# Ἀποσπάσματα *Fragments* **Author:** Ἄνδρων ὁ Ἁλικαρνασσεύς *Andron of Halicarnassus* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1-9** | ΣΥΓΓΕΝΕΙΑΙ. (ἹΣΤΟΡΙΑΙ.) | | **1** | Tzetzes Lyc. 894: Ἄνδρων δὲ ὁ Ἁλικαρνασσεὺς Ὠκεανόν φησι γῆμαι δύο γυναῖκας, Πομφολύγην καὶ Παρθενόπην, ἐξ ὧν τέσσαρας θυγατέρας γεννᾷ, τῆς μὲν Ἀσίαν καὶ Λιβύην, θατέρας δὲ Εὐρώπην καὶ | | **5** | Θρᾴκην, ἀφ’ ὧν λέγει καὶ κληθῆναι τὰς χώρας. | | **2a** | Etym. M.: Παρνασὸς, ὄρος ἐστὶ Δελ‐ φῶν, ἀπὸ Παρνασοῦ ἐγχωρίου ἥρωος. Ἄνδρων δέ φη‐ σιν, ἐπειδὴ προσώρμισεν ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ μὲν πρότερον Λαρνησσὸς ἐκαλεῖτο, ὕστερον δὲ | | **5** | κατ’ ἐναλλαγὴν τοῦ λ εἰς π, Παρνασσός. | | **2b** | Schol. Apoll. Rh. II, 705: Ὠνομάσθη δὲ Παρ‐ νασσὸς ἀπὸ Παρνησσοῦ τοῦ ἐγχωρίου ἥρωος, ὡς Ἑλ‐ λάνικος. Ἄνδρων δὲ, ἐπεὶ προσωρμίσθη ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τοπρότερον Λαρνασσὸς ἐκαλεῖτο, | | **5** | ὕστερον δὲ κατὰ φθορὰν τοῦ στοιχείου Παρνασσός. | | **3** | Steph. Byz. Δώρων: Καὶ οἱ Κρῆτες Δωριεῖς ἐκα‐ λοῦντο· Δωριέες τε τριχάϊκες, δῖοί τε Πελασγοί (Od. XIX, 177). Περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασι‐ | | **5** | λεύοντος, Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμή‐ σαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος, νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν, τῶν οὐκ ἀπα‐ ράντων εἰς Τυρρηνίαν. | | **4** | Strabo X: Ἄλλη δ’ ἄλλων γλῶσσα μεμιγμένη· (φησὶν ὁ ποιητὴς) ἐν μὲν Ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, [Ἀχαιοὶ,] Δωριέες τε τριχάϊκες, δῖοί τε Πελασγοί .... | | **5** | Τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθο‐ νας ὑπάρξαι, εἰκός· τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας ἐλθεῖν φησὶν Ἄνδρων τῆς Δωρίδος μὲν πρό‐ τερον, νῦν δὲ τῆς Ἑστιαιώτιδος λεγομένης· ἐξ ἧς ὡρμή‐ θησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασὸν οἰκήσαντες | | **10** | Δωριεῖς· καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βόϊον καὶ | | **15** | ταλῶν· τριχάϊκας δὲ δέχονται, ἤτοι ἀπὸ τῆς τριλοφίας, ἢ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους ἐφαμίλλους. | | **5** | Schol. ad Il. Π 235: [Σελλοὶ ἀνιπτόποδες] Ἄνδρων δὲ ἐν Ἱστορίαις φησὶν οὕτως κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν. | | **6** | Strabo X: Οὐδ’ Ἑλλάνικος (fr. 103) Ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. Τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ αἱ Ἐχινά‐ δες, οἵ τε ἐνοικοῦντες Ἐπειοί τε ἐξ Ἤλιδος ἀφιγμένοι· | | **5** | διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον Φυλέως ἑταῖρον μεγαθύμων ἀρχὸν Ἐπειῶν καλεῖ· Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. Οὔτ’ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθ’ Ὅμηρον, οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί· | | **10** | τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες· καὶ οἱ μὲν ὑπὸ Ὀδυσσεῖ, οἱ δ’ ὑπὸ Μέ‐ γητι. Οἱ δὲ Παλεῖς Δουλίχιον ὑφ’ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης. | | **8** | Schol. Il. A, 52: Ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώ‐ ματα παρὰ τοῖς Ἕλλησιν αὕτη. Πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι’ ἀνάγκην ὑπὸ Ἡρα‐ κλέους. Συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον | | **5** | Ἡρακλέους διὰ τὸ Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν | | **10** | πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προΐεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. Τότε οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τε‐ | | **15** | λευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν, καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. Ἡ ἱστορία παρὰ Ἄνδρωνι. | | **9** | Eustathius ad Homeri Od. Δ, 517,: Ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ, ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα ὑφίσταται | | **5** | σις. | | |