# Ἀποσπάσματα *Fragments* **Author:** Ἀνακρέων ὁ Τήϊος *Anacreon of Teos* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **eleg 1** | οὐδέ τί τοι πρὸς θυμόν· ὅμως γε μὲν ὡς ἀδοιάστως. | | **eleg 2** | οὐ φιλ͜έω͜, ὃς κρητῆρι παρὰ πλέωι οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ’ ὅστις Μους͜έω͜ν τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης | | **eleg 3** | τί μοι (φησί) τῶν ἀγκυλοτόξων †φιλοκιμέρων καὶ Σκυθέων† μέλει; | | **eleg 4** | οἰνοπότης δὲ πεποίημαι. | | **eleg 5** | Θρηικίης ἐπιστρέφομαι. | | **iamb 1*** | ἔστε ξένοισι μειλίχοις ἐοικότες, στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις. | | **iamb 2** | ἀλκίμων ς’ ͜ὦ Ἀ͜ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληΐην. | | **iamb 3** | εὖτέ μοι λευκαὶ μελαίναις ἀνεμεμίξονται τρίχες, | | **iamb 4** | αἱ δέ μ͜εο͜ φρένες | | **iamb 5** | κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. | | **iamb 6** | κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν | | **iamb 7** | –⏑⏑ καὶ θάλαμος |