# Ἀποσπάσματα *Fragments* **Author:** Ἄμφις ὁ Κωμικός *Amphis Comicus* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **tit 1** | ΑΘΑΜΑΣ | | **1** | εἶτ’ οὐ γυναικός ἐστιν εὐνοϊκώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς’ ἔνδον μένει, ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος | | **5** | ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον. | | |
**ΑΚΚΩ**
| | **tit,ante 2** | ΑΛΕΙΠΤΡΙΑ | | **tit 2** | ΑΛΚΜΕΩΝ | | **2** | περιθέτην | | **tit 3-5** | ΑΜΠΕΛΟΥΡΓΟΣ | | **3** | οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης· ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς αὑτὸν λέληθε παραπλέων τὰς συμφοράς. | | **4** | ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις, ἥκιστα τούτοις πλησιάζων ἥδεται. | | **5** | μικρόν τι κέρμα | | **tit 6** | ΑΜΦΙΚΡΑΤΗΣ | | **6** | τὸ δ’ ἀγαθὸν ὅ τι ποτ’ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ’ ἐγώ, ὦ δέσποτ’, ἢ τὸ Πλάτωνος ἀγαθόν. Β. πρόσεχε δή. | | **tit 7** | ΒΑΛΑΝΕΙΟΝ | | **7** | ἀνεβόης’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας. | | **tit 8** | ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ | | **8** | πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. | | **tit 9-11** | ΓΥΝΑΙΚΟΜΑΝΙΑ | | **9** | ἤδη ποτ’ ἤκουσας βίον ἀληλεμένον; Β. ναί· τοῦτ’ ἐκεῖν’ ἐστὶν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. Α. ὦ Διοσκόρω, | | **5** | ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. | | **10** | Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ’ ὅπως | | **11** | εὐκυβεῖν | | **tit 12** | ΔΑΚΤΥΛΙΟΣ | | **12** | κατ’ ἀγρόν | | **tit 13** | ΔΕΞΙΔΗΜΙΔΗΣ | | **13** | ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς. | | **tit 14-15** | ΔΙΘΥΡΑΜΒΟΣ | | **14** | ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. Β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; Α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ’, Ἀθήνησιν δὲ κατακεχρημένον | | **5** | ἐν συμποσίοις ἰδίᾳ ’στί. Β. διὰ τί δ’ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτόν; Α. διότι φυλὴν περιμένω σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν’· οἶδα γὰρ | | **15** | τί φής; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστ’ ἐραστής, ὅστις ὡραῖον φιλῶν τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι, | | **5** | οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. | | **tit 16** | ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ | | **16** | γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη | | **tit 17-19** | ΕΡΙΘΟΙ | | **17** | εἶτ’ οὐχὶ χρυσοῦν ἐστι πρᾶγμ’ ἐρημία; ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός, πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος, ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον. | | **18** | ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνοῖς. | | **19** | νεανισκεύεται | | **tit 20-22** | ΙΑΛΕΜΟΣ | | **20** | ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον | | **5** | ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας | | **21** | ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. | | **22** | ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας. | | |
**ΚΑΛΛΙΣΤΩ**
| | **tit,ante 23** | ΚΟΝΙΑΤΗΣ | | **tit 23-24** | ΚΟΥΡΙΣ | | **23** | τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, | | **5** | ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται. | | **tit 25** | ΚΥΒΕΥΤΑΙ | | **25** | τὸν σκιραφευτήν | | **tit 26** | ΛΕΥΚΑΔΙΑ | | **26** | ὅστις ἀγοράζων ὄψον . . . . . ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν, ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται. | | **tit 27** | ΟΔΥΣΣΕΥΣ | | **27** | ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ Μεγαλλείῳ μύρῳ, | | **5** | τὸ θυμίαμα τοῦτο; | | **tit,ante 28** | ΟΠΩΡΑ | | **tit 28** | ΟΥΡΑΝΟΣ | | **28** | εἰς τὴν ἑσπέραν χορτάζομεν ἅπασιν ἀγαθοῖς. | | **tit 29** | ΠΑΝ | | **29** | δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν. | | **tit 30-31** | ΠΛΑΝΟΣ | | **30** | πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου, λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ· | | **5** | οὓς ἂν ἐρωτήσῃ τις ἀναλαβών τι τῶν παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε· | | **10** | ἔκρουσε πουλύπουν τιν’ ὁ δ’ ἐπρήσθη καὶ τοτ’ οὐ λαλῶν ὅλα τὰ ῥήματ’, ἀλλὰ συλλαβὴν ἀφελών, ‘ττάρων βολῶν γένοιτ’ ἄν·‘ ‘ἡ δὲ κέστρα;‘ ‘κτὼ βολῶν·‘ τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. | | **31** | παραδεδειπνημένος, παῖδες, πάλαι | | **tit 32** | ΣΑΠΦΩ | | **32** | διενεχθῆναι | | **tit 33-34** | ΦΙΛΑΔΕΛΦΟΙ | | **33** | κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους | | **5** | φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν | | **10** | καὶ θερμόν. | | **34** | Ἄπολλον, ὡς δυσάρεστόν ἐστ’ ἀνιώμενος ἄνθρωπος ἐφ’ ἅπασίν τε δυσχερῶς ἔχει. | | **tit 35** | ΦΙΛΕΤΑΙΡΟΣ | | **35** | ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου τεμάχια. | | **tit 36-50** | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | | **36** | ποδαπὸς σύ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ, καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ’ ἤθη τῶν πολιτῶν οὐκ ἔχεις; | | **37** | οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν’. οὕτως ἐξελαύνει γὰρ σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν. | | **38** | ὁ συκάμινος συκάμιν’, ὁρᾷς, φέρει, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα, | | **39** | ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν. | | **40** | ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι. | | **41** | ἐνῆν ἄρ’, ὡς ἔοικε, κἀν οἴνῳ λόγος, ἔνιοι δ’ ὕδωρ πίνοντές εἰς’ ἀβέλτεροι. | | **42** | ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται, αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται. | | **43** | πίνους’ ἑκάστης ἡμέρας δι’ ἡμέρας. | | **44** | οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν. | | **45** | ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει. | | **46** | οὐχ ὑποστρώσεις ποτὲ | | **49** | διαπαρθένια δῶρα | | **50** | παρακόμους | | **tit 51** | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | | **51** | πυξίον |