================================================================================ Θεσμοφοριάζουσαι Women at the Thesmophoria Ἀριστοφάνης ὁ Ἀθηναῖος by Aristophanes of Athens ================================================================================ [1] [1] Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται; Ἀπολεῖ μ’ ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ. Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ’ ἐκβαλεῖν, παρὰ σοῦ πυθέσθαι ποῖ μ’ ἄγεις, ωὖριπίδη; [5] [5] Ἀλλ’ οὐκ ἀκούειν δεῖ σε πάνθ’ ὅς’ αὐτίκα ὄψει παρεστώς. [6] Πῶς λέγεις; Αὖθις φράσον. Οὐ δεῖ μ’ ἀκούειν; [7] Οὐχ ἅ γ’ ἂν μέλλῃς ὁρᾶν. [8] Οὐχ ἅ γ’ ἂν ἀκούειν δέῃ. [10] Οὐ φῂς σὺ χρῆναί μ’ οὔτ’ ἀκούειν οὔθ’ ὁρᾶν; [12] Εὖ ἴσθ’ ὅτι. [13] Οὕτω ταῦτα διεκρίθη τότε. Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο [15] καὶ ζῷ’ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, ᾧ μὲν βλέπειν χρὴ πρῶτ’ ἐμηχανήσατο ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο. [20] Νὴ τὸν Δί’ ἥδομαί γε τουτὶ προσμαθών. Οἷόν γέ πού ’στιν αἱ σοφαὶ ξυνουσίαι. [22] Πῶς ἂν οὖν πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ’ ὅπως ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει; [25] Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν. [25] Ἰδού. [26] Νὴ τὸν Ἡρακλέα οἶμαί γε. [27] Σίγα νυν. [27] Σιωπῶ τὸ θύριον. [28] Ἀκούω καὶ σιωπῶ τὸ θύριον. [30] ὁ τραγῳδοποιός. [30] Ποῖος οὗτος Ἁγάθων; Ἔστιν τις Ἀγάθων— [31] Μῶν ὁ μέλας, ὁ καρτερός; [32] Οὐχ ἑόρακα πώποτε. Μῶν ὁ δασυπώγων; [33] Οὐχ ἑόρακας πώποτε; [35] Καὶ μὴν βεβίνηκας σύ γ’, ἀλλ’ οὐκ οἶσθ’ ἴσως. Ἀλλ’ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας, προθυσόμενος, ἔοικε, τῆς ποήσεως. [39] Εὔφημος πᾶς ἔστω λαός, [40] στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ, κῦμα δὲ πόντου μὴ κελαδείτω [45] γλαυκόν— [45] Βομβάξ. [45] Σίγα. Τί λέγει; [48] Βομβαλοβομβάξ. [Thes . (50)] πρόμος ἡμέτερος— [Thes . (50)] Μῶν βινεῖσθαι; [51] Νήνεμος αἰθήρ. [55] καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγύλλει καὶ χοανεύει— [57] καὶ λαικάζει. [60] τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ συγγογγύλας καὶ συστρέψας τουτὶ τὸ πέος χοανεῦσαι. [65] Ἀγάθωνά μοι δεῦρ’ ἐκκάλεσον πάσῃ τέχνῃ. [70] Τί οὖν ἐγὼ δρῶ; [70] Περίμεν’, ὡς ἐξέρχεται. [75] Ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον. [76] Τῇδε θἠμέρᾳ κριθήσεται εἴτ’ ἔστ’ ἔτι ζῶν εἴτ’ ἀπόλωλ’ Εὐριπίδης. [80] ἐπείπερ ἐστὶ Θεσμοφορίων ἡ μέση. [84] Τιὴ τί δή; [85] Ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω. [89] Τί δράσοντ’; εἰπέ μοι. [90] Ἐκκλησιάσοντ’ ἐν ταῖς γυναιξὶ χἂν δέῃ λέξονθ’ ὑπὲρ ἐμοῦ. [91] Πότερα φανερῶς ἢ λάθρᾳ; [95] Σίγα. [95] Τί δ’ ἐστίν; [95] Ἁγάθων ἐξέρχεται. [96] 〈Ὅπου〉 ’στίν; Οὗτος οὑκκυκλούμενος. [Thes . (100)] Μύρμηκος ἀτραπούς, ἢ τί διαμινυρίζεται; [Thes . (100)] [101] Ἱερὰν Χθονίαιν δεξάμεναι λαμπάδα, κοῦραι, ξὺν ἐλευθέρᾳ πραπίδι χορεύσασθε βοάν. — (ὡς Χορός.) [104] Τίνι δαιμόνων ὁ κῶμος; [105] Λέγε νιν. Εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. — Ἄγετ’ ὦ κλῄζετε, Μοῦσαι, χρυσέων ῥύτορα τόξων Φοῖβον, ὃς ἱδρύσατο χώρας [110] γύαλα Σιμουντίδι γᾷ. — (ὡς Χορός.) [111] Χαῖρε καλλίσταις ἀοιδαῖς, Φοῖβ’, ἐν εὐμούσοισι τιμαῖς γέρας ἱερὸν προφέρων. — Τάν τ’ ἐν ὄρεσι δρυογόνοισιν [115] κόραν ἀείσατ’ Ἄρτεμιν ἀγροτέραν. — | Ἕπομαι κλῄζουσα σεμνὰν γόνον ὀλβίζουσα Λατοῦς, | (ὡς Χορός.) [120] Λατώ τε κρούματά τ’ Ἀσιάδος ποδὶ παράρυθμ’ εὔρυθμα, Φρυγίων διανεύματα Χαρίτων. — (ὡς Χορός.) [122] Σέβομαι Λατώ τ’ ἄνασσαν κίθαρίν τε ματέρ’ ὕμνων ἄρσενι βοᾷ δοκίμων. — [125] Τᾷ φάος ἔσσυτο δαιμονίοις ὄμμασιν, ἁμετέρας τε δι’ αἰφνιδί‐ ου ὀπός. Ὧν χάριν ἄνακτ’ ἄγαλλε Φοῖβον. — (ὡς Χορός.) [129] Χαῖρ’, ὄλβιε παῖ Λατοῦς. [129] [130] Ὡς ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες, καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστ’ ἐμοῦ γ’ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. Καί ς’, ὦ νεανίσκ’, εἴ τις εἶ, κατ’ Αἰσχύλον [135] ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. Ποδαπὸς ὁ γύννις; Τίς πάτρα; Τίς ἡ στολή; Τίς ἡ τάραξις τοῦ βίου; Τί βάρβιτος [140] Τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; Σύ τ’ αὐτός, ὦ παῖ, πότερον ὡς ἀνὴρ τρέφει; Καὶ ποῦ πέος; Ποῦ χλαῖνα; Ποῦ Λακωνικαί; Ἀλλ’ ὡς γυνὴ δῆτ’; Εἶτα ποῦ τὰ τιτθία; Τί φῄς; Τί σιγᾷς; Ἀλλὰ δῆτ’ ἐκ τοῦ μέλους [145] ζητῶ ς’, ἐπειδή γ’ αὐτὸς οὐ βούλει φράσαι; [Thes . (150)] ἃ δεῖ ποεῖν, πρὸς ταῦτα τοὺς τρόπους ἔχειν. Αὐτίκα γυναικεῖ’ ἢν ποῇ τις δράματα, μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ’ ἔχειν. [155] ἔνεσθ’ ὑπάρχον τοῦθ’. Ἃ δ’ οὐ κεκτήμεθα, μίμησις ἤδη ταῦτα συνθηρεύεται. [160] ἀγρεῖον ὄντα καὶ δασύν. Σκέψαι δ’ ὅτι Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος κἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν, ἐμιτροφόρουν