# Ἀποσπάσματα *Fragments* **Author:** Ἄρχιππος ὁ Κωμικός *Archippus the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Amph tit** | ΑΜΦΙΤΡΥΩΝ. | | **Amph 1** | Καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν. | | **Amph 2** | Τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ; | | **Her tit** | ΗΡΑΚΛΗΣ ΓΑΜΩΝ. | | **Her 1** | Ἀνδρῶν ἄριστος καὶ μάλιστ’ ἐμοὶ ξένος, | | **Her 2** | Ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν, ταύρου τ’ αὐξίκερω φλογίδες, αἱ δολιχαί τε κάπρου φλογίδες. | | **Her 3** | Τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδας | | **Ich tit** | ΙΧΘΥΣ. | | **Ich 1** | Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ | | **Ich 3** | Αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, [εἶτα δοκιμάζειν] πάλιν. ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. | | **Ich 4** | Α. Τί λέγεις σύ; μάντεις εἰσι γὰρ θαλάσσιοι; | | **Ich 5-6** | Λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε. Κῆρυξ Θαλάσσης τρόφιμος, υἱὸς Πορφύρας. | | **Ich 8** | Καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν | | **Ich 9** | Ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφὼς τοῦ θεοῦ. | | **Ich 10** | Τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας. | | **Ich 11** | Ἐκήρυξεν βόαξ, σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων. | | **Ich 12** | Ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας. | | **Ich 13** | Κύαθον ἐπριάμην παρὰ Δαισίου. | | **Onou tit** | ΟΝΟΥ ΣΚΙΑ. | | **Onou 1** | Τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. | | **Plou tit** | ΠΛΟΥΤΟΣ. | | **Plou 1** | Ἔστιν δέ μοι πρόφασις καλῶς εὑρημένη· | | **Plou 2** | Α. Οἴμοι. Β τί [δήποτ’] ἐστί; μῶν ἔδακέ τί σε; Α. ἔδακε; κατὰ μὲν οὖν ἔφαγε κἀπέβρυξέ τις. Β. τίς ἡ πανουργία τε καὶ θεοσεχθρία; | | **Plou 3** | Νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος. | | **Plou 4** | Ῥαφίδα καὶ λίνον λαβὼν | | **Rhi tit** | ΡΙΝΩΝ | | **Rhi 1** | Ἀθῷος ἀποδὺς θοἱμάτιον ἀπέρχεται | | **IFF tit** | INCERTARUM FABULARUM FRAGMENTA. | | **IFF 1** | Ὡς ἡδὺ τὴν θάλατταν ἀπὸ τῆς γῆς ὁρᾶν ὦ μῆτέρ ἐστι μὴ πλέοντα μηδαμοῦ. | | **IFF 2** | Σκαφεῦσι κηπωροῖσι τοῖς τ’ ὀνηλάταις | | **IFF 4** | Ἀμαθὴς σοφός, δίκαιος ἄδικος. |