================================================================================ Σχόλια εἰς Θεσμοφοριάζουσας Scholia on Thesmophoriazusae Ἀριστοφάνους Σχόλια by Aristophanes Scholia ================================================================================ ================================================================================ SCHOLIA IN THESMOPHORIAZUSAS ================================================================================ [sch thesm ante 1] Προλογίζει Μνησίλοχος κηδεστὴς Εὐριπίδου. ὁ χορὸς ἐκ θεσμοφοριαζουσῶν. καὶ τοῦτο τὸ δρᾶμα τῶν κατ’ Εὐριπίδου πεποιημέ‐ νων. ἀπὸ δὲ τῶν θεσμοφορίων τὰς θεσμοφοριαζούσας [5] γυναῖκας ἐπέγραψεν, ἀφ’ ὧν καὶ ὁ χορός. Εὐριπίδου γυνὴ μὲν Χοιρίλη, μήτηρ δὲ Κλειτώ. [sch thesm 1] ἐπεὶ εἰώθασιν ἀπὸ χειμῶνος εὔχεσθαι ἔαρ, τῷ δὲ ἔαρι χελιδόνες φαίνονται, οὗτος δὲ ὥσπερ ἐχειμάσθη περιαγόμενος ὑπὸ Εὐριπίδου ἀλύοντος. τοῦτο ἔφη ἐν ἤθει οἷον πότε ἀπαλλαγήσομαι τοῦ κακοῦ τούτου, [5] ὥσπερ οἱ ἐκ χειμῶνος ἐπιθυμοῦντες ἔαρ ἀφικέσθαι. [sch thesm 2] ἀλοῶν: Ἔξωθεν ἐν κύκλῳ περιάγων ὡς οἱ ἐν ταῖς ἅλωσι. καὶ τὸ τύπτειν ἀλοᾶν λέγουσιν ἀπὸ τῶν κοπτόν‐ των τοὺς στάχυας. [sch thesm 3] οἷόν τε: δυνατὸν, ἐρωτηματικῶς. [sch thesm 5] ὁ μὲν τραγικώτερον καὶ ὑψηλότερον φράζει, ὁ δὲ ταπεινότερον ἢ δεῖ ἀκούει. [sch thesm 11] ταῦτα τῶν φυσικῶν λόγων. χωρὶς, τοῦ ἀκούειν καὶ ὁρᾶν. [sch thesm 12] ἀντὶ τοῦ εἰπεῖν τοῦ ἀκούειν καὶ ὁρᾶν εἶπε τοῦ μήτ’ ἀκούειν μήθ’ ὁρᾶν. [sch thesm 15] ἐπεὶ ὁ αἰθὴρ δοκεῖ τρέφειν ἡμᾶς. κινούμενα: οὐδὲν γὰρ δίχα κινήσεως γίνεται. ξυνετέκνου δὲ ἀντὶ τοῦ ἐτεκνοποίει. [sch thesm 17] ἀντίμιμον: ὅμοιον. λείπει τὸ περιφερές. [sch thesm 18] λείπει ὡς. [sch thesm 21] διὰ τούτου ὑπονοεῖ Εὐριπίδου εἶναι ἐκεῖνο τὸ «σο‐ φοὶ τύραννοι τῶν σοφῶν ξυνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἢ οὖν ἐπίτηδες, ἵνα καὶ τοὺς