τε κἀχλίδων Ἰωνικῶς. [165] αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπίσχετο· διὰ τοῦτ’ ἄρ’ αὐτοῦ καὶ κάλ’ ἦν τὰ δράματα. Ὅμοια γὰρ ποεῖν ἀνάγκη τῇ φύσει. [170] ὁ δ’ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποεῖ. [172] Πῶς, πρὸς τῶν θεῶν; [175] Μὰ τὸν Δί’, οὐ ζηλῶ σε τῆς παιδεύσεως. [176] Λέγε. [180] ἱκέτης ἀφῖγμαι πρὸς σέ. [180] Τοῦ χρείαν ἔχων; [185] ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ. Μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ. [190] ἔπειτα πολιός εἰμι καὶ πώγων’ ἔχω, σὺ δ’ εὐπρόσωπος, λευκός, ἐξυρημένος, γυναικόφωνος, ἁπαλός, εὐπρεπὴς ἰδεῖν. [193] Τί ἐστιν; [193] Ἐπόησάς ποτε· «Χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;» [195] Ἔγωγε. [195] Μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν. Καὶ γὰρ ἂν μαινοίμεθ’ ἄν. Ἀλλ’ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε. Τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν. [Thes . (200)] Καὶ μὴν σύ γ’, ὦ κατάπυγον, εὐρύπρωκτος εἶ οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν. [203] Πῶς; [203] Ὅπως; Δοκῶν γυναικῶν ἔργα νυκτερείσια [205] κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν. [208] Μὴ δόκει γε σύ. [209] Εὐριπίδη, [210] ὦ φίλτατ’, ὦ κηδεστά, μὴ σαυτὸν προδῷς. [211] Τοῦτον μὲν μακρὰ κλάειν κέλευ’, ἐμοὶ δ’ ὅ τι βούλει χρῶ λαβών. [214] Καὶ δὴ χαμαί. [215] Ἀτὰρ τί μέλλεις δρᾶν μ’; [215] Ἀποξυρεῖν ταδί, τὰ κάτω δ’ ἀφεύειν. [216] Ἀλλὰ πρᾶττ’, εἴ σοι δοκεῖ· ἢ μὴ διδόναι γ’ ἐμαυτὸν ὤφελον τότε. [219] Αὐτὸς λάμβανε [220] ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. [220] Γενναῖος εἶ. Κάθιζε· φύσα τὴν γνάθον τὴν δεξιάν. [222] Τί κέκραγας; Ἐμβαλῶ σοι πάτταλον, ἢν μὴ σιωπᾷς. [223] Ἀτταταῖ ἰατταταῖ. [224] Εἰς τὸ τῶν σεμνῶν θεῶν· [225] οὐ γὰρ μὰ τὴν Δήμητρ’ ἔτ’ ἐνταυθοῖ μενῶ τεμνόμενος. [226] Οὔκουν καταγέλαστος δῆτ’ ἔσει τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων; [228] Μηδαμῶς, πρὸς τῶν θεῶν, προδῷς με. Χώρει δεῦρο. [229] Κακοδαίμων ἐγώ. [230] Ἔχ’ ἀτρέμα σαυτὸν κἀνάκυπτε. Ποῖ στρέφει; [231] Τί μύζεις; Πάντα πεπόηται καλῶς. [234] Εἰ δοκεῖ, φέρε. [235] Ὁρᾷς σεαυτόν; [235] Οὐ μὰ Δί’, ἀλλὰ Κλεισθένη. [240] Ἐμοὶ μελήσει νὴ Δία, πλήν γ’ ὅτι κάομαι. Οἴμοι τάλας. Ὕδωρ ὕδωρ, ὦ γείτονες, πρὶν ἀντιλαβέσθαι τὴν τράμιν μου τῆς φλογός. [243] Τί θαρρῶ καταπεπυρπολημένος; [245] ἀποπεπόνηκας. [245] Φῦ, ἰοὺ τῆς ἀσβόλου. Αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν. [Thes . (250)] ἀλλ’ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ καὶ στρόφιον· οὐ γὰρ ταῦτά γ’ ὡς οὐκ ἔστ’ ἐρεῖς. [252] Τί οὖν λάβω; [255] Σύζωσον ἁνύσας. Αἶρέ νυν στρόφιον. [255] Ἰδού· [257] Ἡδὶ μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. [260] Ἆρ’ ἁρμόσει μοι; [260] Νὴ Δί’, ἀλλ’ ἄριστ’ ἔχει. Φέρ’ ἔγκυκλόν τι. [261] Λάμβαν’ ἀπὸ τῆς κλινίδος. [262] Τἀμὰ ταυτὶ λάμβανε. [265] εἴσω τις ὡς τάχιστά μ’ εἰσκυκλησάτω. [268] Πειράσομαι. [269] Μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ [270] ὀμόσῃς ἐμοί— [270] Τί χρῆμα; [270] συσσώσειν ἐμὲ πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν. [275] Μέμνησο τοίνυν ταῦθ’, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δ’ οὐκ ὀμώμοκ’, οὐδ’ ὥρκως’ ἐγώ. [279] Δεῦρό νυν, ὦ Θρᾷτθ’, ἕπου. [280] Ὦ Θρᾷττα, θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμ’ ἀνέρχεθ’ ὑπὸ τῆς λιγνύος. Ἀλλ’, ὦ περικαλλεῖ Θεσμοφόρω, δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο 〈καὶ〉 πάλιν οἴκαδε. Ὦ Θρᾷττα, τὴν κίστην κάθελε, κᾆτ’ ἔξελε [285] τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. Δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν. Καὶ τὴν θυγατέρ’ εὔχοιρον ἀνδρός μοι τυχεῖν [290] πλουτοῦντος, ἄλλως δ’ ἠλιθίου κἀβελτέρου, [295-296] [295-296] Εὐφημία ἔστω, εὐφημία ἔστω. Εὔχεσθε τοῖν Θεσ‐ [296-297] μοφόροιν, καὶ τῷ Πλούτῳ, καὶ τῇ Καλλιγενείᾳ, καὶ [298-300] τῇ Κουροτρόφῳ, καὶ τῷ Ἑρμῇ, καὶ 〈ταῖσ〉 Χάρισιν, [300-301] ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ [302] ἄριστα ποῆσαι, πολυωφελῶς μὲν 〈τῇ〉 πόλει τῇ [303-305] Ἀθηναίων, τυχηρῶς δ’ ὑμῖν αὐταῖς. Καὶ τὴν δρῶ‐ [305-306] σαν καὶ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον [307] τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν, ταύτην νικᾶν. [308-310] Ταῦτ’ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. Ἰὴ παιών, [311] ἰὴ παιών, ἰὴ παιών. Χαίρωμεν. [311] [315] Ζεῦ μεγαλώνυμε χρυσολύρα τε Δῆλον ὃς ἔχεις ἱεράν, καὶ σύ, παγκρατὲς κόρα γλαυκ‐ ῶπι χρυσόλογχε πόλιν οἰ‐ κοῦσα περιμάχητον, ἐλθὲ δεῦρο· [320] καὶ πολυώνυμε θηροφόνη, [325] οἰστροδόνητον, Νηρέος εἰναλίου τε κόραι Νύμφαι τ’ ὀρείπλαγκτοι. Χρυσέα δὲ φόρμιγξ ἰαχήσειεν ἐπ’ εὐχαῖς ἡμετέραις· τελέως δ’ ἐκ‐ [329] κλησιάσαιμεν Ἀθηνῶν [330] εὐγενεῖς γυναῖκες. [330] [335] Εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν τῷ τῶν γυναικῶν, ἢ ’πικηρυκεύεται Εὐριπίδῃ Μήδοις 〈τ’〉 ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ, ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον [340] ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς προαγωγὸς οὖς’ ἐνετρύλισεν τῷ δεσπότῃ, ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε, [345] ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή, ἢ καὶ δέχεται προδιδοῦς’ ἑταίρα τὸν φίλον, [Thes . (350)] ἀρᾶσθε, ταῖς δ’ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά. [351] [355] τὰ δ’ ἄρισθ’ ὅσαις προσήκει νικᾶν λεγούσαις. Ὁπόσαι δ’ [357-358] ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς [359] ὅρκους τοὺς νενομισμένους [360] κερδῶν οὕνεκ’ ἐπὶ βλάβῃ, ἢ ψηφίσματα καὶ νόμον ζητοῦς’ ἀντιμεθιστάναι, τἀπόρρητά τε τοῖσιν ἐ‐ χθροῖς τοῖς ἡμετέροις λέγους’, [365] ἢ Μήδους ἐπάγουσι τῆς χώρας οὕνεκ’ ἐπὶ βλάβῃ, ἀσεβοῦς’ ἀδικοῦσί τε τὴν πόλιν. Ἀλλ’, ὦ παγκρατὲς Ζεῦ, ταῦτα κυρώσειας, ὥσθ’ [370] ἡμῖν θεοὺς παραστατεῖν, καίπερ γυναιξὶν οὔσαις. [371] [372-373] Ἄκουε πᾶς’. Ἔδοξε τῇ βουλῇ τάδε [374] τῇ τῶν γυναικῶν· Τιμόκλει’ ἐπεστάτει, [375] Λύσιλλ’ ἐγραμμάτευεν, εἶπε Σωστράτη· [379] ἡμῖν ἁπάσαις. Τίς ἀγορεύειν βούλεται; [380] [380] Ἐγώ. [380] Περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν. [382] [385] βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον, προπηλακιζομένας ὁρῶς’ ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας καὶ πολλὰ καὶ παντοῖ’ ἀκουούσας κακά. Τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν; [390] Ποῦ δ’ οὐχὶ διαβέβληχ’, ὅπουπερ ἔμβραχυ εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί, τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσιν κακόν; [395] Ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπους’ ἡμᾶς σκοποῦνταί τ’ εὐθέως μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος. Δρᾶσαι δ’ ἔθ’ ἡμῖν οὐδὲν ὧνπερ καὶ πρὸ τοῦ [Thes . (400)] τοὺς ἄνδρας ἡμῶν. Ὥστ’ ἐάν τίς 〈τινα〉 πλέκῃ γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη, ἁνὴρ ἐρωτᾷ· «Τῷ κατέαγεν ἡ χύτρα; Οὐκ ἔσθ’ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.» [405] Κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει· «Τὸ χρῶμα τοῦτό μ’ οὐκ ἀρέσκει τῆς κόρης.» Εἶἑν. Γυνή τις ὑποβαλέσθαι βούλεται ἀποροῦσα παίδων, οὐδὲ τοῦτ’ ἔστιν λαθεῖν. Ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον· [410] πρὸς τοὺς γέροντάς θ’ οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο, διαβέβληκεν, ὥστ’ οὐδεὶς γέρων γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδί· «Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.» Εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν [415] σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας. Καὶ ταῦτα μὲν ξυγγνώσθ’· ἃ δ’ ἦν ἡμῖν πρὸ τοῦ αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαβεῖν [420] ἄλφιτον, ἔλαιον, οἶνον, οὐδὲ ταῦτ’ ἔτι ἔξεστιν. Οἱ γὰρ ἄνδρες ἤδη κλειδία αὐτοὶ φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνίκ’ ἄττα, τρεῖς ἔχοντα γομφίους. Πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν [425] ποησαμέναισι δακτύλιον τριωβόλου· νῦν δ’ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης ἐδίδαξε θριπήδεστ’ ἔχειν σφραγίδια ἐξαψαμένους. Νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ [430] ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ, [431-432] ὅπως ἀπολεῖται. Ταῦτ’ ἐγὼ φανερῶς λέγω· [433] τὰ δ’ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι. [433] [Οὔπω ταύτης ἤκουσα] Str. [435] πολυπλοκωτέρας γυναικὸς [435] οὐδὲ δεινότερον λεγούσης. Πάντα γὰρ λέγει δίκαια· πάσας δ’ ἰδέας ἐξήτασεν, πάντα δ’ ἐβάστασε φρενὶ πυκνῶς τε ποικίλους λόγους ἀνηῦρεν [439] εὖ διεζητημένους. [440] Ὥστ’ ἂν εἰ λέγοι παρ’ αὐτὴν Ξενοκλέης ὁ Καρκίνου, δο‐ [441] κεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι, πᾶσιν ὑμῖν [442] ἄντικρυς μηδὲν λέγειν. [442] [443] Ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων. Τὰ μὲν γὰρ ἄλλ’ αὕτη κατηγόρηκεν εὖ· [445] ἃ δ’ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. Ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις στεφανηπλοκοῦς’ ἔβοσκον ἐν ταῖς μυρρίναις. Τέως μὲν οὖν ἀλλ’ ἡμικάκως ἐβοσκόμην· [Thes . (450)] νῦν δ’ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς· ὥστ’ οὐκέτ’ ἐμπολῶμεν οὐδ’ εἰς ἥμισυ. [455] ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά, ἅτ’ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς. Ἀλλ’ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν πλέξαι στεφάνους ξυνθηματιαίους εἴκοσιν. [458] [460] κομψότερον ἔτ’ ἢ τὸ πρότερον [460] ἀναπέφηνεν. Οἷα κατεστωμύλατο οὐκ ἄκαιρα, φρένας ἔχουσα καὶ πολύπλοκον νόημ’, οὐδ’ ἀσύνετ’, ἀλλὰ πιθανὰ πάντα. [465] Δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡ‐ [465] μῖν τὸν ἄνδρα [465] περιφανῶς δοῦναι δίκην. [465] [470] μισῶ τὸν ἄνδρ’ ἐκεῖνον, εἰ μὴ μαίνομαι. Ὅμως δ’ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον· αὐταὶ γάρ ἐσμεν, κοὐδεμί’ ἐκφορὰ λόγου. Τί ταῦτ’ ἔχουσαι ’κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύ’ ἡμῶν ἢ τρία [475] κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία; Ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω, [480] ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν. Οὗτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν· κᾆτ’ εὐθὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ. Ὁ δ’ ἀνὴρ ἐρωτᾷ· «Ποῖ σὺ καταβαίνεις;» «Ὅποι; στρόφος μ’ ἔχει τὴν γαστέρ’, ὦνερ, κὠδύνη· [485] εἰς τὸν κοπρῶν’ οὖν ἔρχομαι.» «Βάδιζέ νυν.» Κᾆθ’ ὁ μὲν ἔτριβε κεδρίδας, ἄννηθον, σφάκον· ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτ’ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κῦβδ’, ἐχομένη τῆς δάφνης. [490] Ταῦτ’ οὐδεπώποτ’ εἶφ’, ὁρᾶτ’, Εὐριπίδης· οὐδ’ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθ’, ἢν μὴ ’χωμεν ἕτερον, οὐ λέγει· οὐδ’ ὡς ὅταν μάλισθ’ ὑπό του ληκώμεθα τὴν νύχθ’, ἕωθεν σκόροδα διαμασώμεθα, [495] ἵν’ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. Ταῦθ’, ὁρᾷς, οὐπώποτ’ εἶπεν. Εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτ’ ἔστ’; Οὐδ’ ἐκεῖν’ εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον [Thes . (500)] 〈ἰδεῖν〉 ὑπ’ αὐγὰς οἷον, ἐγκεκαλυμμένον τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. Ἑτέραν δ’ ἐγᾦδ’ ἣ ’φασκεν ὠδίνειν γυνὴ [505] τὸ δ’ εἰσέφερε γραῦς ἐν χύτρᾳ, τὸ παιδίον, ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον. Εἶθ’ ὡς ἔνευσεν ἡ φέρους’, εὐθὺς βοᾷ· «Ἄπελθ’ ἄπελθ’, ἤδη γάρ, ὦνέρ, μοι δοκῶ τέξειν.» Τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν. [510] Χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ’ ἐξέσπασεν ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ’ ἀνέκραγεν. Εἶθ’ ἡ μιαρὰ γραῦς, ἣ ’φερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει· «Λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σόν, [515] τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.» Ταῦτ’ οὐ ποιοῦμεν τὰ κακά; Νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. Κᾆτ’ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν; [519] [520] Τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. Τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον [525] κατὰ τὸ φανερὸν ὧδ’ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτ’ ἄν. Ἀλλὰ πᾶν γένοιτ’ ἂν ἤδη. Τὴν παροιμίαν δ’ ἐπαινῶ [529] τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ [530] παντί που χρὴ [530] μὴ δάκῃ ῥήτωρ ἀθρεῖν. Ἀλλ’ οὐ γάρ ἐστι τῶν ἀναισχύντων φύσει γυναικῶν οὐδὲν κάκιον εἰς ἅπαντα πλὴν ἄρ’ εἰ γυναῖκες. [535] ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν ἡμᾶς ἁπάσας. Εἰ μὲν οὖν τις ἔστιν ... —, εἰ δὲ μή, ἡμεῖς αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν. [540] Μὴ δῆτα τόν γε χοῖρον, ὦ γυναῖκες. Εἰ γὰρ οὔσης παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί, εἶτ’ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια, διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ’ ὑμῶν; [545] ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ οὐπώποτ’ ἐπόης’, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι. [Thes . (550)] τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας ἁπαξαπάσας. [552] Καὶ νὴ Δί’ οὐδέπω γε εἴρηχ’ ὅσα ξύνοιδ’· ἐπεὶ βούλεσθε πλείον’ εἴπω; [555] Μὰ Δί’ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν. Ἐπεὶ τάδ’ οὐκ εἴρηχ’, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι ἔπειτα σιφωνίζομεν τὸν οἶνον— [557] Ἐπιτριβείης. [559] Τάλαιν’ ἐγώ· φλυαρεῖς. [560] Οὐδ’ ὡς ἑτέρα τὸν ἄνδρα τῷ πελέκει κατεσπόδησεν, οὐκ εἶπον· οὐδ’ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ’ ἔμηνεν, οὐδ’ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ’— [562] Ἐξόλοιο. [563] Ταῦτα δῆτ’ ἀνέκτ’ ἀκούειν; [565] τοῦθ’ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ. [567] Οὔ τοι μὰ Δία σύ γ’ ἅψει. [568] Καὶ μὴν ἰδού. [568] Λαβὲ θοἰμάτιον, Φιλίστη. [569] Τί δράσεις; [570] τὸν σησαμοῦνθ’ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποήσω. [574] Φίλαι γυναῖκες, ξυγγενεῖς τοὐμοῦ τρόπου, [575] ὅτι μὲν φίλος εἴμ’ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις. Γυναικομανῶ γὰρ προξενῶ θ’ ὑμῶν ἀεί. Καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα ὀλίγῳ τι πρότερον κατ’ ἀγορὰν λαλούμενον, ἥκω φράσων τοῦτ’ ἀγγελῶν θ’ ὑμῖν, ἵνα [580] σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ ὑμῖν ἀφράκτοις πρᾶγμα δεινὸν καὶ μέγα. [585] αὑτοῦ γέροντα δεῦρ’ ἀναπέμψαι τήμερον. [590] Ἀφηῦσεν αὐτὸν κἀπέτιλ’ Εὐριπίδης καὶ τἄλλ’ ἅπανθ’ ὥσπερ γυναῖκ’ ἐσκεύασεν. [595] Ληρεῖς. Ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, εἰ μὴ ’πεπύσμην ταῦτα τῶν σάφ’ εἰδότων. [Thes . (600)] λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. Καὶ σὺ ξυνέξευρ’ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς, ὦ πρόξενε. [603] Ποῖ τις τρέψεται; [604] Κακοδαίμων ἐγώ. [605] Ἔμ’ ἥτις 〈εἴμ’〉 ἤρου; Κλεωνύμου γυνή. [609] Τίτθη νὴ Δί’ ἐμή. [609] Διοίχομαι. [610] Αὕτη σύ, ποῖ στρέφει; μέν’ αὐτοῦ. Τί τὸ κακόν; [615] Πολύν γε χρόνον οὐρεῖς σύ. [615] Νὴ Δί’, ὦ μέλε, στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα. [618] Εἰπέ μοι, τίς ἐστ’ ἀνήρ σοι; [619] Τὸν ἐμὸν ἄνδρα πυνθάνει; [620] Τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν; [621] Ἔσθ’ ὁ δεῖν’, ὃς καί ποτε τὸν δεῖνα, τὸν τοῦ δεῖνα— [622] Ληρεῖν μοι δοκεῖς. Ἀνῆλθες ἤδη δεῦρο πρότερον; [623] Νὴ Δία ὁσέτη γε. [624] Καὶ τίς σοὐστὶ συσκηνήτρια; [625] Ἡ δεῖν’ ἔμοιγ’. Οἴμοι τάλας. [625] Οὐδὲν λέγεις. [630] Φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; Ἐπίνομεν. [631] Προὐπίνομεν. [635] Ὅδ’ ἐστὶν ἁνὴρ ὃν λέγεις. [635] Τί οὖν ποιῶ; [640] καὶ νὴ Δία τιτθούς γ’ ὥσπερ ἡμεῖς οὐκ ἔχει. [645] Καὶ ποῦ ’στιν; [645] Αὖθις εἰς τὸ πρόσθεν οἴχεται. [646] Μἀλλὰ δεῦρ’ ἥκει πάλιν. [Thes . (650)] ἡμῖν ἐλοιδορεῖτο. [Thes . (650)] Κακοδαίμων ἐγώ, εἰς οἷ’ ἐμαυτὸν εἰσεκύλισα πράγματα. [652] Τουτονὶ φυλάττετε καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται· ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ. [655] Ἡμᾶς τοίνυν μετὰ τοῦτ’ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ’ ἱματίων ἀποδύσας ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἐσελήλυθε, καὶ περιθρέξαι τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι. Εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα [660] καὶ διασκοπεῖν σιωπῇ πανταχῇ. Μόνον δὲ χρὴ μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι. Ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ’ ἤδη κύκλῳ. [662] Εἶά νυν ἴχνευε καὶ μά‐ [663-664] τευε ταχὺ πάντ’, εἴ τις ἐν τό‐ [664] ποις ἑδραῖος [664] ἄλλος αὖ λέληθεν ὤν. [665] Πανταχῇ δὲ ῥῖψον ὄμμα, καὶ τὰ τῇδε καὶ τὰ δεῦρο [666] πάντ’ ἀνασκόπει καλῶς. [666] Ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται [670] παράδειγμ’ ὕβρεως ἀδίκων τ’ ἔργων ἀθέων τε τρόπων· φήσει δ’ εἶναι τε θεοὺς φανερῶς, δείξει τ’ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας [675] δικαίως τ’ ἐφέπειν ὅσια καὶ νόμιμα μηδομένους ποεῖν ὅ τι καλῶς ἔχει. [677-678] Κἂν μὴ ποιῶσι ταῦτα τοιάδ’ ἔσται· [679] αὐτῶν ὅταν ληφθῇ τις ὅσια 〈μὴ〉 δρῶν, [680] μανίαις φλέγων λύσσῃ παράκο‐ πος εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν [682-683] ἔσται γυναιξὶ καὶ βροτοῖς [684-685] ὅτι τὰ παράνομα τά τ’ ἀνόσια [686] θεὸς παραχρῆμ’ ἀποτίνεται. [686] [690] Τάλαιν’ ἐγώ, τάλαινα, καὶ τὸ παιδίον ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου. [695] καθαιματώσει βωμόν. [695] Ὦ τάλαιν’ ἐγώ. Γυναῖκες, οὐκ ἀρήξετ’; Οὐ πολλὴν βοὴν στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου τέκνου με περιόψεσθ’ ἀποστερουμένην; [Thes . (700)] Ὦ πότνιαι Μοῖραι, τί τόδε δέρκομαι νεοχμὸν αὖ τέρας; Ὡς ἅπαντ’ ἄρ’ ἐστὶ τόλμης ἔργα κἀναισχυντίας. Οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ, φίλαι, τόδε. [705] Ταῦτα δῆτ’ οὐ δεινὰ πράγματ’ ἐστὶ καὶ περαιτέρω; [710] Ἀλλ’ οὖν ἥκων γ’ ὅθεν ἥκεις φαύλως τ’ ἀποδρὰς οὐ λέξεις [715] Τίς ἄν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις; [720] λόγους τε λέξεις ἀνοσίους. Ἀθέοις ἔργοις γὰρ ἀνταμει‐ [722-723] ψόμεσθά ς’, ὥσπερ εἰκός, ἀντὶ τῶνδε. [724] Ταχὺ δὲ μεταβαλοῦς’ ἐπὶ κακὸν ἑτερότρο‐ [725] πος ἐπέχει τύχη. Ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ἐκφέρειν τε τῶν ξύλων, καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ’ ὅσον τάχος. [730] Ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν ἀπόδυθι ταχέως. Τοῦ θανάτου δ’, ὦ παιδίον, μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα. Τουτὶ τί ἐστιν; Ἀσκὸς ἐγένεθ’ ἡ κόρη οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων. [735] Ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν, ὦ μέγα καπήλοις ἀγαθόν, ἡμῖν δ’ αὖ κακόν, κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ. [740] Παράβαλλε δῆτα. Σὺ δ’ ἀπόκριναί μοι τοδί· Τουτὶ τεκεῖν φῄς; [741] 〈Καὶ〉 δέκα μῆνας αὔτ’ ἐγὼ ἤνεγκον. [742] Ἤνεγκας σύ; [742] Νὴ τὴν Ἄρτεμιν. [743] Τί μ’ ἠργάσω; Ἀπέδυσας, ὦναίσχυντέ, μου τὸ παιδίον [745] τυννοῦτον ὄν. [745] Τυννοῦτο; Μικρὸν νὴ Δία. Πός’ ἔτη δὲ γέγονε; τρεῖς χοᾶς ἢ τέτταρας; [748] Μὰ τὸν Ἀπόλλω τουτονί. [749] Πάνυ γ’· ἐμπίμπρατε. [Thes . (750)] Αὕτη δ’ ἀποσφαγήσεται μάλ’ αὐτίκα. [752] Φιλότεκνός τις εἶ φύσει. Ἀλλ’ οὐδὲν ἧττον ἥδ’ ἀποσφαγήσεται. [755] ἵν’ οὖν τό γ’ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω. [759] Τουτί. Λαβέ. [760] Ταλαντάτη Μίκα, τίς ἐξεκόρησέ σε; Τίς τὴν ἀγαπητὴν παῖδά σου ’ξηράσατο; [765] Ἄγε δή, τίς ἔσται μηχανὴ σωτηρίας; Τίς πεῖρα, τίς ἐπίνοι’; Ὁ μὲν γὰρ αἴτιος κἄμ’ εἰσκυλίσας εἰς τοιαυτὶ πράγματα οὐ φαίνεταί πω. Φέρε, τίν’ οὖν 〈ἂν〉 ἄγγελον πέμψαιμ’ ἐπ’ αὐτόν; Οἶδ’ ἐγὼ καὶ δὴ πόρον [770] ἐκ τοῦ Παλαμήδους. Ὡς ἐκεῖνος, τὰς πλάτας ῥίψω γράφων. [Ἀλλ’ οὐ πάρεισιν αἱ πλάται.] Πόθεν οὖν γένοιντ’ ἄν μοι πλάται; [Πόθεν; 〈πόθεν;〉] Τί δ’ ἄν, εἰ ταδὶ τἀγάλματ’ ἀντὶ τῶν πλατῶν γράφων διαρρίπτοιμι; Βέλτιον πολύ. [775] Ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον. [775] Ὦ χεῖρες ἐμαί, 〈νῦν〉 ἐγχειρεῖν ἔργῳ πορίμῳ. Ἄγε δή, πινάκων ξεστῶν δέλτοι, δέξασθε σμίλης ὁλκούς, [780] κήρυκας ἐμῶν μόχθων. Οἴμοι, τουτὶ τὸ ῥῶ μοχθηρόν. [784] [785] Ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι. Καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ’ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες, νείκη, στάσις ἀργαλέα, λύπη, πόλεμος. Φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθ’ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν, [790] κἀπαγορεύετε μήτ’ ἐξελθεῖν μήτ’ ἐκκύψασαν ἁλῶναι, ἀλλ’ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν; Κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ’ εὕρητ’ αὐτὸ θύρασιν, μανίας μαίνεσθ’, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ’ ἔνδον. [795] Κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν. Κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι· κἂν αἰσχυνθεῖς’ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. Οὕτως ἡμεῖς ἐπιδήλως [Thes . (800)] ὑμῶν ἐσμεν πολὺ βελτίους. Βάσανος δὲ πάρεστιν ἰδέσθαι. Βάσανον δῶμεν πότεροι χείρους. Ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, ὑμεῖς δ’ ἡμᾶς. Σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ’ ἑκάστου. Ναυσιμάχης μέν 〈γ’〉 ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα. [805] Καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Σαλαβακχοῦς. Πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, καὶ Στρατονίκην ὑμῶν οὐδεὶς οὐδ’ ἐγχειρεῖ πολεμίζειν. Ἀλλ’ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων παραδοὺς ἑτέρῳ τὴν βουλείαν; Οὐδ’ Ἄνυτος τοῦτό γε φήσει. [810] Οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ’ εἶναι. Οὐδ’ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα εἰς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλ’ ἢν τὰ μέγισθ’ ὑφέληται, φορμὸν πυρῶν τἀνδρὸς κλέψας’, αὐθημερὸν ἀνταπέδωκεν. Ἀλλ’ ἡμεῖς ἂν πολλοὺς τούτων [815] ἀποδείξαιμεν ταῦτα ποιοῦντας, καὶ πρὸς τούτοις γάστριδας ἡμῶν ὄντας μᾶλλον καὶ λωποδύτας καὶ βωμολόχους κἀνδραποδιστάς. Καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε [820] χείρους ἡμῶν εἰσιν σῴζειν. Ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν τἀντίον, ὁ κανών, οἱ καλαθίσκοι, τὸ σκιάδειον· τοῖς δ’ ἡμετέροις ἀνδράσι τούτοις [825] ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ, πολλοῖς δ’ ἑτέροις ἀπὸ τῶν ὤμων ἐν ταῖς στρατιαῖς ἔρριπται τὸ σκιάδειον. [829] [830] Πόλλ’ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ’ ἂν τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ’ ὑπερφυέστατον. Χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα, [835] ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν· εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην τῆς τὸν ἀνδρεῖον τεκούσης. Τῷ γὰρ εἰκός, ὦ πόλις, [840] τὴν Ὑπερβόλου καθῆσθαι μητέρ’ ἠμφιεσμένην λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, καὶ δανείζειν χρήμαθ’, ᾗ χρῆν, εἰ δανείσειέν τινι καὶ τόκον πράττοιτο, διδόναι μηδέν’ ἀνθρώπων τόκον, ἀλλ’ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ’ εἰπόντας τοδί· [845] «Ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.» [845] [Thes . (850)] Ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι. Πάντως ὑπάρχει μοι γυναικεία στολή. [855] [855] Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς νοτίζει μελανοσυρμαίῳ λεῷ. [860] Σπάρτη, πατὴρ δὲ Τυνδάρεως. [860] Σοί γ’, ὦλεθρε, πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν. [862] Αὖθις αὖ γίγνει γυνή, πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην; [865] ῥοαῖσιν ἔθανον. [865] Ὤφελες δὲ καὶ σύ γε. [868] Τῶν κοράκων πονηρίᾳ. [870] μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος. (ὡς Μενέλαος.) [871] Τίς τῶνδ’ ἐρυμνῶν δωμάτων ἔχει κράτος, ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ καμόντας ἐν χειμῶνι καὶ ναυαγίαις; [874] Ποίου Πρωτέως, [875] ὦ τρισκακόδαιμον; Ψεύδεται νὴ τὼ θεώ, ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα. [878] Ὦ δύστηνος, οἷ πεπλώκαμεν. [880] ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί. [885] Αἰαῖ, τέθνηκε. Ποῦ δ’ ἐτυμβεύθη τάφῳ; [890] φάρει καλυπτός, ὦ ξένη; [890] Βιάζομαι γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος. [895] Βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ. [897] Μὰ τὼ θεώ, εἰ μὴ Κρίτυλλά γ’ Ἀντιθέου Γαργηττόθεν. Σὺ δ’ εἶ πανοῦργος. [899] Ὁπόσα τοι βούλει λέγε. [Thes . (900)] Οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν. [905] Ὦ θεοί, τίν’ ὄψιν εἰσορῶ; Τίς εἶ, γύναι; [910] Ἐγὼ δὲ Μενελέῳ ς’, ὅσα γ’ ἐκ τῶν ἰφύων. [913-914] λαβέ με, λαβέ με, πόσι, περίβαλε δὲ χέρας. [915] Φέρε, σὲ κύσω. Ἄπαγέ μ’ ἄπαγ’ ἄπαγ’ ἄπαγέ με λαβὼν ταχὺ πάνυ. [916] Κλαύσετ’ ἄρα νὴ τὼ θεὼ ὅστις ς’ ἀπάξει τυπτόμενος τῇ λαμπάδι. [920] Οἴμ’ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς καὶ τοῦδέ τις ξύμβουλος. Οὐκ ἐτὸς πάλαι ᾐγυπτιάζετ’. Ἀλλ’ ὅδε μὲν δώσει δίκην· προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης. [925] Ἐγὼ δ’ ὁ κακοδαίμων τί δρῶ; [925] Μέν’ ἥσυχος. Οὐ γὰρ προδώσω ς’ οὐδέποτ’, ἤνπερ ἐμπνέω, ἢν μὴ προλίπως’ αἱ μυρίαι με μηχαναί. [929] Ὅδ’ ἔσθ’ ὁ πανοῦργος ὃν ἔλεγ’ ἡμῖν Κλεισθένης; [930] Οὗτος, τί κύπτεις; Δῆσον αὐτὸν εἰσάγων, ὦ τοξότ’, ἐν τῇ σανίδι, κἄπειτ’ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ’ ἔχων παῖ’, ἢν προσίῃ τις. [934] Νὴ Δί’ ὡς νυνδή γ’ ἀνὴρ [935] ὀλίγου μ’ ἀφείλετ’ αὐτὸν ἱστιορράφος. [939] Γυμνὸν ἀποδύσαντά με [940] κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, ἵνα μὴ ’ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν. [945] Ἰατταταιάξ. Ὦ κροκώθ’, οἷ’ εἴργασαι. Κοὐκ ἔστ’ ἔτ’ ἐλπὶς οὐδεμία σωτηρίας. [946] [Thes . (950)] πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν εἰς τὰς ὥρας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμ’ ἑαυτῷ. [952] [953-954] Ὅρμα χώρει, κοῦφα ποσίν, ἄγ’ εἰς κύκλον, [955] χερὶ σύναπτε χέρ’, 〈ἱερᾶσ〉 ῥυθμὸν χορείας [956-957] ὕπαγε πᾶσα. Βαῖνε καρπαλίμοιν ποδοῖν. Ἐπισκοπεῖν δὲ [958] πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν. [958] [Ἅμα δὲ καὶ] Str. αʹ 1. [960] γένος Ὀλυμπίων θεῶν μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ. | Εἰ δέ τις προσδοκᾷ κακῶς ἐρεῖν | Str. αʹ 2. [964-965] ἐν ἱερῷ γυναῖκά μ’ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ. [966] Ἀλλὰ χρῆν, ὥσπερ ἔργον, αὐτίκα πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν. [968] [Πρόβαινε ποσὶ τὸν Εὐλύραν] Str. βʹ. [970] μέλπουσα καὶ τὴν τοξοφόρον Ἄρτεμιν, ἄνασσαν ἁγνήν. Χαῖρ’, ὦ Ἑκάεργε, [972] ὄπαζε δὲ νίκην. Ἥραν τε τὴν τελείαν μέλψωμεν ὥσπερ εἰκός, [975] ἣ πᾶσι τοῖς χοροῖσι συμπαίζει τε καὶ κλῇδας γάμου φυλάττει. [976] | Ἑρμῆν τε νόμιον ἄντομαι καὶ Πᾶνα καὶ Νύμφας φίλας ἐπιγελάσαι προθύμως | Ant. βʹ. [980] ταῖς ἡμετέραισι [980] χαρέντα χορείαις. Ἔξαρχε δὴ προθύμως διπλῆν, χάριν χορείας. Παίσωμεν, ὦ γυναῖκες, οἷάπερ νόμος· νηστεύομεν δὲ πάντως. [984] [985] Ἀλλ’ εἶα, πάλλ’, ἀνάστρεφ’ εὐρύθμῳ ποδί· τόρνευε πᾶσαν ᾠδήν. Ἡγοῦ δέ γ’ ὧδ’ αὐτός, [987] κισσοφόρε Βακχεῖε δέσποτ’· ἐγὼ δὲ κώμοις σὲ φιλοχόροισι μέλψω. [989] [990] Σὺ Διός, ὦ Διόνυσε Βρόμιε, καὶ Σεμέλας παῖ, χωρεῖς τερπόμενος [992] κατ’ ὄρεα Νυμ‐ [992-993] φᾶν ἐρατοῖσιν ὕμνοις, [993b] εὔιον εὔιον, εὐοῖ, [994] 〈παννύχιοσ〉 ἀναχορεύων. [994] [995] Ἀμφὶ δὲ συγκτυπεῖται Κιθαιρώνιος ἠχώ, μελάμφυλλά τ’ ὄρη δάσκια πετρώ‐ [998] δεις τε νάπαι βρέμονται· κύκλῳ δὲ περί σε κισσὸς [Thes . (1000)] εὐπέταλος ἕλικι θάλλει. [Thes . (1000)] [1001] Ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν. [1002] Μή μ’ ἰκετεῦσι σύ. [1003] Ἀλλὰ ταῦτα δρᾶς’ ἐγώ. [1005] Ἔτι μᾶλλο βοῦλις; [1005] Ἀτταταῖ ἰατταταῖ· κακῶς ἀπόλοιο. [1006] Σῖγα, κακόδαιμον γέρον. Πέρ’, ἐγὼ ’ξενέγκι πορμός, ἴνα πυλάξι σοι. [1010] Ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών, ὅτι δεῖ με γίγνεσθ’ Ἀνδρομέδαν. Πάντως δέ μοι τὰ δέσμ’ ὑπάρχει. Δῆλον οὖν 〈τοῦτ’〉 ἔσθ’ ὅτι ἥξει με σώσων. Οὐ γὰρ ἂν παρέπτετο. [1014] [1015] [1015] Φίλαι παρθένοι, φίλαι, [1018-1019] Κλύεις, ὦ προσᾴδουσα τἄμ’ ἐν ἄντροις; [1020] Κατάνευσον, ἔασον ὡς τὴν γυναῖκά μ’ ἐλθεῖν. Ἄνοικτος ὅς μ’ ἔδησε, τὸν πολυπονώτατον βροτῶν. Μόλις δὲ γραῖαν ἀποφυγὼν [1025] σαπρὰν ἀπωλόμην ὅμως. Ὅδε γὰρ ὁ Σκύθης φύλαξ πάλαι ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. Ὁρᾷς, οὐ χοροῖσιν οὐδ’ [1030] ὑφ’ ἡλίκων νεανίδων κημὸν ἕστηκ’ ἔχους’, ἀλλ’ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι. Γαμηλίῳ μὲν οὐ ξὺν [1035] παιῶνι, δεσμίῳ δὲ γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, —ὦ τάλας ἐγώ, τάλας, — ἀπὸ δὲ συγγόνων ἄλλ’ ἄνομα [1039] πάθεα, φῶτα λιτομένα, [1040-1041] πολυδάκρυτον Ἀίδα γόον φλέγουσα, [1042] —αἰαῖ αἰαῖ, — [1045] ἐπὶ δὲ τοῖσδε τόδ’ ἀνέπεμψεν ἱερόν, ἔνθα γυναῖκες. Ἰὼ μοίρας ἄτεγκτε δαῖμον. Ὦ κατάρατος ἐγώ· [1048] τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; [Thes . (1050)] Εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ τὸν δύσμορον ἐξολέσειεν. Οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητ’ ἄχη δαιμόνι’, αἰόλαν [1055] νέκυσιν ἐπὶ πορείαν. [1055] (ὡς Ἠχώ.) [1056] Χαῖρ’, ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα ὅς ς’ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί. [1060] ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην. Ἀλλ’, ὦ τέκνον, σὲ μὲν τὸ σαυτῆς χρὴ ποεῖν, κλάειν ἐλεινῶς. [1063] Σὲ δ’ ἐπικλάειν ὕστερον. [1065] Ὦ Νὺξ ἱερά, [1067] αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου δι’ Ὀλύμπου. [1070] Τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον; [1071] Μέρος ἐξέλαχον; [1072] Θανάτου τλήμων. [1075] Νὴ Δί’ ὀχληρά γ’ εἰσήρρηκας λίαν. [1076] Λίαν. [1078] Παῦσαι. [1079] Βάλλ’ ἐς κόρακας. [1080] Τί κακόν; [1080] Τί κακόν; [1080] Ληρεῖς. [1080] Ληρεῖς. [1081] Οἴμωζ’. [1082] Ὀτότυζ’. [1083] Οὖτος, τί λαλεῖς; [1084] Πρυτάνεις καλέσω. [1085] Τί κακόν; [1085] Τί κακόν; [1086] Πότε τὸ πωνή; [1087] Σὺ λαλεῖς; [1088] Κλαῦς’ ἄρα. [1089] Κἀγκάσκι μοι; [1090] Μὰ Δί’, ἀλλὰ γυνὴ πλησίον αὕτη. [1092] Καὶ δὴ φεύγει. [1093] 〈 Ποῖ ποῖ πεύγεις;〉 [1094] 〈 Οὐ καιρήσεις.〉 [1095] Ἔτι γὰρ γρύζεις; [1095] Ἔτι γὰρ γρύζεις; [1096] Λαβὲ τὴ μιαρά. (ὡς Περσεύς.) [1098] Ὦ θεοί, τίν’ ἐς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; Διὰ μέσου γὰρ αἰθέρος [Thes . (1100)] τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων. [1102] Τί λέγι; Γόργονος πέρι τὸ γραμματέο σὺ τὴ κεπαλή; [1103] Τὴν Γοργόνος ἔγωγέ φημι. [1104] Γόργο τοι κἀγὼ λέγι. [1105] Ἔα, τιν’ ὄχθον τόνδ’ ὁρῶ καὶ παρθένον θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην; [1108] Οὐκὶ μὴ λαλῆσι σύ. Κατάρατο, τολμᾷς ἀποτανουμένη λαλεῖς; [1110] Ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν. [1112] Ληρεῖς, ὦ Σκύθα. Αὕτη γάρ ἐστιν Ἀνδρομέδα, παῖς Κηφέως. [1115] Φέρε δεῦρό μοι τὴν χεῖρ’, ἵν’ ἅψωμαι, κόρη. Φέρε, Σκύθ’· ἀνθρώποισι γὰρ νοσήματα [1118] Οὐ ζηλῶσί σε. Ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, [1120] οὐκ ἐπτόνησά ς’ αὐτὸ πυγίζεις ἄγων. [1125] Μὰ Δί’, ἀλλὰ λύσω δεσμά. [1125] Μαστιγῶς’ ἄρα. [1126] Τὸ κεπαλή ς’ ἄρα τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ. [1130] Σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ μάτην ἀναλίσκοις ἄν. Ἀλλ’ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον. [1135] Ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν; [1135] [1137-1138] δεῦρο καλεῖν νόμος εἰς χορόν, [1139] παρθένον ἄζυγα κούρην, [1140] ἣ πόλιν ἡμετέραν ἔχει καὶ κράτος φανερὸν μόνη κλῃδοῦχός τε καλεῖται. [1142] Φάνηθ’, ὦ τυράννους στυγοῦς’, ὥσπερ εἰκός. [1144] [1145] Δῆμός τοί σε καλεῖ γυναι‐ κῶν· ἔχουσα δέ μοι μόλοις εἰρήνην φιλέορτον. [1147] | Ἥκετ’ εὔφρονες, ἵλαοι, πότνιαι, ἄλσος ἐς ὑμέτερον, | Str. βʹ. [Thes . (1150)] ἀνδράσιν οὐ θεμίτ’ εἰσορᾶν [1151-1152] ὄργια σεμνὰ θεοῖν ἵνα λαμπάσι [1153] φαίνετον, ἄμβροτον ὄψιν. [1153] [1154-1155] Μόλετον, ἔλθετον, ἀντόμεθ’, ὦ [1156] Θεσμοφόρω πολυποτνία. Εἰ πρότερόν ποτ’ ἐπηκόω ἤλθετον, 〈καὶ〉 νῦν ἀφίκε‐ σθον, ἱκετεύομεν, ἐνθάδ’ ἡμῖν. [1159] [1160] Γυναῖκες, εἰ βούλεσθε τὸν λοιπὸν χρόνον σπονδὰς ποήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα, ἐφ’ ᾧτ’ ἀκοῦσαι μηδὲν ὑπ’ ἐμοῦ μηδαμὰ κακὸν τὸ λοιπόν. Ταῦτ’ ἐπικηρυκεύομαι. [1165] Ὅδ’ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός. Ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε κακῶς ἀκούσητ’· ἢν δὲ μὴ πείθησθέ μοι, [1170] Τὰ μὲν παρ’ ἡμῖν ἴσθι σοι πεπεισμένα· τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ. [1175] Σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν. (ὡς γραῦς.) [1177] Ἡ παῖς ἔμελλε προμελετᾶν, ὦ τοξότα. Ὀρχησομένη γὰρ ἔρχεθ’ ὡς ἄνδρας τινάς. [1180] Ὠς ἐλαπρός, ὤσπερ ψύλλο κατὰ τὸ κῴδιο. [1183] Ναίκι, ναὶ κάτησο, κάτησο, ναίκι, ναίκι, τυγάτριον. [1185] Οἴμ’ ὠς στέριπο τὸ τιττί’, ὤσπερ γογγυλί. [1190] ἤδη βαδίζειν. [1190] Οὐκὶ πιλῆσι πρῶτά με; [1191] Ὂ 〈ὂ ὄ,〉 παπαπαπαῖ, ὠς γλυκερὸ τὸ γλῶσς’, ὤσπερ Ἀττικὸς μέλις. Τί οὐ κατεύδει παρ’ ἐμέ; [1193] Χαῖρε, τοξότα· οὐ γὰρ γένοιτ’ ἂν τοῦτο. [1194] Ναὶ 〈ναί,〉 γρᾴδιον, [1195] ἐμοὶ κάρισο σὺ τοῦτο. [1195] Δώσεις οὖν δραχμήν; [1196] Τἀργύριον τοίνυν φέρε. [Thes . (1200)] Ὄνομα δέ σοι τί ἐστιν; [Thes . (1200)] Ἀρτεμισία. [1205] ὅταν λυθῇς τάχιστα φεύξει καὶ τενεῖς ὡς τὴν γυναῖκα καὶ τὰ παιδί’ οἴκαδε. [1209] Ἐγὼ δὴ τοῦτο δρῶ. [1210] Ὦ γρᾴδι’, ὠς καρίεντό σοι τὸ τυγάτριον κοὐ δύσκολ’, ἀλλὰ πρᾶο. Ποῦ τὸ γρᾴδιο; Οἴμ’ ὠς ἀπόλωλο. Ποῦ τὸ γέροντ’ ἐντευτενί; Ὦ γρᾴδι’, ὦ γρᾶ’. Οὐκ ἐπαινῶ, γρᾴδιο. Ἀρταμουξία. [1214] Διέβαλέ μοὐ γραῦς. Ἀπότρεκ’ ὠς τάκιστα σύ. [1215] Ὀρτῶς δὲ 〈σὺ〉 συβίνη· καταβεβίνησο γάρ. Οἴμοι, [1216] τί δρᾶσι; Ποῖ τὸ γρᾴδι’; Ἀρταμουξία. [1218] Ταύτῃ γ’ οἴχεται αὐτή τ’ ἐκείνη καὶ γέρων τις εἵπετο. [1220] Κροκῶτ’ ἔκοντο τὴ γέροντο; [1220] Φήμ’ ἐγώ· ἔτ’ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί. [1223] Ὀρθὴν ἄνω δίωκε. Ποῖ θεῖς; Οὐ πάλιν τῃδὶ διώξεις; Τοὔμπαλιν τρέχεις σύ γε. [1225] Κακόδαιμον. —Ἀλλὰ τρέξι. Ἀρταμουξία. [1230] ἡμῖν ἀγαθήν