================================================================================ Ἀποσπάσματα Fragment Ἀρίφρων ὁ Σικυώνιος by Ariphron of Sicyon ================================================================================ Ὑγίεια βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων ξυνείης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων [5] οὓς κρυφίοις Ἀφροδίτας ἕρκεσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε καὶ λάμπει Χαρίτων ὀάροις· [10] σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.