# Ἀποσπάσματα *Fragments* **Author:** Ἀπολλόδωρος ὁ Καρύστιος *Apollodorus of Carystus* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Amph tit** | ΑΜΦΙΑΡΕΩΣ. | | **Amph 1** | Ἐμβαλόντες, ὦ πονηρὲ σύ, εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που ἐφ’ ὑποζύγιον. | | **Ant tit** | ΑΝΤΕΥΕΡΓΕΤΩΝ. | | **Apol tit** | ΑΠΟΛΕΙΠΟΥΣΑ. | | **Apol 1** | Τὴν ἐπωμίδα | | **Apok tit** | ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ. | | **Gra tit** | ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ. | | **Gra 1** | Ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη | | **5** | ἄγροικος ἡμῶν, οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθόν ἔστ’ ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως ἡμᾶς κυλίνδους’ ὅντιν’ ἂν τύχῃ τρόπον; | | **10** | Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας αὐλουμένους ὡδί; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. | | **14** | * * * * | | **15** | Οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον. ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν; πίνειν Ἀθηναίους ἅπαντας, τοὺς μέχρι | | **20** | ἐτῶν τριάκοντ’ ἐξιέναι, τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα, στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, | | **25** | κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφή καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ | | **Dia tit** | ΔΙΑΒΟΛΟΣ. | | **Dia 1** | Καὶ κλείεθ’ ἡ θύρα μοχλοῖς· ἀλλ’ οὐδὲ εἷς τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν, δι’ ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται. | | **Dia 2** | Μέγα, ὦ Φορμίων, γλωττόκομον, οὐκ ὀφθαλμιῶ. | | **Hek tit** | ΕΚΥΡΑ. | | **Hek 1** | Ὀλίγαις ἐραστὴς γέγον’ ἑταίραις, ὦ Σύρα, | | **Hek 2** | Σύ με παντάπασιν ἡγεῖ λίθον. | | **Hek 4** | Οὕτως ἕκαστός ἐστι διὰ τὰ πράγματα ἢ σεμνὸς ἢ ταπεινός. | | **Enn tit** | ΕΝΝΕΑ. | | **Epi tit** | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ. | | **Epi 6** | * * * μόνος ἐπίσταται φιλεῖν φίλους. | | **Epi 8** | ἐγὼ γάρ εἰμι τῶν ἐμῶν ἐμὸς μόνος. | | **Hier tit** | ΙΕΡΕΙΑ. | | **Hier 1** | Καινόν γέ φασι Χαιρεφῶντ’ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων | | **5** | ἥκειν, δεδείπνηχ’, ὡς ἔοικεν, εἰσπεσών. | | **Proi tit** | ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ. | | **Proi 1** | Πλὴν τό γ’ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία | | **Sph tit** | ΣΦΑΤΤΟΜΕΝΗ. | | **Sph 1** | Καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. | | **Eif tit** | EX INCERTA FABULA. | | **Eif 1** | Οἶδ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι |