# Ἀποσπάσματα *Fragments* **Author:** Ἀποκάλυψις Ἠλίου *Apocalypse of Elijah* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **frag a,col1** | (i Cor., 2, 9:) καθὼς γέγραπται ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς | | **5** | τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεός. | | **frag a,col2** | (1 Clem. Rom., 34, 8) λέγει γάρ· Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν τοῖς ὑπομέ‐ | | **5** | νουσιν αὐτόν. | | **frag b,col1** | ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγε‐ λίζεται τοῖς πεπιστευκόσιν· «οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν | | **5** | δύναμιν αὐτοῦ.» ποίαν, ὦ μακά‐ ριε, δόξαν, εἰπέ μοι· «ἣν ὀφ‐ θαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκου‐ σεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώ‐ που ἀνέβη· καὶ χαρήσονται ἐπὶ τῇ | | **10** | βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς αἰῶνας, ἀμήν.» | | **frag b,col2** | τότε «ἀπελεύσονται οἱ μὲν πονη‐ ροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι πορεύσονται εἰς ζωὴν αἰώνιον», κληρονομοῦντες ἐκεῖνα, «ἃ ὀφθαλ‐ | | **5** | μὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ χαρήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῇ ἐν | | **10** | Χριστῷ Ἰησοῦ. | | **frag c** | Ἐμφέρεται ἐν ἀποκρύφοις ὅτι Ἡλίας ὁ προφήτης εἶπε περὶ τοῦ Ἀντιχρί‐ στου· οἷος μέλλῃ τότε φαίνεσθαι· ἡ κεφαλὴ αὐτοῦ φλὸξ πυρός· ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς κέκραται αἵματος. Ὁ δὲ εὐώνυμος χαροπὸς ἔχων δύο κόρας, τὰ δὲ βλέφ[αρα] αὐτοῦ λευκά, τὸ δὲ χεῖλος αὐτοῦ τὸ κάτω μέγα· ὁ δεξιὸς | | **5** | αὐτοῦ μηρὸς λεπτός, καὶ οἱ πόδες αὐτοῦ πλατεῖς, τέθλασται δὲ ὁ μέγας δάκτυλος |