================================================================================ Λυσιστράτη Lysistrata Ἀριστοφάνης ὁ Ἀθηναῖος by Aristophanes of Athens ================================================================================ [1] [1] Ἀλλ’ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ’ς Πανὸς ἢ ’πὶ Κωλιάδ’ εἰς Γενετυλλίδος, οὐδ’ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. Νῦν δ’ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή· [5] πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. Χαῖρ’, ὦ Κλεονίκη. [6] [6] Καὶ σύ γ’, ὦ Λυσιστράτη. Τί συντετάραξαι; Μὴ σκυθρώπαζ’, ὦ τέκνον· οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. [10] καὶ πόλλ’ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι— [12] Καὶ γάρ ἐσμεν νὴ Δία. [15] εὕδουσι κοὐχ ἥκουσιν. [15] Ἀλλ’, ὦ φιλτάτη, ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος. Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ’ ἐκύπτασεν, ἡ δ’ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον [20] Ἀλλ’ ἕτερα τἄρ’ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς. [21] Τί δ’ ἐστίν, ὦ φίλη Λυσιστράτη, ἐφ’ ὅ τι ποθ’ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς; Τί τὸ πρᾶγμα; Πηλίκον τι; [23] Μέγα. [23] Μῶν καὶ παχύ; [24] Κᾆτα πῶς οὐχ ἥκομεν; [25] Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν. Ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητημένον πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον. [30] ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. [35] Βοιωτίους τε πάντας ἐξολωλέναι. [40] αἵ τ’ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων [45] καὶ Κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας; [49] Ὥστε τῶν νῦν μηδένας [Lys . (50)] ἀνδρῶν ἐπ’ ἀλλήλοισιν αἴρεσθαι δόρυ— [52] Κιμβερικὸν ἐνδύσομαι. [53] Κτήσομαι περιβαρίδας. [55] Οὐ γὰρ μὰ Δί’ ἀλλὰ πετομένας ἥκειν πάλαι. [59] Ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι [60] ἐπὶ τῶν κελήτων διαβεβήκας’ ὄρθριαι. [63] Ἡ γοῦν Θεογένους ὡς δεῦρ’ ἰοῦσα τἀκάτειον ᾔρετο. [65] Ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. [66] Ἰοὺ ἰού, πόθεν εἰσίν; [67] Ἀναγυρουντόθεν. [67] Νὴ τὸν Δία· ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. [69] Μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη; [70] Τί φῄς; Τί σιγᾷς; [70] Οὔ ς’ ἐπαινῶ, Μυρρίνη, ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. [75] τάς τ’ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν. [76] Πολὺ σὺ κάλλιον λέγεις. Ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. Ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ. Οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται. [80] Ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. Κἂν ταῦρον ἄγχοις. [81] [81] Μάλα γ’, οἰῶ, ναὶ τὼ σιώ· γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. [85] Ἡδὶ δὲ ποδαπὴ ’σθ’ ἡ νεᾶνις ἁτέρα; [87] Νὴ Δί’ ὡς Βοιωτία καλόν γ’ ἔχουσα τὸ πεδίον. [88] Καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη. [90] Τίς δ’ ἁτέρα παῖς; [90] Χαἵα ναὶ τὼ σιώ, Κορινθία δ’ αὖ. [91] Χαΐα νὴ τὸν Δία δήλη ’στὶν οὖσα ταυταγὶ τἀντευθενί. [94] Ἥδ’ ἐγώ. [94] Μύσιδδέ τοι [95] ὅ τι λῇς ποθ’ ἁμέ. [95] Νὴ Δί’, ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ’ ἐστί σοι. [98] Ὅ τι βούλει γε σύ. [Lys . (100)] ἐπὶ στρατιᾶς ἀπόντας; Εὖ γὰρ οἶδ’ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ. [105] Ὁ δ’ ἐμός γα, καἴ κ’ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα. [110] ὃς ἦν ἂν ἡμῖν σκυτίνη ’πικουρία. Ἐθέλοιτ’ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ’ ἐγώ, μετ’ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; [112] Νὴ τὼ θεὼ ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν. [115] Ἐγὼ δέ γ’ ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ, δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ. [120] Ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, [122] Τοῦ; φράσον. [122] Ποήσετ’ οὖν; [125] Τί μοι μεταστρέφεσθε; Ποῖ βαδίζετε; Αὗται, τί μοιμυᾶτε κἀνανεύετε; Τί χρὼς τέτραπται; Τί δάκρυον κατείβεται; Ποήσετ’ ἢ οὐ ποήσετ’; Ἢ τί μέλλετε; [130] Μὰ Δί’ οὐδ’ ἔγωγ’ ἄν, ἀλλ’ ὁ πόλεμος ἑρπέτω. [135] οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη. [136] Κἀγὼ βούλομαι διὰ τοῦ πυρός. [140] Ἀλλ’, ὦ φίλη Λάκαινα, —σὺ γὰρ ἐὰν γένῃ μόνη μετ’ ἐμοῦ, τὸ πρᾶγμ’ ἀνασωσαίμεσθ’ ἔτ’ 〈ἄν〉, — ξυμψήφισαί μοι. [142] Χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκας ὑπνῶν ἐστ’ ἄνευ ψωλᾶς μόνας. [145] Ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. [148] Πολύ γε νὴ τὼ θεώ. Εἰ γὰρ καθῄμεθ’ ἔνδον ἐντετριμμέναι, [Lys . (150)] κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ’ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσιείμεθ’, ἀλλ’ ἀπεχοίμεθα, σπονδὰς ποήσαιντ’ ἂν ταχέως, εὖ οἶδ’ ὅτι. [155] Ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα γυμνᾶς παραϊδὼν ἐξέβαλ’, οἰῶ, τὸ ξίφος. [160] Ἐὰν λαβόντες δ’ εἰς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς; [161] Ἀντέχου σὺ τῶν θυρῶν. [162] Παρέχειν χρὴ κακὰ κακῶς· οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. Κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ [165] ἀπεροῦσιν. Οὐ γὰρ οὐδέποτ’ εὐφρανθήσεται [170] τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν; [175] Ἀλλ’ ἔστι καὶ τοῦτ’ εὖ παρεσκευασμένον· καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. Ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. [180] Πάντ’ εὖ κ’ ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς. [185] Θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. [186] Λυσιστράτη, τίν’ ὅρκον ὁρκώσεις ποθ’ ἡμᾶς; [187] Ὅντινα; εἰς ἀσπίδ’, ὥσπερ, φασίν, Αἰσχύλος ποτέ, μηλοσφαγούσας. [189] Μὴ σύ γ’, ὦ Λυσιστράτη, [190] εἰς ἀσπίδ’ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. [193] Ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς; [194] Ἐγώ σοι νὴ Δί’, ἢν βούλῃ, φράσω. [195] Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν εἰς τὴν κύλικα μὴ ’πιχεῖν ὕδωρ. [Lys . (200)] Ὦ φίλταται γυναῖκες, 〈ὁ〉 κεραμὼν ὅσος. Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. [205] Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς. [210] λεγέτω δ’ ὑπὲρ ὑμῶν μί’ ἅπερ ἂν κἀγὼ λέγω· ὑμεῖς δ’ ἐπομεῖσθε ταῦτα κἀμπεδώσετε. Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ ἀνήρ— [215] ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Παπαῖ, ὑπολύεταί μου τὰ γόνατ’, ὦ Λυσιστράτη. [220] κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη— [225] Ἐὰν δέ μ’ ἄκουσαν βιάζηται βίᾳ— [230] Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. [235] εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ ἡ κύλιξ. [237] [237] Νὴ Δία. [238] Τὸ μέρος γ’, ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. [240] Τίς ὡλολυγά; [240] Τοῦτ’ ἐκεῖν’ οὑγὼ ’λεγον· αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. Ἀλλ’, ὦ Λαμπιτοῖ, σὺ μὲν βάδιζε καὶ τὰ παρ’ ὑμῖν εὖ τίθει, τασδὶ δ’ ὁμήρους κατάλιφ’ ἡμῖν ἐνθάδε. [245] Ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. [248] Ὀλίγον αὐτῶν μοι μέλει. Οὐ γὰρ τοσαύτας οὔτ’ ἀπειλὰς οὔτε πῦρ [Lys . (250)] ἥξους’ ἔχοντες ὥστ’ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ ’φ’ οἷσιν ἡμεῖς εἴπομεν. [254] Χώρει, Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς [255] κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας. [255] [256-257] Ἦ πόλλ’ ἄελπτ’ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ, φεῦ, [258-259] ἐπεὶ τίς ἄν ποτ’ ἤλπις’, ὦ Στρυμόδωρ’, ἀκοῦσαι [260] γυναῖκας, ἃς ἐβόσκομεν κατ’ οἶκον ἐμφανὲς κακόν, κατὰ μὲν ἅγιον ἔχειν βρέτας κατά τ’ ἀκρόπολιν ἐμὴν λαβεῖν, μοχλοῖς δὲ καὶ κλῄθροισιν [265] τὰ προπύλαια πακτοῦν; [265] Ἀλλ’ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν, ὦ Φιλοῦργε, ὅπως ἂν αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, ὅσαι τὸ πρᾶγμα τοῦτ’ ἐνεστήσαντο καὶ μετῆλθον, μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες [270] πάσας, ἀπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος. [270] [271-272] Οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἐμοῦ ζῶντος ἐγχανοῦνται· [273-274] ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος, [275] ἀπῆλθεν ἀψάλακτος, ἀλλ’ ὅμως Λακωνικὸν πνέων ᾤχετο θὤπλα παραδοὺς ἐμοί, σμικρὸν ἔχων πάνυ τριβώνιον, πινῶν ῥύπ’, ἀπαράτιλτος, [280] ἓξ ἐτῶν ἄλουτος. [280] [285] Μή νυν ἔτ’ ἐν 〈τῇ〉 τετραπόλει τοὐμὸν τροπαῖον εἴη. [285] | Ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. Χὤπως ποτ’ ἐξαμπρεύσομεν | Str. [290] τοῦτ’ ἄνευ κανθηλίου· ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον. Ἀλλ’ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μ’ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ. [295] Φῦ φῦ. [295] Ἰοὺ ἰοὺ τοῦ καπνοῦ. [295] | Ὡς δεινόν, ὦναξ Ἡράκλεις, προσπεσόν μ’ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει. Κἄστιν γε Λήμνιον τὸ πῦρ | Ant. [Lys . (300)] τοῦτο πάσῃ μηχανῇ· οὐ γὰρ 〈ἄν〉 ποθ’ ὧδ’ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. Σπεῦδε πρόσθεν εἰς πόλιν καὶ βοήθει τῇ θεῷ. Ἢ πότ’ αὐτῇ μᾶλλον ἢ νῦν, ὦ Λάχης, ἀρήξομεν; [305] Φῦ φῦ. [305] Ἰοὺ ἰοὺ τοῦ καπνοῦ. [305] [310] κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. Θώμεσθα δὴ τὸ φορτίον. Φεῦ τοῦ καπνοῦ, βαβαιάξ. Τίς ξυλλάβοιτ’ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατηγῶν; Ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται. [315] Σὸν δ’ ἔργον ἐστίν, ὦ χύρτα, τὸν ἄνθρακ’ ἐξεγείρειν, τὴν λαμπάδ’ ἡμμένην ὅπως παρὼν ἐμοὶ προσοίσει. Δέσποινα Νίκη, ξυγγενοῦ τῶν τ’ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς. [318] [319] Λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες, [320] ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον. [320] | Πέτου πέτου, Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω | Str. [324-325] ὑπό τ’ ἀνέμων ἀργαλέων [325] ὑπό τε γερόντων ὀλέθρων. Ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ; Νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία [328-329] μόλις ἀπὸ κρήνης ὑπ’ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου, [330] δούλαισιν ὠστιζομένη στιγματίαις θ’, ἁρπαλέως ἀραμένη, ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρους’ ὕδωρ βοηθῶ. [334] [335] Ἤκουσα γὰρ τυφογέρον‐ τας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας εἰς πόλιν ὡς τριτάλαντα βάρος, δεινότατ’ ἀπειλοῦντας ἐπῶν [340] ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν. Ἅς, ὦ θεά, μή ποτ’ ἐγὼ πιμπραμένας ἴδοιμι, [342-343] ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας· [344] ἐφ’ οἷσπερ, ὦ χρυσολόφα [345] πολιοῦχε, σὰς ἔσχον ἕδρας. Καί σε καλῶ ξύμμαχον, ὦ Τριτογένει’, ἤν τις ἐκεί‐ νας ὑποπιμπρῇσιν ἀνήρ, φέρειν ὕδωρ μεθ’ ἡμῶν. [349] [Lys . (350)] Ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί· οὐ γάρ ποτ’ ἂν χρηστοί γ’ ἔδρων οὐδ’ εὐσεβεῖς τάδ’ ἄνδρες. [351] [355] Καὶ μὴν μέρος γ’ ἡμῶν ὁρᾶτ’ οὔπω τὸ μυριοστόν. [360] Εἰ νὴ Δί’ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον. [365] Ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. [370] Αἰρώμεθ’ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη. [375] Τοὐμὸν σὺ πῦρ κατασβέσεις; [375] Τοὔργον τάχ’ αὐτὸ δείξει. [378] Καὶ ταῦτα νυμφικόν γε. [379] Ἐλευθέρα γάρ εἰμι. [380] Σχήσω ς’ ἐγὼ τῆς νῦν βοῆς. [380] Ἀλλ’ οὐκέθ’ ἡλιάζει. [381] Σὸν ἔργον, ὦχελῷε. [382] Μῶν θερμὸν ἦν; [385] Ἀλλ’ αὗός εἰμ’ ἤδη τρέμων. [386] [387] Ἆρ’ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ’ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, [390] οὗ ’γώ ποτ’ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; Ἔλεγεν ὁ μὴ ὥρασι μὲν Δημόστρατος πλεῖν εἰς Σικελίαν, ἡ γυνὴ δ’ ὀρχουμένη «Αἰαῖ Ἄδωνιν» φησίν. Ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων, [395] ἡ δ’ ὑποπεπωκυῖ’ ἡ γυνὴ ’πὶ τοῦ τέγους «Κόπτεσθ’ Ἄδωνιν» φησίν. Ὁ δ’ ἐβιάζετο, ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. Τοιαῦτ’ ἀπ’ αὐτῶν ἐστιν ἀκολαστήματα. [Lys . (400)] Αἳ τἄλλα θ’ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. [405] ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ’ ἀπ’ αὐτῶν βλαστάνει βουλεύματα. Οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί· «Ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας [410] ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. Ἐμοὶ μὲν οὖν ἔστ’ εἰς Σαλαμῖνα πλευστέα· σὺ δ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.» Ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει [415] νεανίαν καὶ πέος ἔχοντ’ οὐ παιδικόν· «Ὦ σκυτοτόμε, μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν, ἅθ’ ἁπαλὸν ὄν· τοῦτ’ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.» [420] Τοιαῦτ’ ἀπήντηκ’ εἰς τοιαυτὶ πράγματα, ὅτ’ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως [425] ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. Τί κέχηνας, ὦ δύστηνε; Ποῖ δ’ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ’ ἢ καπηλεῖον σκοπῶν; Οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετ’; Ἐνθενδὶ δ’ ἐγὼ [430] ξυνεκμοχλεύσω. [430] Μηδὲν ἐκμοχλεύετε· ἐξέρχομαι γὰρ αὐτομάτη. Τί δεῖ μοχλῶν; Οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. [435] Εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται. [440] τὴν χεῖρ’ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. [445] Τουτὶ τί ἦν; Ποῦ τοξότης; Ταύτης ἔχου. Παύσω τιν’ ὑμῶν τῆσδ’ ἐγὼ τῆς ἐξόδου. [Lys . (450)] Ἀτὰρ οὐ γυναικῶν οὐδέποτ’ ἔσθ’ ἡττητέα ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι, ξυνταξάμενοι. [452] Νὴ τὼ θεὼ γνώσεσθ’ ἄρα ὅτι καὶ παρ’ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. [455] Ἀποστρέφετε τὰς χεῖρας αὐτῶν, ὦ Σκύθαι. [460] οὐ λοιδορήσετ’, οὐκ ἀναισχυντήσετε; Παύσασθ’, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. [465] χολὴν ἐνεῖναι; [465] Νὴ τὸν Ἀπόλλω καὶ μάλα [470] ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ’ ἄνευ κονίας; [475] ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ. [475] [476-477] Ὦ Ζεῦ, τί ποτε χρησόμεθα τοῖσδε κνωδάλοις; [478] Οὐ γὰρ ἔτ’ ἀνεκτὰ τάδε γ’, ἀλλὰ βασανιστέον τόδε σοι τὸ πάθος μετ’ ἐμοῦ, [480] ὅ τι βουλόμεναί ποτε τὴν Κραναὰν κατέλαβον, ἐφ’ ὅ τι τε μεγαλόπετρον, ἄβατον ἀκρόπολιν, ἱερὸν τέμενος. [483] Ἀλλ’ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους· [485] ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας. [489] Καὶ τἄλλα γε πάντ’ ἐκυκήθη. [490] Ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες ἀεί τινα κορκορυγὴν ἐκύκων. Οἱ δ’ οὖν τοῦδ’ οὕνεκα δρώντων ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτ’ οὐκέτι μὴ καθέλωσιν. [493] Τοῦτό μ’ ἐρωτᾷς; Ἡμεῖς ταμιεύσομεν αὐτό. [494] Τί 〈δὲ〉 δεινὸν τοῦτο νομίζεις; [495] Οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; [496] Πῶς οὐ ταὐτόν; [496] Πολεμητέον ἔστ’ ἀπὸ τούτου [497] Πῶς γὰρ σωθησόμεθ’ ἄλλως; [498] Ὑμεῖς; [498] Ἡμεῖς μέντοι. [498] Σχέτλιόν γε. [499] Δεινόν 〈γε〉 λέγεις. [499] Ἀγανακτεῖς, [Lys . (500)] ἀλλὰ ποητέα ταῦτ’ ἐστὶν ὅμως. [Lys . (500)] Νὴ τὴν Δήμητρ’ ἄδικόν γε. [501] Κεἰ μὴ δέομαι; [501] Τοῦδ’ οὕνεκα καὶ πολὺ μᾶλλον. [503] Λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς. [503] Ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν. [504] Ἀλλ’ οὐ δύναμαι· χαλεπὸν γὰρ [505] ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. [505] Κλαύσει τοίνυν πολὺ μᾶλλον. [506] Ταῦτα ποήσω. Ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ χρόνον ἠνεσχόμεθ’ 〈ὑμῶν〉 ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ’ ἐποεῖτε· —οὐ γὰρ γρύζειν εἰᾶθ’ ἡμᾶς, —καίτοὐκ ἠρέσκετέ γ’ ἡμᾶς. [510] Ἀλλ’ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα· εἶτ’ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ’ ἂν γελάσασαι «Τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερον ὑμῖν;» — «Τί δὲ σοὶ τοῦτ’;» ἦ δ’ ὃς ἂν ἁνήρ· [515] «οὐ σιγήσει;» —κἀγὼ ’σίγων. [515] Ἀλλ’ οὐκ ἂν ἐγώ ποτ’ ἐσίγων. [516] Τοιγάρ〈τοὔγωγ’ ἂν〉 ἐσίγων. 〈Ἑτέρου δ’〉 ἕτερόν τι πονηρότερον βούλευμ’ ἐπεπύσμεθ’ ἂν ὑμῶν· εἶτ’ ἠρόμεθ’ ἄν· «Πῶς ταῦτ’, ὦνερ, διαπράττεσθ’ ὧδ’ ἀνοήτως;» [520] ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· «πόλεμος δ’ ἄνδρεσσι μελήσει.» [521] Πῶς ὀρθῶς, ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; Ὅτε δὴ δ’ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη· «Οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ.» — «Μὰ Δί’ οὐ δῆτ’,» εἶφ’ ἕτερός τις, — [525] μετὰ ταῦθ’ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. Ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; Ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ’ ἀντακροᾶσθαι κἀντισιωπᾶν ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. [529] Σιώπα. [530] Σοί γ’, ὦ κατάρατε, σιωπῶ ’γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; Μή νυν ζῴην. [531] Ἀλλ’ εἰ τοῦτ’ ἐμπόδιόν σοι, παρ’ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα. [535] Καὶ τουτονγὶ τὸν καλαθίσκον. Κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων· πόλεμος δὲ γυναιξὶ μελήσει. [540] ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. | Ἐγὼ γὰρ οὔποτ’ ἂν κάμοιμ’ ὀρχουμένη, οὐδὲ γόνατ’ ἂν κόπος ἕλοι με καματήριος. Ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’, αἷς | Ant. [545] ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι τὸ σοφόν, ἔνι 〈δὲ〉 φιλόπολις ἀρετὴ φρόνιμος. [547] [549] Ἀλλ’, ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν, [Lys . (550)] χωρεῖτ’ ὀργῇ καὶ μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε. [555] Τί ποησάσας; [555] Ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους. [556] Νὴ τὴν Παφίαν Ἀφροδίτην. [559] Καὶ μὴν τό γε πρᾶγμα γέλοιον, [560] ὅταν ἀσπίδ’ ἔχων καὶ Γοργόνα τις κᾆτ’ ὠνῆται κορακίνους. [565] Πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι; [566] Φαύλως πάνυ. [566] Πῶς; Ἀπόδειξον. [570] διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ, τὸ δ’ ἐκεῖσε. [572] Κἂν ὑμῖν γ’ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ’ ἂν ἅπαντα. [574] Πρῶτον μὲν χρῆν, ὥσπερ πόκον, ἐν βαλανείῳ [575] ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως, ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι· εἶτα ξαίνειν εἰς καλαθίσκον κοινὴν εὔνοιαν ἅπαντας [580] καταμειγνύντας· τούς τε μετοίκους κεἴ τις ξένος ᾖ φίλος ὑμῖν, [585] δεῦρο ξυνάγειν καὶ ξυναθροίζειν εἰς ἕν, κἄπειτα ποῆσαι τολύπην μεγάλην κᾆτ’ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. [588] Καὶ μήν, ὦ παγκατάρατε, πλεῖν ἢ τὸ διπλοῦν αὐτοῦ φέρομεν. Πρώτιστον μέν γε τεκοῦσαι [590] κἀκπέμψασαι παῖδας ὁπλίτας— [590] Σίγα, μὴ μνησικακήσῃς. [594] Μὰ Δί’ ἀλλ’ οὐκ εἶπας ὅμοιον. [595] Ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός, κἂν τούτου μὴ ’πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται. [Lys . (600)] Χωρίον ἐστίν· σορὸν ὠνήσει· μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. Λαβὲ ταυτὶ καὶ στεφάνωσαι. [605] Τοῦ δεῖ; Τί ποθεῖς; Χώρει ’ς τὴν ναῦν· ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι. [610] ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. [613] [Οὐκέτ’ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ’ ἐλεύθερος.] Str. [615] Ἀλλ’ ἐπαποδυώμεθ’, ὦνδρες, τουτῳὶ τῷ πράγματι. Ἤδη γὰρ ὄζει ταδὶ πλειόνων καὶ μειζόνων πραγμάτων μοι δοκεῖ, [618-619] καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος· [620] καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς [621-622] δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους [623] τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθ’ ἡμῶν τόν τε μισθόν, [625] ἔνθεν ἔζων ἐγώ. [625] Δεινὰ γάρ τοι τάσδε γ’ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. [630] Ἀλλὰ ταῦθ’ ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι. Ἀλλ’ ἐμοῦ μὲν οὐ τυραννεύσους’, ἐπεὶ φυλάξομαι καὶ «φορήσω τὸ ξίφος» τὸ λοιπὸν «ἐν μύρτου κλαδί,» ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ’ ἑστήξω παρ’ αὐτόν· αὐτὸ γάρ μοι γίγνεται [635] τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον. [635] | Οὐκ ἄρ’ εἰσιόντα ς’ οἴκαδ’ ἡ τεκοῦσα γνώσεται. Ἀλλὰ θώμεσθ’, ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί. Ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων κατάρχομεν τῇ πόλει χρησίμων· | Ant. [640] εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με· [641-642] Ἑπτὰ μὲν ἔτη γεγῶς’ εὐθὺς ἠρρηφόρουν· [643-644] εἶτ’ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι· [645] κᾆτ’ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· κἀκανηφόρουν ποτ’ οὖσα παῖς καλὴ ’χους’ ἰσχάδων ὁρμαθόν. [647] Ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; Εἰ δ’ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, [Lys . (650)] ἢν ἀμείνω γ’ εἰσενέγκω τῶν παρόντων πραγμάτων. Τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω. Τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ’ ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτ’ ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς, [655] ἀλλ’ ὑφ’ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. Ἆρα γρυκτόν ἐστιν ὑμῖν; Εἰ δὲ λυπήσεις τί με, | Ταῦτ’ οὖν οὐχ ὕβρις τὰ πράγματ’ ἐστὶ πολλή; κἀπιδώσειν | Str. [660] μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. Ἀλλ’ ἀμυντέον τὸ πρᾶγμ’ ὅστις γ’ ἐνόρχης ἔστ’ ἀνήρ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐκδυώμεθ’, ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ’ οὐκ ἐντεθριῶσθαι πρέπει. Ἀλλ’ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ [665] Λειψύδριον ἤλθομεν ὅτ’ ἦμεν ἔτι, [666-669] νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι [670] πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε. [670] [671-672] Εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, [673] οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσους’ ἔτι [675] ναυμαχεῖν καὶ πλεῖν ἐφ’ ἡμᾶς, ὥσπερ Ἀρτεμισία. Ἢν δ’ ἐφ’ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας· ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. Τὰς Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψ’ ἐφ’ ἵππων μαχομένας τοῖς ἀνδράσιν. [680] Ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα. [681] | Εἰ νὴ τὼ θεώ με ζωπυ‐ ρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποήσω | Ant. [685] τήμερον τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. Ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα, [688-689] Νῦν πρὸς ἔμ’ ἴτω τις, ἵνα μήποτε φά‐ [690] γῃ σκόροδα, μηδὲ κυάμους μέλανας. [691-694] Ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, —ὑπερχολῶ γάρ, — [695] αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι. [695] Οὐ γὰρ ὑμῶν φροντίσαιμ’ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. Οὐ γὰρ ἔσται δύναμις, οὐδ’ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις, ὦ δύστην’, ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. [Lys . (700)] Ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλες’ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν, οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. Κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν [705] τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων. [705] Ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων; [710] Τί φῄς; Τί φῄς; [710] Ἀληθῆ, ἀληθῆ. [711-712] Τί δ’ ἐστὶ δεινόν; Φράζε ταῖς σαυτῆς φίλαις. [713] Ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ. [715] Βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου. [720] Τὴν μέν γε πρώην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ’ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ’ αὐτομολοῦσαν· τὴν δ’ ἐπὶ στρούθου μίαν ἤδη πέτεσθαι διανοουμένην κάτω [725] εἰς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. Πάσας τε προφάσεις ὥστ’ ἀπελθεῖν οἴκαδε ἕλκουσιν. Ἡδὶ γοῦν τις αὐτῶν ἔρχεται. Αὕτη σύ, ποῖ θεῖς; [728] [728] Οἴκαδ’ ἐλθεῖν βούλομαι. Οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια [730] ὑπὸ τῶν σέων κατακοπτόμενα. [730] Ποίων σέων; Οὐκ εἶ πάλιν; [731] Ἀλλ’ ἥξω ταχέως νὴ τὼ θεὼ ὅσον διαπετάσας’ ἐπὶ τῆς κλίνης μόνον. [734] Ἢν τούτου δέῃ. [735] [735] Τάλαιν’ ἐγώ, τάλαινα τῆς ἀμόργιδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ’. [736] Αὕτη ’τέρα ἐπὶ τὴν ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. Χώρει πάλιν δεῦρ’. [738] Ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγ’ ἀποδείρας’ αὐτίκα μάλ’ ἀνέρχομαι. [740] Μή, μἀποδείρῃς· ἢν γὰρ ἄρξῃς τουτουί, ἑτέρα γυνὴ ταὐτὸν ποεῖν βουλήσεται. [742] Ὦ πότνι’ Ἱλείθυ’, ἐπίσχες τοῦ τόκου ἕως ἂν εἰς ὅσιον μόλω ’γὼ χωρίον. [744] Αὐτίκα μάλα τέξομαι. [745] Ἀλλ’ οὐκ ἐκύεις σύ γ’ ἐχθές. [745] Ἀλλὰ τήμερον. Ἀλλ’ οἴκαδέ μ’ ὡς τὴν μαῖαν, ὦ Λυσιστράτη, ἀπόπεμψον ὡς τάχιστα. [747] Τίνα λόγον λέγεις; Τί τοῦτ’ ἔχεις τὸ σκληρόν; [748] Ἄρρεν παιδίον. [Lys . (750)] ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δ’ ἐγώ. Ὦ καταγέλαστ’, ἔχουσα τήνδ’ ἱερὰν κυνῆν κυεῖν ἔφασκες; [752] Καὶ κυῶ γε νὴ Δία. [753] Ἵνα μ’ εἰ καταλάβοι ὁ τόκος ἔτ’ ἐν πόλει, τέκοιμ’ εἰς τὴν κυνῆν [755] εἰσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. [760] Ἐγὼ δ’ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν’ ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κικκαβαζουσῶν ἀεί. [765] ἄγουσι νύκτας. Ἀλλ’ ἀνάσχεσθ’, ὦγαθαί, καὶ προσταλαιπωρήσατ’ ἔτ’ ὀλίγον χρόνον· ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν. Ἔστι δ’ ὁ χρησμὸς οὑτοσί. [769] Σιγᾶτε δή. [770] Ἀλλ’ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ’ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης— [773] Ἐπάνω κατακεισόμεθ’ ἡμεῖς; [775] ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ’ ὁτιοῦν καταπυγωνέστερον εἶναι. [780] ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν. [780] [Μῦθον βούλομαι λέξαι τιν’ ὑμῖν,] Str. [782-784] ὅν ποτ’ ἤκους’ αὐτὸς ἔτι παῖς ὤν. [785] Οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύ‐ [786-787] γων γάμον ἀφίκετ’ ἐς ἐρημίαν, κἀν [788] τοῖς ὄρεσιν ᾤκει· κᾆτ’ ἐλαγοθήρει [790] πλεξάμενος ἄρκυς, [καὶ κύνα τιν’ εἶχεν] [792-794] κοὐκέτι κατῆλθε πάλιν οἴκαδ’ ὑπὸ μίσους. [795] Οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς δ’ οὐδὲν ἧττον τοῦ Μελανίωνος, οἱ σώφρονες. [796] [Lys . (800)] Τὴν λόχμην πολλὴν φορεῖς. [804] [805] Κἀγὼ βούλομαι μῦθόν τιν’ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι. [807-809] Τίμων ἦν τις ἀίδρυτος ἀβάτοισι τὸ πρόσ‐ [810] ωπον εὖ σκώλοισι περιειργμένος, Ἐ‐ ρινύων ἀπορρώξ. Οὗτος οὖν ὁ Τίμων [813-814] ᾤχεθ’ ὑπὸ μίσους [815] πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. [816-819] Οὕτω κεῖνος ἡμῖν ἀντεμίσει τοὺς πονηροὺς [820] ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. [820] [825] Ἀλλ’ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντ’ αὐ‐ τὸν κομήτην, ἀλλ’ ἀπεψι‐ [830] ταχέως. [830] Τί δ’ ἐστίν; Εἰπέ μοι, τίς ἡ βοή; [835] Ποῦ δ’ ἐστίν, ὅστις ἐστί; [835] Παρὰ τὸ τῆς Χλόης. [837] Νὴ Δία ἔγωγε· κἄστιν οὑμὸς ἀνὴρ Κινησίας. [840] κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ’ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. [842] Καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω 〈σοὶ〉 παραμένους’ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. Ἀλλ’ ἀπέλθετε. [845] [845] Οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ’ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. [847] Ἐγώ. [848] Ἀνὴρ δῆτ’. [848] Οὐκ ἄπει δῆτ’ ἐκποδών; [849] Ἡμεροσκόπος. [Lys . (850)] Πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. [855] Ἀεὶ γὰρ ἡ γυνή ς’ ἔχει διὰ στόμα. Κἂν ᾠὸν ἢ μῆλον λάβῃ, «Κινησίᾳ τουτὶ γένοιτο,» φησίν. [857] Ὢ πρὸς τῶν θεῶν. [860] ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν. [861] Τί οὖν; Δώσεις τί μοι; [864] Ταχύ νυν πάνυ· [865] ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ’ξῆλθεν ἐκ τῆς οἰκίας, ἀλλ’ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδ’ ἐσθίων. Ἔστυκα γάρ. [870] Φιλῶ φιλῶ ’γὼ τοῦτον· ἀλλ’ οὐ βούλεται ὑπ’ ἐμοῦ φιλεῖσθαι. Σὺ δέ με τούτῳ μὴ κάλει. [873] Μὰ Δί’ ἐγὼ μὲν αὐτός’ οὔ. [875] Οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. [877] Μὴ δῆτ’, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον. Οὗτος, οὐ καλεῖς τὴν μαμμίαν; [879] Μαμμία, μαμμία, μαμμία. [880] Αὕτη, τί πάσχεις; Οὐδ’ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν; [883] Κατάβηθ’, ὦ δαιμονία, τῷ παιδίῳ. [885] Ἐμοὶ μὲν αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν· χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ’ αὐτὰ δή ’σθ’ ἃ καί μ’ ἐπιτρίβει τῷ πόθῳ. [890] φέρε σε φιλήσω, γλυκύτατον τῇ μαμμίᾳ. [893] Μὴ πρόσαγε τὴν χεῖρά μοι. [895] χεῖρον διατίθης. [895] Ὀλίγον αὐτῶν μοι μέλει. [897] Ἔμοιγε νὴ Δία. [Lys . (900)] Μὰ Δί’ οὐκ ἔγωγ’, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε. [901] Τοιγάρ, ἢν δοκῇ, ποήσομεν καὶ ταῦτα. [902] Τοιγάρ, ἢν δοκῇ, κἄγωγ’ ἄπειμ’ ἐκεῖσε· νῦν δ’ ἀπομώμοκα. [905] Οὐ δῆτα· καίτοι ς’ οὐκ ἐρῶ γ’ ὡς οὐ φιλῶ. [910] σὺ δ’ οὐ κατακλινεῖ; [910] Ποῦ γὰρ ἄν τις καί, τάλαν, δράσειε τοῦθ’; [911] Ὅπου; τὸ τοῦ Πανὸς καλόν. [915] Εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς. [916] Μηδαμῶς. Ἀρκεῖ χαμαὶ νῷν. [917] Μὰ τὸν Ἀπόλλω, μή ς’ ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί. [920] Ἰδού, κατάκεις’ ἁνύσας τι, κἀγὼ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ’ ἐξοιστέα. [922] Νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. [923] Δός μοί νυν κύσαι. [924] Παπαιάξ. Ἧκέ νυν ταχέως πάνυ. [925] Ἰδοὺ ψίαθος. Κατάκεισο, καὶ δὴ ’κδύομαι. Καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. [927] Νὴ Δί’ ἀλλ’ ἐγώ. [930] Ἅπαντα δῆτα. Δεῦρό νυν, ὦ χρυσίον. [933] Ἀλλὰ σισύραν οὐκ ἔχεις. [935] Ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι. [937] Ἀλλ’ ἐπῆρται τουτογί. [938] Μὰ τὸν Ἀπόλλω μή μέ γε. [940] Εἴθ’ ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα. [945] Ἀγαθόν· ἔα αὔτ’, ὦ δαιμονία. [945] Ληρεῖς ἔχων. [947] Ἀλλ’ ἕτερον ἔχω. Ἀλλ’ ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε μηδέν. [949] Ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν. [Lys . (950)] Ὑπολύομαι γοῦν. Ἀλλ’ ὅπως, ὦ φίλτατε, σπονδὰς ποεῖσθαι ψηφιεῖ. [951] Βουλεύσομαι. — [955] τῆς καλλίστης πασῶν ψευσθεία; Πῶς ταυτηνὶ παιδοτροφήσω; Ποῦ Κυναλώπηξ; Μίσθωσόν μοι τὴν τίτθην. [960] τείρει ψυχὴν ἐξαπατηθείς. Κἄγωγ’ οἰκτίρω ς’. Αἰαῖ. Ποῖος γὰρ 〈ἔτ’〉 ἂν νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ’ ὄρχεις, ποία δ’ ὀσφύς, ποῖος δ’ ὄρρος [965] κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους; [970] Μὰ Δί’ ἀλλὰ φίλη καὶ παγγλυκέρα. [971-972] Ποία γλυκερά; Μιαρὰ μιαρὰ δῆτ’, ὦ Ζεῦ. [973] Εἴθ’ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι [975] ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ’ αὖ πάλιν εἰς τὴν γῆν, [980] [980] Πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; Λῶ τι μυσίξαι νέον. [982] Τίς δ’ εἶ; πότερον ἄνθρωπος ἢ Κονίσαλος; [985] Κἄπειτα δόρυ δῆθ’ ὑπὸ μάλης ἥκεις ἔχων; [986] Ποῖ μεταστρέφει; Τί δὴ προβάλλει τὴν χλαμύδ’; Ἦ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ; [988] Ἀλεός γα ναὶ τὸν Κάστορα ὥνθρωπος. [989] Ἀλλ’ ἔστυκας, ὦ μιαρώτατε. [990] Οὐ τὸν Δί’ οὐκ ἔγωνγα· μηδ’ αὖ πλαδδίη, [991] Σκυτάλα Λακωνικά. [995] Ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι· 〈τὰν〉 πελλᾶν δὲ δεῖ. [998] Οὔκ, ἀλλ’ ἆρχε μέν, οἰῶ, Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ [Lys . (1000)] γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλαἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. [1002] Μογίομες· ἂν γὰρ τὰν πόλιν ἇπερ λυχνοφορίοντες ὑποκεκύφαμες. Ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν [1005] ἐῶντι, πρίν χ’ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιηὥμεσθα καττὰν Ἑλλάδα. [1010] πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί. Ἐγὼ δ’ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. [1015] οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις. [1020] γυμνὸν ὄνθ’ οὕτως. Ὅρα γὰρ ὡς καταγέλαστος εἶ. Ἀλλὰ τὴν ἐξωμίδ’ ἐνδύσω σε προσιοῦς’ ἐγώ. [1025] Κεἴ με μὴ ’λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον τοὐπὶ τὠφθαλμῷ λαβοῦς’ ἐξεῖλον ἄν, ὃ νῦν ἔνι. [1030] Ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ. Ἦ μέγ’, ὦ Ζεῦ, χρῆμ’ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. Οὐχ ὁρᾷς; Οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία; [1035] Ἀλλ’ ἀποψήσω ς’ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω. [1036] Μὴ φιλήσῃς. [1036] Ἤν τε βούλῃ γ’ ἤν τε μή. [1040] Ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ’ ὑφ’ ὑμῶν πείσομαι. Ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα. [1042] | Οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδέν’, ὦνδρες, | Str. 1. [1045] φλαῦρον εἰπεῖν οὐδὲ ἕν, [1046-1047] ἀλλὰ πολὺ τοὔμπαλιν πάντ’ ἀγαθὰ καὶ λέγειν καὶ [1048] δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα. Ἀλλ’ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, [Lys . (1050)] εἴ τις ἀργυρίδιον δεῖ‐ ται λαβεῖν, μνᾶς ἢ δύ’ ἢ τρεῖς· ὡς ἔσω ’στὶν κἄχομεν βαλλάντια. Κἄν ποτ’ εἰρήνη φανῇ, [1055] ὅστις ἂν νυνὶ δανείση‐ ται παρ’ ἡμῶν, ἢν λάβῃ μηκέτ’ ἀποδῷ. [1057] | Ἑστιᾶν δὲ μέλλομεν ξέ‐ νους τινὰς Καρυστίους, ἄν‐ | Str. 2. [1060] δρας καλούς τε κἀγαθούς. Κἄστιν ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ [1062-1064] τοῦτο τέθυχ’, ὥστε γεύσεσθ’ ἁπαλὰ καὶ καλά. [1065] Ἥκετ’ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὐ‐ τούς τε καὶ τὰ παιδί’, εἶτ’ εἴ‐ [1067] σω βαδίζειν, μηδ’ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς [1069] ὥσπερ οἴκαδ’ εἰς ἑαυτῶν [1070] γεννικῶς, ὡς ἡ θύρα κεκλείσεται. [1071] Καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας χωροῦς’, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. Ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε, [1075] εἶτ’ εἴπαθ’ ἡμῖν πῶς ἔχοντες ἥκετε. [1075] [1076] Τί δεῖ ποθ’ ὑμὲ πολλὰ μυσίδδην ἔπη; Ὁρῆν γὰρ ἔξεσθ’ ὡς ἔχοντες ἵκομες. [1080] Ἄφατα. Τί κα λέγοι τις; Ἀλλ’ ὅπα σέλει παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω. [1085] ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος. [1090] Μὰ Δί’ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. Ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ’ ὅπως οὐ Κλεισθένη βινήσομεν. [1095] Νὴ τὸν Δί’ εὖ μέντοι λέγεις. [1095] Ναὶ τὼ σιὼ παντᾶ γα. Φέρε τὸ ἔσθος ἀμβαλώμεθα. [Lys . (1100)] Ἄγε δή, Λάκωνες, αὔθ’ ἕκαστα χρὴ λέγειν. Ἐπὶ τί πάρεστε δεῦρο; [1101] Περὶ διαλλαγᾶν πρέσβης. [1102] Καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί. Τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην, [1105] Ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον. [1107] [1110] ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ’ ἐπέτρεψαν. [1111] [1115] Πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ’ αὐθαδικῇ, μηδ’ ὥσπερ ἡμῶν ἄνδρες ἀμαθῶς τοῦτ’ ἔδρων, ἀλλ’ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ. Ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. [1120] Ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε· οὗ δ’ ἂν διδῶσι, πρόσαγε τούτου λαβομένη. Ἄνδρες Λάκωνες, στῆτε παρ’ ἐμὲ πλησίον, ἐνθένδε δ’ ὑμεῖς, καὶ λόγων ἀκούσατε. Ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι. [1125] Αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς. Λαβοῦσα δ’ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος [1130] βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ—πόσους εἴποιμ’ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; — ἐχθρῶν παρόντων βαρβάρῳ στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. [1135] Εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται. [1140] ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; Ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. Ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. [1145] Ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπ’ εὖ πεπόνθατε; [Lys . (1150)] Οὐκ ἴσθ’ ὅθ’ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ’ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, καὶ ξυμμαχοῦντες τῇ τόθ’ ἡμέρᾳ μόνοι [1155] ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν; [1160] μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας; Τί δ’ οὐ διηλλάγητε; Φέρε, τί τοὐμποδών, [1163] Ποῖον, ὦ τᾶν; [1163] Τὰν Πύλον, τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες. [1165] Μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ’ οὐ δράσετε. [1166] Κᾆτα τίνα κινήσομεν; [1170] κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη. [1175] Ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. Ἀλλ’ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε. [1180] βινεῖν, ἅπασιν; [1180] Τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι. [1181] Καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις. [1185] Ὅρκους δ’ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. Κἄπειτα τὴν αὑτοῦ γυναῖχ’ ὑμῶν λαβὼν ἄπεις’ ἕκαστος. [1187] Ἀλλ’ ἴωμεν ὡς τάχος. [1188] Νὴ τὸν Δί’ ὡς τάχιστ’ ἄγε. [1188] [Στρωμάτων δὲ ποικίλων καὶ] Ant. 1. [1190] χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅς’ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ. Πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν [1195] χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν‐ θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι, [Lys . (1200)] Ὄψεται δ’ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει. [1202] | Εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἐστι, βόσκει δ’ οἰκέτας καὶ | Ant. 2. [1205] σμικρὰ πολλὰ παιδία, ἔστι παρ’ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ’ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας. Ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκους ἔχων καὶ [1210] κωρύκους· ὡς λήψεται πυ‐ ρούς. Ὁ Μανῆς δ’ οὑμὸς αὐτοῖς ἐμβαλεῖ. Πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν [1214] τὴν ἐμήν, ἀλλ’ [1215] εὐλαβεῖσθαι τὴν κύνα. [1215] [1220] ὑμῖν χαρίζεσθαι ταλαιπωρήσομεν. [1221] Χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν. [1225] Οὔπω τοιοῦτον συμπόσιον ὄπωπ’ ἐγώ. Ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί· ἡμεῖς δ’ ἐν οἴνῳ συμπόται σοφώτατοι. [1230] μεθυόντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. Νῦν μὲν γὰρ ὅταν ἔλθωμεν εἰς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν· ὥσθ’ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δ’ οὐ λέγουσι, ταῦθ’ ὑπονενοήκαμεν, [1235] ἀγγέλλομεν δ’ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. Νυνὶ δ’ ἅπαντ’ ἤρεσκεν· ὥστ’ εἰ μέν γέ τις ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον, ἐπῃνέσαμεν ἂν καὶ πρὸς ἐπιωρκήσαμεν. Ἀλλ’ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν [1240] εἰς ταὐτόν. Οὐκ ἐρρήσετ’, ὦ μαστιγίαι; [1245] Λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν· ὡς ἥδομαί γ’ ὑμᾶς ὁρῶν ὀρχουμένους. [1246] [1247-1248] Ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα, [1249] τὰν τεὰν Μῶἁν, ἅτις [Lys . (1250)] οἶδεν ἁμὲ τώς τ’ Ἀσαναί‐ ως, ὅκα τοὶ μὲν ἐπ’ Ἀρταμιτίῳ πρώκροον συείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ’ ἐνίκων· ἁμὲ δ’ αὖ Λεωνίδας [1255] ἆγεν ἇπερ τὼς κάπρως σά‐ γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δ’ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο‐ [1258-1259] λὺς δ’ ἁμᾶ καττῶν σκελῶν ἵετο. [1260] Ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. [1262-1263] Ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά, [1264] ποττὰς σπονδάς, [1265] ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. Νῦν δ’ [1266-1267] αὖ φιλία τ’ ἀὲς εὔπορος εἴη [1268-1269] ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ‐ [1270] λωπέκων παυαἵμεθα. Ὤ, δεῦρ’ ἴθι, δεῦρο, [1275] ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ στήτω παρ’ ἄνδρα, κᾆτ’ ἐπ’ ἀγαθαῖς ξυμφοραῖς ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα τὸ λοιπὸν αὖθις μὴ ’ξαμαρτάνειν ἔτι. [1278] [1280] ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον [1282-1283] εὔφρον’, ἐπὶ δὲ Νύσιον, [1284] ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται, [1285] Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ πότνιαν ἄλοχον ὀλβίαν· εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθ’ οὐκ ἐπιλήσμοσιν ἡσυχίας πέρι τῆς ἀγανόφρονος, [1290] ἣν ἐπόησε θεὰ Κύπρις. Ἀλαλαί, ἰὴ παιών. Αἴρεσθ’ ἄνω, ἰαί, ὡς ἐπὶ νίκῃ, ἰαί. Εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ. [1294] [1295] Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν. [1295] [1297-1298] Μῶἁ μόλε, 〈μόλε,〉 Λάκαινα, πρεπτὸν ἁμὶν [1299] κλέωἁ τὸν Ἀμύκλαις σιὸν [Lys . (1300)] καὶ Χαλκίοικον ἄνασσαν, Τυνδαρίδας τ’ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. Εἶα μάλ’ ἔμβη, ὢ εἶα κοῦφα πᾶλον, [1305] ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι καὶ ποδῶν κτύπος, 〈ὅχ’〉 ἇτε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρώταν [1310] ἀμπαδίοντι, πυκνὰ ποδοῖν ἀγκονίωαἱ, ταὶ δὲ κόμαι σείονται ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν. Ἁγῆται δ’ ἁ Λήδας παῖς [1315] ἁγνὰ χοραγὸς εὐπρεπής. [1316-1317] Ἀλλ’ ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη [1318-1319] ἇ τις ἔλαφος, κρότον δ’ ἁμᾶ ποίη χορωφελήταν, [1320-1321] καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.