================================================================================ Τετάρτη Ἀποκάλυψις Ἔσδρα Fourth Apocalypse of Ezra Ἀποκάλυψις Ἔσδρα by Apocalypse of Ezra ================================================================================ ================================================================================ APOCALYPSIS ESDRAE QUARTA ================================================================================ [130] «διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ;» Ἔσ‐ [5] δρας ὁ προφήτης λέγει. [131] εἰ δὲ καὶ «πατέρες ὑπὲρ παί‐ δων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων», δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέ‐ [5] ται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ’ ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. [10] οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ «ἡ ἀλή‐ [132] οὐ δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἐνεργεῖσθαι, ἐπεὶ κἀν [5] τῇ 〈ἐπὶ〉 Ναβουχοδονόσορ αἰχμα‐ λωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περ‐ σῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενό‐ [10] μενος πάσας τὰς παλαιὰς αὖθις ἀνα‐