================================================================================ Ἀποσπάσματα Fragments Ἀνακρέων ὁ Τήϊος by Anacreon of Teos ================================================================================ [1,1] . . . [1] οὐδε...[.]ς.φ..α..[...]..[ φοβερὰς δ’ ἔχεις πρὸς ἄλλωι ⸏φρένας, ὦ καλλιπρό[σ]ωπε παίδ[ων· καί σε δοκεῖ μενε[...´̣].....[ [5] πυκινῶς ἔχουσα[ ⸏ἀτιτάλλειν· σ[.].[....]...[ τὰς ὑακιν[θίνας ἀρ]ούρας ἵ]να Κύπρις ἐκ λεπάδνων ⸏....]´[.]α[ς κ]ατέδησεν ἵππους· [10] ......]δ’ ἐν μέσωι κατῆξας ......]ωι δι’ ἅσσα πολλοὶ ⸏πολ]ιητέων φρένας ἐπτοέαται· [1,2] []λη γάρ εἰς· [ ´]ειν· [ ´]κ̣ι [ ]ο̣ν [5] . . . [1,4] [χα]λεπ̣ῶ̣ι̣ δεπυκτάλιζ.[ [ ]αν ὁρέω τε κἀνακύπτω[ [ ].ωι πολλὴν ὀφείλω []ν̣ χάριν ἐκφυγὼν ἔρωτα[ [5] [ ]νυσε παντάπασι, δεσμ[ῶν [ ]. χαλεπῶν δι’ Ἀφροδίτη[ [ ]φέροι μὲν οἶνον ἄγγ.[ [ ]φέροι δ’ ὕδω[ρ].λαφλ̣[ [ ].ε καλέοι[..]ιν[ [10] [ ]χαρις, ἄρτ̣[..]ς δ[ [ ].[ [1,11+3+6] . . . [1] [ ].[ [ ]α·λε[ [ ]πεσ[ [ ]ννυχ[ [5] [ ] ειδε̣μ.[ ⸏ἡδύ τε καὶ π̣[ ἀλλ’ ἐρόεντα[ δῶρα πάρεστ[ ⸏Πιερίδων, β[ [10] κα[ὶ] Χάρισιν,[ δ’ ἡ[....]´̣.[.].[ [12] 〈quot vv. perierint incertum〉 [ ]....[ [ ].ος, χαλ.[ [15] [ ].α χαροπο.[ [ ] πάννυχος πετοίμην [ [ ἰ]χθυοέντων δελιπ [ [] χρυσολόφου⟦σ⟧ Παλλάδ[ος []τηλόθεν.[ [20] [ ἄ]νθεσιν β[ [ ]ικία δ’ ὑψ[ [ ].οναε[ [1,5] []υστ̣[ [ ]νθ̣[ [ ]ω[ [].ιδ[.].[ [5] []α̣σλε[ [].ᾱν [ [ ] . . . [1,7] . . . [1] [].α.[ [ ]ωνβιον[ [ ]λοκοντ̣α̣[ [ ]αδυσποτ[ [5] []κερονν̣[ . . . [1,8] . . . [1] [].μαπ[ [ ].αις [ [ ].τον[ . . . [1,9] . . . [1] []μεριμ[ [ ]διτην [ [ ]υμον[ [ ]ὰνυστ̣[ [5] [ ].[ . . . [1,12] . . . [1] [ ]κομ[ []ν̣δρ̣.[ []..[.].[ [].νεν̣[ [5] [ ]λεπ[ []υ̣κτο[ . . . [1,13] . . . [1] [].ραδα[ []α̣φρον[ [ ]ένθα[ . . . [1,14] . . . [1] [ ] σμερ̣δ [] []· [2,1] καὶ κ[όμη]ς, ἥ τοι κατ’ ἁβρὸν ⸏ἐσκία[ζ]εν αὐχένα· νῦν δ̣ὲ̣ δ̣ὴ σὺ μὲν στολοκρός, ἡ δ’ ἐς αὐχμηρὰς πεσοῦσα [5] χεῖρας ἀθρόη μέλαιναν ⸏ἐς κόνιν κατερρύη τλημον[.]ς̣ τομῆι σιδήρου περιπεσο[ῦ]ς’· ἐ̣γ̣ὼ δ’ ἄσηισι τείρομαι· τί γάρ τις ἔρξηι [10] ⸏μηδ’ ὑπὲρ Θ̣ρήικης τυχών; οἰκτρὰ δὴ φρονεῖν ἀκου[ τὴν ἀρίγνωτον γυναῖ[κα πολλάκις δ̣ὲ̣ δ̣ὴ τόδ’ εἰπ[εῖν ⸏δαίμον’ αἰτιωμέ[ν]η̣ν· [15] ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ, εἴ] μ’ ἀμείλιχον φέρουσα π]όντον ἐσβάλοις θυίοντα [ ⸏π]ορφ[υρ]έοισι κύμασι[ [ ].[ ]..[]..[ [20] . . . [2,2] [ ]...[ [ ].ατα̣[ [ ]κορον[ [].τα..[ [5] [ ]αμο..[ [ ].νβ..[ [ ].ην̣.