. Α. θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δ’ ἐγώ | | **5** | ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν. | | **6** | . . . . . . . . . Β. ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ’ εἰς . . Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων, κρεῶν βατανίων εὐθέως . . . . | | **10** | δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον, πῦον, μέλιτος ὀξύβαφον, ἀπὸ ταγηνίω, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών, βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος | | **15** | ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίγνεται. Β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου . . . κανδαύλους λέγων καὶ χόρια καὶ | | **Pan 2** | Θερμοτέροις χαίρεις ἀεί τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω; Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσί ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι | | **5** | ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ; Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω δηλαδή. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ. Β. οὐκ οἴομ’, οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. Α. ἐγὼ δ’ ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις | | **10** | τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. ἤδη σὺ πρὸς θεῶν ἔθυσας τὸν ἔριφον; Β. μὴ κόπτε μ’, ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε. Α. ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει; Β. δηλονότι. Α. μή μοι δῆλον. Β. ἀλλ’ ἔχει κάπνην. | | **15** | Α. ἔχει κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ’ οὑτοσί. | | **Pan 3** | Κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σύ ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, | | **5** | οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήτιον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλ’, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ· | | **10** | οὐ στάμνος ἐστί· διακενῆς δ’ ἕστηκ’ ἐγώ | | **Pan 4** | Ἡμίοπτα μέν τὰ κρεάδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται· ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω. | | **Pan 5** | Εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι, | | **Pan 6** | Ἔσει περιπατῶν σιτόκουρος. | | **Par tit** | ΠΑΡΑΣΙΤΟΣ. | | **Par 1** | Καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει. δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις | | **5** | αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. | | **Par 2** | Καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἐστί μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος. | | **Par 3** | Ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας. | | **Pez tit** | ΠΕΖΟΝΙΚΗ. | | **Poieta tit** | ΠΟΙΗΤΑΙ. | | **Poieta 1** | Ὁ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον. | | **5** | νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθέν | | **Poieta 2** | Πάνυ τι βούλομαι οὕτω γελᾶσθαι καὶ γελοῖ’ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ. | | **Poietr tit** | ΠΟΙΗΤΡΙΑ. | | **Poietr 1** | Ὡς ἐπὶ τὰ πολλὰ τοῦτο ποιῶ. | | **Pol tit** | ΠΟΛΥΚΛΕΙΑ. | | **Pol 1** | Ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα· τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως, | | **Pone tit** | ΠΟΝΗΡΑ. | | **Pone 1** | Ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον, ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι. | | **5** | τάριχός ἐστι πρῶτον ὡραῖον τοδί. διωβόλου τοῦτ’ ἔστι. πλυτέον εὖ μάλα. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας, ἐπεσκέδασα τοὔλαιον· εἶθ’ ἕψων ποιῶ | | **10** | μυελόν, ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ. | | **Pone 2** | Τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικήν τὸ τρῖμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ | | **5** | πυκνῷ πατάξας. | | **Pone 3** | Σηπίας τόσας δραχμῆς μιᾶς τρίς. τῶνδε τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ, τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους | | **5** | σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα | | **Pone 4** | Τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ ὕειον· ὀπτὸν θερμὸν εὔχυλον τέρεν ὅταν ᾖ, προσφέρων. | | **Pone 5** | Ἐναλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος | | **Pone 6** | Καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς. | | **Pone 7** | Ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον. | | **Pont tit** | ΠΟΝΤΙΚΟΣ. | | **Pont 1** | Ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνήσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἄλλως ἀποθανεῖν. | | **Pros tit** | ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ. | | **Prot tit** | ΠΡΩΤΟΧΟΡΟΣ. | | **Prot 1** | Ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγώ, ἀφ’ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν. | | **5** | ὀνησιφόρον ἦν τοῦτο. | | **Pyth tit** | ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ. | | **Pyth 1** | Ὕδατος ἀπέφθου κύαθον· ἂν δ’ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες. | | **Pyth 2-3** | Ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος | | **4** | * * * * | | **5** | Ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ’, ἀλουσίαν. | | **Pyl tit** | ΠΥΛΑΙΑΙ. | | **Pyl 1** | Νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι, λαμβάνοντες βασιλικούς φόρους· μόνον οὐχὶ δεκατεύουσι γάρ | | **5** | τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, | | **Pyr tit** | ΠΥΡΑΥΝΟΣ. | | **Pyr 1-2** | Ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ· πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς. | | **4** | * * * * | | **5** | Δ. Στράτιε, φιλεῖς δήπου με; ΣΤΡ. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. Δ. εὔχει τ’ ἀεί με ζῆν; ΣΤΡ. ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; | | **Pyr 3** | Πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου | | **5** | ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου. | | **Pyr 4** | Ἄνοιγ’ ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις. | | **Pyr 5** | Ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον „οὐ δώσει τις ἡμῖν ματτύην;“ | | **Rho tit** | ΡΟΔΙΟΣ Η ΠΟΠΠΥΖΟΥΣΑ. | | **Sik tit** | ΣΙΚΥΩΝΙΟΣ. | | **Sik 1** | Οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί. | | **Skei tit** | ΣΚΕΙΡΩΝ. | | **Skei 1** | Ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος. | | **Spo tit** | ΣΠΟΝΔΟΦΟΡΟΣ. | | **Spo 1** | Ἀριστογείτονα τὸν ῥήτορ’ εἶδον λάρκον ἠμφιεσμένον τῶν ἀνθρακηρῶν. | | **Str tit** | ΣΤΡΑΤΙΩΤΗΣ. | | **Str 1** | Ἀπόλαβε. Β. τοῦτο δ’ ἐστὶ τί; Α. * * * * ὃ παρ’ ὑμῶν ἐγώ παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν. | | **5** | ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ’. Β. οὐ δεδώκαμεν. Α. τί δαί; Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκον ἐμοὶ λαβεῖν; | | **Syna tit** | ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ. | | **Syna 1** | Μάθοις δ’ ἂν οἷον ἀνθρώποις κακόν ἔστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔθ’ ὑβρίζοιτ’ ἂν ἑκών. | | **5** | νῦν δὲ διὰ ταύτην ἅπαντα γίγνεται τὰ δυσχερῆ. | | **Syna 2** | Ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ. | | **Syna 3** | Ὅστις διαπλεῖ θάλατταν ἢ μελαγχολᾷ, ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν ἑνός τ’ ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι. | | **Syntre tit** | ΣΥΝΤΡΕΧΟΝΤΕΣ. | | **Syntre 1** | Ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει· μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλόν οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως | | **5** | λιμῷ παρελθεῖν * * ἃ δεῖ καθ’ ἕν | | **Syntre 2** | Λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός. ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν. | | **Syntro tit** | ΣΥΝΤΡΟΦΟΙ. | | **Syntro 1** | Ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ’ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν | | **Sor tit** | ΣΩΡΑΚΟΙ. | | **Sor 1** | Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος. | | **Syr tit** | ΣΥΡΑΚΟΣΙΟΣ. | | **Syr 1** | Τοῖς γὰρ κακοῖς | | **Tar tit** | ΤΑΡΑΝΤΙΝΟΙ. | | **Tar 1-2** | Οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἕν ἔμψυχον, οἶνόν τ’ οὐχὶ πίνουσιν μόνοι. Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, | | **5** | τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας μὲν οὖν· οὐκ ἔτι γὰρ ἔστ’ ἔμψυχον. | | **6** | * * * * Πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφους’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε· | | **10** | ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου λέγεις δίαιταν. Α. πάντες οὕτως οἱ σοφοί διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που. τρυφῶσιν ἕτεροι πρὸς ἑτέρους. ἆρ’ οἶσθ’ ὅτι | | **15** | Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φανός, οἳ δι’ ἡμέρας | | **Tar 3** | Οὐδὲ εἷς ἂν εὐλόγως ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας οὐδὲν ἀδικοῦμεν οὐδέν’· ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν | | **5** | ὄνομ’ ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος, εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, | | **10** | ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεί τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους | | **15** | καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, καὶ τύχῃ γ’ ἐράνου τινός πανηγυρίσας, ἥδιστ’ ἀπῆλθεν οἴκαδε. | | **Tar 4** | Τοῦτο γὰρ νῦν ἔστι σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον ὀσμὴν ἴδωσιν. Β. συμφορὰν λέγεις ἄκραν. | | **5** | Α. φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις | | **10** | ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἐπὶ τοῦ ξύλου λαβών. | | **Tar 5** | Νάννιον δὲ μαίνεται | | **Tit tit** | ΤΙΤΘΗ. | | **Tit 1** | Ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω, Κρίτων, πολύν; Β. βέλτιον ἕνα καὶ τέτταρας. Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιών * * λέγε τι καὶ διατριβήν γε τῷ πότῳ | | **5** | ποιῶμεν. | | **Tit 2** | Ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖ’ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ’ εἶναι. Β. νοῦν γ’ ἔχων· | | **Tit 3** | Ἤδη γὰρ ὁ βίος οὑ’μὸς ἑσπέραν ἄγει. | | **Tok tit** | ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ. | | **Tok 1** | Μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς. Β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη; ΤΡ. Θάσιος. Β. ὅμοιον. καὶ δίκαιον τοὺς ξένους | | **5** | πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον. | | **Tok 2** | Εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’, ἂν θεὸς θέλῃ. | | **5** | τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. | | **Tok 3** | Ἀλλ’ ἔγχεον αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ, | | **5** | οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν. | | **Tok 4** | Πάντως ἀναρίστητος οὐ δυνήσομαι | | **Trau tit** | ΤΡΑΥΜΑΤΙΑΣ. | | **Trau 1** | Τὸν γὰρ ὕστατον τρέχων δίαυλον τοῦ βίου ζῆν βούλομαι. | | **Trau 2** | Τίς οὐχὶ φήσει τοὺς ἐρῶντας ζῆν μόνους; εἰ δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι, πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα, προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ, | | **5** | ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους, ἐν τοῖς ἀπόροις βλέποντας, ἀθλιωτάτους. | | **Tro tit** | ΤΡΟΦΩΝΙΟΣ. | | **Tro 1** | Νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι | | **5** | γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες. | | **Tro 2** | Εἶθ’ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος. | | **Tyn tit** | ΤΥΝΔΑΡΕΩΣ. | | **Tyn 1** | Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι, καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα. | | **5** | τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν, | | **Hypn tit** | ΥΠΝΟΣ. | | **Hypn 1** | Οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινά σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεί καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, | | **5** | ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. Β. ἀεὶ σὺ χαίρεις ὦ γύναι μ’ αἰνίγμασιν. Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. Β. τίς οὖν τοσαύτην παῖς ἔχων ἔσται φύσιν; | | **Hypn 2** | Οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα, οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντ’ ἰδεῖν τὸ δεῖπνον, εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις ἅπερ ἔθηκ’ αὐτοῖς ἰδεῖν. | | **Hypn 3** | Διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπιδειπνεῖ μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. | | **Hypo tit** | ΥΠΟΒΟΛΙΜΑΙΟΣ. | | **Hypo 1** | Ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβών | | **5** | καὶ τῆς ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; | | **Phaidr tit** | ΦΑΙΔΡΟΣ. | | **Phaidr 1** | Πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι | | **5** | τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστιν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρρην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος | | **10** | ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, | | **15** | οὐκ οἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τ’ εἰμὶ τοὐνόματος. | | **Phaidr 2** | Σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν | | **Phaido tit** | ΦΑΙΔΩΝ Η ΦΑΙΔΡΙΑΣ. | | **Phaido 1** | Ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. | | **5** | μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. | | **Phar tit** | ΦΑΡΜΑΚΟΠΩΛΗΣ Η ΚΡΑΤΕΥΑΣ. | | **Phila tit** | ΦΙΛΑΘΗΝΑΙΟΣ. | | **Phile tit** | ΦΙΛΕΤΑΙΡΟΣ. | | **Phili tit** | ΦΙΛΙΣΚΟΣ. | | **Phili 1** | Ἀρτέον τράπεζαν, ἀπονίψασθαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, | | **Philok tit** | ΦΙΛΟΚΑΛΟΣ Η ΝΥΜΦΑΙ. | | **Philok 1** | Κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι. | | **Philot tit** | ΦΙΛΟΤΡΑΓΩΙΔΟΣ. | | **Philot 1** | Σοφοῦ γὰρ ἀνδρὸς τὰς τύχας ὀρθῶς φέρειν. | | **Philou tit** | ΦΙΛΟΥΣΑ. | | **Philou 1** | Ἀφροδίσι’ ἦγε ταῖς ἑταίραις ἡ πόλις· ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις. ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε | | **5** | μεθύειν μεθ’ ἡμῶν. | | **Philou 2** | Ἀλλ’ ἔγωγε τοῦ τὰ δέοντ’ ἔχειν τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι πολυτέλεια δέ. | | **Phr tit** | ΦΡΥΞ. | | **Phr 1** | Εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν παρεγίγνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλεῖον τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης | | **5** | ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. | | **Phr 2** | Ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω. | | **Phy tit** | ΦΥΓΑΣ. | | **Phy 1** | Ἀεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην· καὶ νῦν πορίζεταί γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ | | **5** | ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. | | **Cho tit** | ΧΟΡΗΓΙΣ. | | **Cho 1** | Ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν | | **Pseu tit** | ΨΕΥΔΟΜΕΝΟΣ. | | **Pseu 1** | Τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γάρ δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. | | **Pseu 2** | Κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. | | **FIF tit** | FABULARUM INCERTARUM FRAGMENTA. | | **FIF 1** | Ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη, οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα | | **5** | παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον· ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, | | **10** | ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. ὁ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖτο, πᾶς δ’ ἀγών ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον. | | **FIF 2-3** | Καὶ μὴν ἐνύπνιον οἴομαι γ’ ἑορακέναι | | **5** | στεφάνῳ κυλιστῷ κοκκυμήλων, Ἡράκλεις, πεπόνων. | | **6** | * * * * Ἑόρακας πώποτε ἤνυστρον ἐσκευασμένον * * * ἢ σπλῆν’ ὀπτὸν μεμονθυλευμένον, | | **10** | ἢ κοκκυμήλων σπυρίδα πεπόνων; * * | | **FIF 4-6** | Λεσβίου δὲ πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν. | | **2** | * * * * Θασίοις οἰναρίοις καὶ Λεσβίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος | | **5** | καὶ νωγαλίζει. | | **5** | * * * * Ἡδύς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε, ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν | | **FIF 7** | Ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος μηδεὶς γὰρ ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ | | **5** | ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τίν’ ὄγκον τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ, τὸ τοιοῦτον γέρας | | **FIF 8** | Τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθά ὧν μὲν πεπόρικεν οἴεται χάριν τινά | | **5** | ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας, ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ὀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι. | | **FIF 9** | Μὴ ὥρασι * μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπεν, ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών· μάλιστα δὲ | | **5** | Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ὀσπρίου λέπος· | | **FIF 10** | Ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον | | **5** | ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς; | | **FIF 11** | Ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς, ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη, | | **5** | τὴν ἡμίσειαν, ζῶσι δ’ ἀμφότεροι μόλις. | | **FIF 12** | Τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον; ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τὰ γράμματ’. Β. ἆρά γ’ ἕνδεκα | | **5** | χρυσᾶ Διὸς σωτῆρος; Α. οὐκ ἄλλου μὲν οὖν. | | **FIF 13** | Ὡς ἔστι κατακεῖσθαι πρὸ δείπνου συμφορά· οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι, οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν· | | **FIF 14** | Ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν σφόδρα παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον. | | **FIF 15** | Οὐδέν γ’ ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν· ὁ μὲν ἀπογηράσκων ἀηδὴς γίγνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν· ὁ μὲν δάκνει γάρ, ὁ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ. | | **FIF 16-17** | Οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός· ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνών | | **FIF 18** | Πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ’, ἀκροκώλια, τοσαῦτα· τούτων ἂν τίς εὕροι φάρμακα ἐρῶντι ἑταίρας ἕτερα χρησιμώτερα; | | **FIF 19** | Οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ | | **FIF 20** | Κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἔμ’ αὐτόθεν σπάσαι ὄξους Δεκελικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις. | | **FIF 21** | Οὐδὲ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, | | **FIF 22** | Ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον· παύσει γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν. | | **FIF 23** | Οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος βασανισμός ἐστι. | | **FIF 24** | Φιλοτησίαν σοι τήνδ’ ἐγώ | | **FIF 25** | Ἀφ’ ὧν γένοιτ’ ἂν συντόμως ἀριστόδειπνον. | | **FIF 26** | Μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ. | | **FIF 27** | Πολὺν πιὼν Εὐβοϊκὸν οἶνον. | | **FIF 30** | Τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός, | | **5** | Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, | | **FIF 31** | Τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τρεῖς δ’ εἰσὶν αἵγε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ πιεῖν, τὸ φαγεῖν, τὸ τῆς Ἀφροδίτης τυγχάνειν. | | **5** | τὰ δ’ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν. | | **FIF 33** | Ὦ δέσποθ’ ὑγίαιν’. ὡς χρόνιος ἐλήλυθας. | | **FIF 34** | Τίς δῆθ’ ὑγιαίνων νοῦν τ’ ἔχων τολμᾷ ποτε γαμεῖν, διαπραξάμενος ἥδιον βίον; εἶτ’ οὐχὶ κρεῖττόν ἐστι τῷ γ’ ἔχοντι νοῦν ἄτιμον εἶναι μᾶλλον ἢ γυναῖκ’ ἔχειν; | | **5** | πολλῷ γε· τοὺς μὲν γοῦν ἀτίμους οὐκ ἐᾷ ἀρχὴν λαχόντας ὁ νόμος ἄρχειν τῶν πέλας· ἐπὰν δὲ γήμῃς, οὐδὲ σαυτοῦ κύριον ἔξεστιν εἶναι· τὰς γὰρ εὐθύνας μόνον ἐφημερινὰς τὰς τοῦ βίου κεκτήμεθα. | | **FIF 35** | Οὐκ ἠξίωσα καταλιπεῖν τὴν μητέρα, πρώτην δὲ σώζειν· τοῖς γὰρ ὀρθῶς εἰδόσιν | | **5** | ἱδρύσαθ’ ἱερὸν μητρός, οὐ δείξας σαφῶς ποίας, ἐάσας δ’ ὑπονοεῖν εἰς τοὔνομα. | | **FIF 36** | Ὅστις ἥδεται γὰρ ἐσθίων ὁσημέραι, δεῖ καὶ ποιεῖν τῶν σιτίων ἐπάξιόν τι, μηδὲ περινοστεῖν σχολὴν ἄγοντα, τῷ ζῆν πολεμιώτατον κακόν. | | **FIF 37** | Τῶν γὰρ ἀγαθῶν τὸν πλοῦτον ὕστατον τίθει· ἀβεβαιότατον γάρ ἐστιν ὧν κεκτήμεθα. τὰ δ’ ἄλλ’ ἐπιεικῶς τοῖς ἔχουσι παραμένει. | | **FIF 38** | Οὐκ ἔστι παιδαγωγὸς ἀνθρώποις ἄρα | | **FIF 39** | Οὐκ ἔστ’ ἀναισχυντότερον οὐδὲν εἰσορᾶν γυναικός· ἀπ’ ἐμαυτῆς ἐγὼ τεκμαίρομαι. | | **FIF 40** | Οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα, οὐδ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή. | | **FIF 41** | Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου. | | **FIF 42** | Κἂν εὐτυχῇ τις, ὡς ἔοικε, προσδοκᾶν | | **FIF 43** | Οὐκ ἔσθ’ ὅπως ἔχουσιν αἱ τύχαι φρένας· οὐδεὶς γὰρ ἂν τοιοῦτος ἠτύχει ποτέ. | | **FIF 44** | Φεῦγ’ ἡδονὴν φέρουσαν ὕστερον βλάβην. | | **FIF 45** | Λύπη μανίας κοινωνίαν ἔχει τινά. | | **FIF 46** | Τῶν μετρίων αἱ μείζονες λῦπαι ποιοῦσι τῶν φρενῶν μετάστασιν. | | **FIF 47** | Ὦ παῖ, μέγιστος ἔρανός ἐστί μοι τὸ σὲ θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον | | **FIF 62** | Τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν. |