# Ἀποσπάσματα *Fragments* **Author:** Ἀρχέδικος *Archedicus the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Dia tit** | ΔΙΑΜΑΡΤΑΝΩΝ. | | **Dia 1** | Νικοστράτην τίν’ ἤγαγον πρώην σφόδρα γρυπήν, Σκοτοδείνην ἐπικαλουμένην, ὅτι δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. Β. δεῖνον καὶ δεινόν, ὦ θεοί. | | **The tit** | ΘΗΣΑΥΡΟΣ. | | **The 1** | Πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι· „δίδου κατὰ χειρός.“ „τοὔψον οἰχήσει λαβών.“ τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας | | **5** | ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα. | | **10** | εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος· ἐλαδίου κοτύλης τε παραναλωμένης σέσωκά μοι τρίκλινα πεντήκοντ’ ἴσως. | | **The 2** | Δραχμῶν τριῶν γλαυκίσκον . . . . γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ’. ὢ ταλαιπώρου βίου. | | **5** | κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν, πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’, ἀπηγξάμην. οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον. ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα, | | **10** | ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ’ ἀπωλλύμην, „κατέδοντ’ ἐκεῖνοι τοῦτο“ πρὸς ἐμαυτὸν λέγων, διαπυτιοῦς’ οἶνον δὲ τοιοῦτον χαμαί. |