[ [3] γουνοῦμαί ς’ ἐλαφηβόλε ξανθὴ παῖ Διὸς ἀγρίων δέσποιν’ Ἄρτεμι θηρῶν· ἥ κου νῦν ἐπὶ Ληθαίου [5] δίνηισι θρασυκαρδίων ἀνδρῶν ἐσκατορᾶις πόλιν χαίρους’, οὐ γὰρ ἀνημέρους [4] οὗτος δηὖτ’ Ἰηλυσίους τίλλει τοὺς κυανάσπιδας. [6] σινάμωροι πολεμίζουσι θυρωρῶι [7] 〈ὁ〉 Μεγιστῆς δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπεί τε [8] μυθιῆται δ’ ἀνὰ νῆσον ὦ Μεγιστῆ διέπουσιν ἱρὸν ἄστυ, [9] καί μ’ ἐπίβωτον [11a] ἄγε δὴ φέρ’ ἡμὶν ὦ παῖ κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου [5] κυάθους ὡς ἂν †ὑβριστιῶς† ἀνὰ δηὖτε βασσαρήσω. [11b] ἄγε δηὖτε μηκέτ’ οὕτω πατάγωι τε κἀλαλητῶι Σκυθικὴν πόσιν παρ’ οἴνωι μελετῶμεν, ἀλλὰ καλοῖς [5] ὑποπίνοντες ἐν ὕμνοις. [12] ὦναξ, ὧι δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρῆ τ’ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι [5] δ’ ὑψηλὰς ὀρέων κορυφάς· γουνοῦμαί σε, σὺ δ’ εὐμενὴς ἔλθ’ ἡμίν, κεχαρισμένης δ’ εὐχωλῆς ἐπακούειν· Κλεοβούλωι δ’ ἀγαθὸς γένεο [10] σύμβουλος, τὸν ἐμόν γ’ ἔρω‐ [13] σφαίρηι δηὖτέ με πορφυρῆι βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλωι συμπαίζειν προκαλεῖται· [5] ἡ δ’, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ’ ἄλλην τινὰ χάσκει. [14] Κλεοβούλου μὲν ἔγωγ’ ἐρέω, Κλεοβούλωι δ’ ἐπιμαίνομαι, [15] ὦ παῖ παρθένιον βλέπων δίζημαί σε, σὺ δ’ οὐ κλύεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. [16] ἐγὼ δ’ οὔτ’ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτ’ ἔτεα πεντήκοντά τε κἀκατὸν [17] μεὶς μὲν δὴ Ποσιδηίων ἕστηκεν †νεφέλη δ’ ὕδωρ 〈 〉 βαρὺ δ’ ἄγριοι χειμῶνες κατάγουσι.† [18] τί μὲν πέτεαι συρίγγων κοϊλώτερα [19] σὲ γάρ φη Ταργήλιος ἐμμελέως δισκεῖν [20] πολλὰ δ’ ἐρίβρομον [21] ἀλλ’ ὦ τρὶς κεκορημένε Σμερδίη [22] σὺ γὰρ ἦς ἔμοι‐ γ’ ἀστεμφής [23] Λευκίππην ἔπι δίνεαι [24] ὁ δ’ ὑψηλὰ νενωμένος [25] οὔτ’ ἐμὴν ἁπαλὴν κάσιν· [26] οὐ δηὖτ’ †ἔμπεδός† εἰμι οὐδ’ ἀστοῖσι προσηνής· [27] ξανθῆι δ’ Εὐρυπύληι μέλει [28] ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα τῆι φίληι κωμάζων †παιδὶ ἁβρῆι†. [29] ψάλλω δ’ εἴκοσι †χορδαῖσι μάγαδιν† ἔχων, [30] τίς ἐρασμίην τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν ὀρχεῖται; [31] ἀρθεὶς δηὖτ’ ἀπὸ Λευκάδος [32] ἱπποθόρων δὲ Μυσοὶ εὗρον μεῖξιν ὄνων [33] ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφηις [34a] ὑποπόλιον γένειον χρυσοφαέννων, [34b] πτερύγων †ἢ ἀετοῖς† παραπετέσθω, [35] χαῖρε φίλον φῶς χαρίεντι μειδιῶν προσώπωι· [36a] εἶμι λαβὼν †εἰσάρας,† [36b] ἀσπίδα ῥίψας ποταμοῦ καλλιρόου παρ’ ὄχθας, [37] δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμήν [38] οἰνοχόει δ’ ἀμφίπολος μελιχρὸν [39] οὐδ’ ἀργυρῆ κω τότ’ ἔλαμπε Πειθώ. [40] ἐκ ποταμοῦ ’πανέρχομαι πάντα φέρουσα λαμπρά. [41] Σίμαλον εἶδον ἐν χορῶι πηκτίδ’ ἔχοντα καλήν. [42] τὸν μυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει. [43] πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα, καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρῆισι 〈–⏓–〉 βοός, νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν [5] κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῶι, πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην πώγωνά τ’ ἐκτετιλμένος· [10] νῦν δ’ ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματα †παῖς Κύκης† καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ [44] φίλη γάρ εἰς ξείνοισιν· ἔασον δέ με διψέοντα πιεῖν. [45] καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς. [46] νῦν δ’ ἀπὸ μὲν στέφανος πόλεως ὄλωλεν. [47] οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν [48] ὀρσόλοπος μὲν Ἄρης φιλεῖ μεναίχμην [49a] ἡδυμελὲς χαρίεσσα χελιδοῖ [49b] μνᾶται δηὖτε φαλακρὸς Ἄλεξις [50] πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν, χαρίεσσα δ’ οὐκέτ’ ἥβη πάρα, γηραλέοι δ’ ὀδόντες, [5] γλυκεροῦ δ’ οὐκέτι πολλὸς ⸏βιότου χρόνος λέλειπται· διὰ ταῦτ’ ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς· Ἀίδεω γάρ ἐστι δεινὸς [10] μυχός, ἀργαλῆ δ’ ἐς αὐτὸν κάτοδος· καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι. [51] φέρ’ ὕδωρ φέρ’ οἶνον ὦ παῖ φέρε 〈δ’〉 ἀνθεμόεντας ἡμὶν [52] πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. [53] ἀστραγάλαι δ’ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί [54] ἐκδῦσα κιθῶνα δωριάζειν [55] παρὰ δηὖτε Πυθόμανδρον κατέδυν Ἔρωτα φεύγων. [56] διὰ δηὖτε Καρικουργέος [57a] ἔραμαι 〈δέ〉 τοι συνηβᾶν χαρίεν γὰρ †ἔχεις ἦθος.† [57b] καλὸν εἶναι τῶι Ἔρωτι τὰ δίκαιά φησιν. [57c] ἐμὲ γὰρ †λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν· χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δ’ οἶδα λέξαι. [58] ἀσήμων ὑπὲρ ἑρμάτων φορέομαι. [59] νεότης τε κὐγιείη [60] χθόνιον δ’ ἐμαυτὸν † ἦρεν. [61] ἀπὸ δ’ ἐξείλετο θεσμὸν μέγαν, [62] ἀλλὰ πρόπινε [63] ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν ὅς τ’ ἐν ὕληι κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. [64] καθαρῆι δ’ ἐν κελέβηι πέντε 〈τε〉 καὶ τρεῖς ἀναχείσθω. [65] ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσωι [66a] ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδάμα τῶνδε, [66b] Διονύσου σαῦλαι Βασσαρίδες [67] οὐ δηὖτέ μ’ ἐάσεις μεθύοντ’ οἴκαδ’ ἀπελθεῖν [68] μεγάλωι δηὖτέ μ’ Ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίηι δ’ ἔλουσεν ἐν χαράδρηι. [69] ἀπέκειρας δ’ ἁπαλῆς κόμης ἄμωμον ἄνθος· [70] Σικελὸν κότταβον ἀγκύληι †δαΐζων† [71] ἐγὼ δὲ μισέω πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς καὶ χαλεπούς· μεμάθηκά ς’, ὦ Μεγιστῆ, [72] πῶλε Θρηικίη, τί δή με [1] λοξὸν ὄμμασι βλέπουσα νηλέως φεύγεις, δοκεῖς δέ [2] μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι [3] τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμί [4] ς’ ἀμφὶ τέρματα δρόμου· [5] νῦν δὲ λειμῶνάς τε βόσκεαι [5] κοῦφά τε σκιρτῶσα παίζεις, δεξιὸν γὰρ ἱπποπείρην [6] οὐκ ἔχεις ἐπεμβάτην. [73] κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα [74] ἀλκίμων ς’ ὦ ’ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· [75] εὖτέ μοι λευκαὶ μελαίνηις’ ἀναμεμείξονται τρίχες, [76] αἱ δέ μεο φρένες ἐκκεκωφέαται· [77] Θρηικίην σίοντα χαίτην [78] κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγον [79] καὶ θάλαμος ἐν †ὧι κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο. [80] ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες [81] πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. [82] μηδ’ ὥστε κῦμα πόντιον λάλαζε, τῆι πολυκρότηι σὺν Γαστροδώρωι καταχύδην [83] ἐρέω τε δηὖτε κοὐκ ἐρέω καὶ μαίνομαι κοὐ μαίνομαι. [84] ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω. [85] λίην δὲ δὴ λιάζεις [86] κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν ἥσυχος κατεύδει. [87] κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι [88] ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι τῶι λευκολόφωι μεστὸν ἐξέπινον, [89] στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην· [90] κατηρεφέες παντοίων ἀγαθῶν [91] χεῖρά τ’ ἐν ἠγάνωι βαλεῖν [92] ἐγὼ δ’ ἀπ’ αὐτῆς †φεύγω† ὥστε κόκκυξ. [93] βούλεται †ἀπεροπὸς† ἡμὶν εἶναι· [94] πλέξαντες μηροῖσι† πέρι μηρούς [95] †ὁρᾶν ἀεὶ† λίην πολλοῖσι γὰρ μέλεις. [96a] διὰ δὲ δειρὴν ἔκοψε μέσην [96b] κὰδ δὲ λῶπος ἐσχίσθη [97] κωμάζει †δὲ ὡς ἂν δεῖ† Διόνυσος, [98] †μελαμφύλλωι δάφναι χλωρᾶι τ’ ἐλαίαι τανταλίζει† [100] ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες ἐφ’ οὓς τὰ βέλη κυκλώσεσθε. [102] ἁλιπόρφυρον ῥέγος· [103] ἄστυ Νυμφέων [104] ἐπίσταται τυραννικά, [105] ἔρωτα πίνων [106] ἥλιε καλλιλαμπέτη [107] κόρωνα βαίνων [108] κωτίλη χελιδών [109] οἰνηρὸς θεράπων [110] οἰνοπότις γυνή, [111] ῥαδινοὺς πώλους [112] ῥεραπισμένωι νώτωι [113] σαῦλα βαίνειν, [114] τακερὸς δ’ Ἔρως [115] φόρτον Ἔρωτος, [116] ἁβρός· [118] Ἀθαμαντίδα [120] τὠκινάκηι, [121] ἀκταινῶσαι· [122] ἀμιθά〈σ〉· [123] ἀνήλατος, [125] αὐτάγητοι· [126] Βάθυλλος [128] γονυκρότους [129] δίτοκον [130] ἐξυνῆκεν, [131] ἧσε [133] ἱρωστί, [134] κάλυκας [135] καταπτύστην [136] λυδοπαθεῖς, [138] Πολυκράτης [139] σαλαΐζειν [140] ὕμνον [141] Φίλλος· [142] χαριτόεις [156] . . . . . [1] []ασ̣[ [ ]ε̣λ̣ι.[...].αν̣[ [ ἀμφο]τερα[...]σχερ̣[ [ ].στ̣ο̣π̣[..]ο̣να[ [5] το δόρυ ουσ̣[.]κ̣α̣ι̣.α̣[.]α̣νακ̣[ ἐν̣ Παρθενείοις· πα[ῖς δ’] Ἀστερ[οπαίου γε‐ γένημαι, ὅς πο̣[.].θ̣ια.ν[..]ας ἀμ[φοτέραι‐ σι χερσὶ ῥῖπτεν καὶ [..]α̣μ̣[ ὁ̣ δὲ χαλκέοις θ̣ρασυ̣[ [10] π̣εην̣⟦ν̣⟧ χὠμοπτο̣λι[ μάχαι θαυμαινετ̣..[ λεων ἱέντα ῥόμ[βον [160a] Ἄβδηρα καλὴ Τηίων ἀποικίη. [160b] ἕκητι Συλοσῶντος εὐρυχωρίη. [160c] αἰνοπαθῆ πατρίδ’ ἐπόψομαι