ἄλλους ἐξαπατήσῃ, ἢ συνέμπτωσις Σοφοκλεῖ καὶ Εὐριπίδῃ [5] ἐγένετο. οἷόν γε πού ’στιν αἱ σοφαί: καὶ διὰ τούτου φαίνεται ὑπονοῶν Εὐριπίδου εἶναι τὸ «σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἐνταῦθα μέντοι ὑπονοεῖ μόνον, ἐν δὲ τοῖς Ἥρω‐ σιν ἄντικρυς ἀποφαίνεται. καὶ Ἀντισθένης καὶ Πλάτων [10] [Rep. 8, p. 568, A; Theag. p. 125, D] Εὐριπίδου αὐτὸ εἶναι ἡγοῦνται, οὐκ ἔχω εἰπεῖν ὅ τι παθόντες. ἔοικε δὲ ἤτοι πεπλανημένος ἢ συνεξαπατῆσαι τοὺς ἄλλους, ὥσπερ ὑπονοοῦσί τινες συμπτώσεις τῷ τε Σοφοκλεῖ καὶ τῷ Εὐριπίδῃ, ὥσπερ καὶ ἐπὶ ἄλλων τινῶν. τὸ μέντοι δρᾶμα [15] ἐν ᾧ Εὐριπίδης ταῦτα εἶπεν οὐ σώζεται. [sch thesm 24] ἵνα μὴ περιπατήσῃ μετ’ αὐτοῦ. [sch thesm 25] πρόσεχε ἀντὶ τοῦ μνῆσαι. [sch thesm 27] λείπει ἡ διά, οἷον σιωπῶ διὰ τὸ θύριον. ἔπαιξε δέ. [sch thesm 31] οἱ περὶ Ἀρίσταρχον καὶ Δίδυμόν φασιν εἶναι τοιοῦτον Ἀγάθωνα. ἐγὼ δὲ οὐχ ἡγοῦμαι, ἀλλ’ ἐπειδὴ βούλεται κωμῳδεῖν τὸν Ἀγάθωνα ὡς μήτε καρτερὸν μήτε μέλανα, τοῦτο εἶπεν. ἢ ἄσημόν τινα. [sch thesm 32] ἐπειδὴ οὐ πάλαι ἤρξατο διδάσκειν, ἀλλὰ τρισὶν πρὸ τούτων ἔτεσιν. [sch thesm 33] διαβάλλει τὸν Ἀγάθωνα πάλιν ὡς λεῖον καὶ ἀποτίλλοντα αὑτοῦ τὰς τρίχας τοῦ πώγωνος. [sch thesm 36] κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι. [sch thesm 38] ὅτε γὰρ δρᾶμα ποιῆσαι ἤθελον, πρότερον θυσίας ἐποίουν. λείπει τὸ ὡς. ὡς ἔοικε. [sch thesm 39] παρὰ τοῖς τραγικοῖς οὕτω λέγεται, πᾶς ἔστω λαός. [sch thesm 41] ὁ ἱερὸς χορός. [sch thesm 43] ἐπεχέτω. [sch thesm 45] ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον. [sch thesm 48] ἀναδιπλασιάζει τὴν λέξιν. [sch thesm 52] προοίμια. κυρίως δὲ δρύοχοί εἰσιν οἱ ἐντιθέμενοι πάτταλοι ναυπηγουμένης νεώς. [sch thesm 53] ὡς ἀπὸ τῶν οἰκοδομούντων. [sch thesm 54] ὡς ἐπὶ τεκτόνων. μέλη κολλᾷ. [sch thesm 55] ὄνομα ἀντὶ ὀνόματος τίθησιν. [sch thesm 56] ὡς ἐπιπηγνύντος καὶ συντιθέντος. μεταστρέφει. [sch thesm 57] χωνεύει. [sch thesm 58] τοῖς φραγμοῖς τῶν οἴκων. [sch thesm 60] ἀντὶ τοῦ ἐπὶ τοῦ θριγκοῦ. [sch thesm 61] συγκάμψας. [sch thesm 62] ὡς εἰς χόανον τὸν πρωκτὸν ἐμβαλεῖν. [sch thesm 68] ὡς ἀπὸ τῶν λυόντων τὸν κηρὸν ἐν τῷ ἡλίῳ. ἐπειδὴ δύσκαμπτοι αἱ στροφαί. καὶ Ἀριστοφάνης [Nub. 971] τὰς δυσκολοκάμπτους αὐτάς φησιν. εἴρηται δὲ καὶ διὰ τὴν φωνὴν, ἐπεὶ λέγεταί τι κάμπτειν καὶ ἐν [5] ταῖς ᾠδαῖς. [sch thesm 71] στενάζει φοβούμενος τὰς γυναῖκας. [sch thesm 74] τὸ σημεῖον· οὐ μόνον κηδεστὴς ὁ ἐκδιδοὺς, ἀλλὰ καὶ ὁ λαμβάνων. [sch thesm 80] τοῦτο τῶν ζητουμένων ἐστὶ, πῶς καὶ τρίτην καὶ μέσην εἶπεν. ιαʹ γὰρ ἄνοδος, εἶτα ιβʹ νηστεία, εἶτα τρισκαιδεκάτη καλλιγένεια, ὥστε μέση μὲν εἶναι δύ‐ ναται, τρίτη μὲν οὒ, ἀλλὰ δευτέρα. ἀλλ’ οὐδὲ ψυχρεύε‐ [5] σθαί τις δύναται λέγων ὅτι τρίτη ἡ τρισκαιδεκαταία, ὡς ἑκταία ἑκατηβόλος σελάνα, ἑκκαιδεκαταία· ἡ γὰρ μέση οὐκ ἔστιν ιγʹ, ἀλλὰ δωδεκάτη. ἡ λύσις οὖν ἥδε. [10] μένης τῆς δεκάτης. τοῦτο δὲ αἰνιγματῶδες κατὰ Καλ‐ λιμάχου ἄν τις φαίη, ἔνθα μὲν τρίτη λέγεται, συνα‐ ριθμεῖν τὴν ιʹ, ἔνθα δὲ μέση, μηκέτι συναριθμεῖν. καὶ ὅπου γε λιμώττουσιν, ἀστεϊζόμενοι τὴν μέσην τῶν Θεσμοφορίων ἄγειν φασὶν, ἐπεὶ αὕτη ἡ νηστεία. ἑνδε‐ [15] κάτη Πυανεψιῶνος ἄνοδος. δωδεκάτη νηστεία, ἐν ᾗ σχολὴν ἄγουσαι ὑπόκεινται αἱ γυναῖκες ἐκκλησιάζουσαι περὶ Εὐριπίδου. τρισκαιδεκάτη καλλιγένεια. γʹ οὖν συναριθμουμένης ιʹ, μέσην δὲ τῆς ἀνόδου καὶ τῆς καλ‐ λιγενείας. [sch thesm 83] κἀν θεσμοφόροιν: Ἀττικὴ σύνταξις καὶ δυϊκὴ, ἀντὶ τοῦ ἐν τῷ τῶν θεσμοφόρων ἱερῷ, Δήμητρος καὶ Περσεφόνης. [sch thesm 93] ἀεὶ γὰρ τὸν Εὐριπίδην ὡς πανοῦργον διαβάλλει. [sch thesm 94] εἶδος πλακοῦντος ὁ πυραμοῦς. οὗτος δὲ ἐτίθετο τοῖς διαπαννυχίζουσιν ἔπαθλον, καὶ ὁ ἐγρηγορὼς ἕως πρωΐας ὡς νικῶν αὐτὸν ἐλάμβανε. νῦν οὖν ταύτῃ τῇ μεταφορᾷ ἐχρήσατο ὡς νικῶντος αὐτοῦ τῇ πανουργίᾳ [5] πάντας, ἤτοι τὰς γυναῖκας. [sch thesm 96] ἐπὶ ἐκκυκλήματος γὰρ φαίνεται. [sch thesm 98] Κυρήνην: Τὴν ἑταίραν, περὶ ἧς πολλάκις φησί. τοιοῦτον δὲ τὸν Ἀγάθωνα καὶ οἱ ἄλλοι κωμῳδοῦσιν. [sch thesm 100] ὡς λεπτὰ καὶ ἀγκύλα ἀνακρουομένου μέλη τοῦ Ἀγάθωνος· τοιαῦται γὰρ αἱ τῶν μυρμήκων ὁδοί. με‐ ταξὺ δὲ τῶν δυοῖν ἀξιοῦσί τινες γράφειν μινυρισμὸς, ὡς πολλὰ τοιαῦτα παρεπιγράφεται. [sch thesm 101] ὁ Ἀγάθων ὑποκριτικὰ μέλη τέως ποιεῖ. ἀμφό‐ τερα δὲ αὐτὸς ὑποκρίνεται. μονῳδεῖ ὁ Ἀγάθων ὡς πρὸς χορὸν, οὐχ ὡς ἐπὶ σκη‐ νῆς, ἀλλ’ ὡς ποιήματα συντιθείς. διὸ καὶ χορικὰ λέγει [5] μέλη αὐτὸς πρὸς αὑτὸν, ὡς χορικὰ δέ. χθονίαις δὲ τῇ Δήμητρι καὶ τῇ Κόρῃ. [sch thesm 105] εὐπίστως ἔχω πρὸς τὸ τοὺς θεοὺς ὑμνῆσαι καὶ εὐλογῆσαι. [sch thesm 109] ὃς τὴν Ἴλιον ἐτείχισεν. [sch thesm 117] τὴν παρθένον. [sch thesm 121] τῇ Φρυγίᾳ ἁρμονίᾳ ἡρμοσμένα. καὶ τὰ κρούματα τοῦ Ἀπόλλωνος κιθάρας σέβομαι, ἐπειδὴ εἶπε κάτω «κιθάραν ματέρα ὕμνων.» Ἀσιάδα δὲ τὴν κιθάραν λέγει. [sch thesm 122] ὀρχήματα. [sch thesm 123] τὸ σέβομαι κοινόν. [sch thesm 125] εὐτόνῳ. προεῖπε γὰρ ὅτι ἐκ παρθένων ἐστὶν ὁ χορός. ἢ ἄρσενι βοᾷ δοκίμῳ, ἐπεὶ Ἀπόλλων ἐστὶν ὁ κι‐ θαρίζων. τῆς οὖν κιθάρας ἄρσενι βοᾷ δοκίμου οὔσης φῶς ἔσσυτο. ἐπάγει δὲ σημεῖον τοῦ παρὰ Ἀπόλλωνος λελέ‐ [5] χθαι. τῇ θαυμαστῇ φωνῇ καὶ δεδοκιμασμένῃ. [sch thesm 126] τῆς κιθάρας φῶς ἔσσυτο τοῖς σοφοῖς· ἀπὸ γὰρ τῆς κιθάρας ἐδιδάχθησαν οἱ παλαιοὶ ᾄδοντες καὶ γρά‐ φοντες ποιήματα. ἢ τῇ Λητοῖ λαμπρότατα ὄμματα λέγει. [5] πάλιν δὲ φῶς ἐγένετο αὐτοῖς ἀπὸ τῆς ἡμετέρας φω‐ νῆς· ἄνευ γὰρ κιθάρας ἢ ἄνευ ἀνδρὸς τοῦ διδάσκοντος οὐ μαθήσεταί τις. [sch thesm 127] ἀντὶ τοῦ ἐνθουσιαστικῆς. [sch thesm 129] ὀλολύζει. παρεπιγραφὴ τοῦτο· εἰπόντος γὰρ τοῦ Ἀγάθωνος ὁ κηδεστὴς τοῦ Εὐριπίδου ὀλολύζει εἰς τὴν θηλύτητα αὐτοῦ καὶ μόνον οὐχὶ γυναικὸς εὐχήν. [sch thesm 130] δαίμων