================================================================================ Ἀποσπάσματα Fragments Ἀνακρέων ὁ Τήϊος by Anacreon of Teos ================================================================================ [eleg 1] οὐδέ τί τοι πρὸς θυμόν· ὅμως γε μὲν ὡς ἀδοιάστως. [eleg 2] οὐ φιλ͜έω͜, ὃς κρητῆρι παρὰ πλέωι οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγει, ἀλλ’ ὅστις Μους͜έω͜ν τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης [eleg 3] τί μοι (φησί) τῶν ἀγκυλοτόξων †φιλοκιμέρων καὶ Σκυθέων† μέλει; [eleg 4] οἰνοπότης δὲ πεποίημαι. [eleg 5] Θρηικίης ἐπιστρέφομαι. [iamb 1*] ἔστε ξένοισι μειλίχοις ἐοικότες, στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις. [iamb 2] ἀλκίμων ς’ ͜ὦ Ἀ͜ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληΐην. [iamb 3] εὖτέ μοι λευκαὶ μελαίναις ἀνεμεμίξονται τρίχες, [iamb 4] αἱ δέ μ͜εο͜ φρένες [iamb 5] κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. [iamb 6] κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν [iamb 7] –⏑⏑ καὶ θάλαμος