ἡ Γενετυλλὶς περὶ τὴν Ἀφροδίτην. φασὶ δὲ παρὰ τὴν γέννησιν πεποιῆσθαι τὸ ὄνομα. τινὲς δὲ περὶ τὴν Ἄρτεμίν φασιν αὐτὰς τῶν τοκετῶν ἐφόρους, καὶ πάλιν παρὰ τὴν γέννησιν τὸ ὄνομα πεποιῆσθαι. [sch thesm 131] ποικίλον καὶ ἡδύ. ἔστι δὲ εἶδος φιλήματος πολ‐ λαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις· κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα. [sch thesm 135] τὴν τετραλογίαν λέγει Λυκουργίαν, Ἠδωνοὺς, Βασσαρίδας, Νεανίσκους, Λυκοῦργον τὸν σατυρικόν. λέγει δὲ ἐν τοῖς Ἠδωνοῖς πρὸς τὸν συλληφθέντα Διόνυ‐ σον «ποδαπὸς ὁ γύννις;» [sch thesm 137] ἐντεῦθεν τὴν ἀρχὴν Εὔβουλος ἐποιήσατο τοῦ Διονυσίου, τὰ ἀνόμοια τῶν ἐν τῇ Διονυσίου οἰκίᾳ κατα‐ λέγων· ἐπὶ πλέον μέντοι. ἡ κιθάρα. [sch thesm 139] ζωνάριον. [sch thesm 141] γρ. σύ τ’ αὐτός. ἀντὶ τοῦ τρέφῃ· τὸ γὰρ τρέφει Ἀττικόν. [sch thesm 142] ἀνδρεῖα ὑποδήματα. [sch thesm 144] στοχάζομαί γε ἐκ τῆς μελοποιίας οἷος ἄν τις εἴης. [sch thesm 147] ἀντὶ τοῦ οὐκ ἐλυπήθην. [sch thesm 152] ἀντὶ τοῦ τὴν σκέψιν. [sch thesm 154] γυναικεῖα δράματα λέγεται ἐν οἷς ὁ χορὸς ἐκ γυναικῶν ἐστὶν, ἀνδρεῖα δὲ ἐν οἷς ἐξ ἀνδρῶν. [sch thesm 158] ἐπεὶ ὡς ἐπίπαν ἐστυκότας τοὺς σατύρους εἰσά‐ γουσιν. [sch thesm 160] ἀγροῖκον καὶ πώγωνα μέγαν ἔχοντα. [sch thesm 161] Ἴβυκος ὁ Ῥηγῖνος καὶ Ἀνακρέων ὁ ἀπὸ Τέω (αὕτη δὲ πόλις τῆς Ἰωνίας), καὶ Ἀλκαῖος ὁ Λέσβιος μέλη ἔγραψαν πρὸς λύραν. [sch thesm 162] ἔγχυμον ἐποίησαν. ἐν ἐνίοις δὲ Ἀχαιὸς γέγρα‐ πται, καὶ τὰ παλαιότερα ἀντίγραφα οὕτως εἶχεν. Ἀρι‐ στοφάνης δέ ἐστιν ὁ μεταγράψας Ἀλκαῖος· περὶ γὰρ παλαιῶν ἐστὶν ὁ λόγος, ὁ δὲ Ἀχαιὸς νεώτερος. τὸ δὲ [5] λεγόμενον ὑπὸ Διδύμου πρὸς Ἀριστοφάνην, ὅτι οὐ δύ‐ ναται Ἀλκαίου μνημονεύειν (οὐ γὰρ ἐπεπόλαζε, φησὶ, τὰ Ἀλκαίου διὰ τὴν διάλεκτον), λελήρηται ἄντικρυς. καὶ ἐν τῷ πρὸ τούτου δράματι, τοῖς Ὄρνισι, παρῴδη‐ ται τὸ «ὄρνιθες τίνες οἵδ’ ὠκεανῶ γᾶς ἀπὺ περράτων» [10] οὕτως «ὄρνιθες τίνες οἵδ’ οὐδὲν ἔχοντες» καὶ ἐν Σφη‐ ξὶν «ὤνηρ οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος.» ἀλλα‐ χοῦ δὲ ὁ Δίδυμός φησιν, ἡ μὲν γραφὴ δύναται μένειν, οὐκ ἂν δὲ τούτου τοῦ μελοποιοῦ μέμνηται, πάλιν τὸ αὐτὸ λέγω ὅτι οὐκ ἐπεπόλαζε τὰ μέλη, ἀλλ’ Ἀλκαίου τοῦ [15] κιθαρῳδοῦ, οὗ καὶ Εὔπολις ἐν Χρυσῷ Γένει μέμνηται «ὦ ’λκαῖε Σικελιῶτα Πελοποννήσιε.» τί δὲ ἐνταῦθα κιθαρῳδοῦ, περὶ ποιητοῦ ὄντος τοῦ λόγου; [sch thesm 163] ἁβρῶς. [sch thesm 164] Φρύνιχος ὁ τραγικὸς, ἐπεὶ Ἀθηναῖος ἦν. [sch thesm 168] ἐκ τούτου .... καὶ ἐν τοῖς Ὄρνισιν [1295] οὐκ ἄλλοθεν κορυδὸν αὐτὸν ὠνόμασεν ἀλλ’ ἢ ὅτι μικρὸς καὶ αἰσχρός. καὶ Τηλεκλείδης Ἡσιόδοις «ἀλλ’ ἡ τάλαινα «Φιλοκλέα **** οὖν, εἰ δ’ ἐστὶν Αἰσχύλου φρόνημ’ [5] «ἔχων.» τραγῳδίας ποιητὴς αἰσχρὸς τὸ πρόσωπον καὶ σιμὸς καὶ μικρὸς τὸ σῶμα. [sch thesm 173] κακὸς ἤμην. [sch thesm 177] σοφοὺς μᾶλλον ἔλεγον καὶ σοφιστὰς τοὺς περὶ μουσικὴν καὶ ποιητικήν. [sch thesm 179] μεγάλῃ καὶ θαυμαστῇ. [sch thesm 190] γέρων γὰρ τότε Εὐριπίδης ἦν· ἕκτῳ γοῦν ἔτει ὕστερον τελευτᾷ. [sch thesm 194] ἐξ Ἀλκήστιδος Εὐριπίδου [694]. [sch thesm 199] ἐκφεύγειν. [sch thesm 203] ἐὰν τοῦτο ποιήσωμεν. [sch thesm 214] ἀληθῶς. [sch thesm 215] τὰ γένεια. ταῦτα δὲ ἔλαβεν ἐκ τῶν Ἰδαίων Κρα‐ τίνου. [sch thesm 220] παρὰ τὸ δουροδόκης ὡς πολλὰ αυ.. [sch thesm 221] ἵνα ἀποτεταμένης αὐτῆς καλ...νεν. [sch thesm 224] ἀντὶ τοῦ εἰς τῶν Ἐρινύων. ἄσυλον γὰρ εἶχον οἱ καταλαμβάνοντες τὰ ἱερὰ τῶν Ἐρινύων. [sch thesm 227] τὴν μίαν κομῶν γνάθον, τὴν ἑτέραν ἐψιλωμένος. [sch thesm 231] ὅτι τὸ μύζειν παρῆκται ἀπὸ τοῦ μῦ πολλοῖς ἄλ‐ λοις ὁμοίως. μύζειν δέ ἐστι τὸ τοῖς μυκτῆρσι ποιὸν ἦχον ἀποτελεῖν. [sch thesm 232] ψιλὴ τάξις ἐστὶν ἀγεννεστάτη, ἥτις βάλλεται ἔμπροσθεν τοῦ στρατοπέδου γυμνὴ οὖσα ὅπλων, καὶ ἐὰν ταραχὴ γένηται, ἐκείνη πρώτη ἀναιρεῖται. τοῦτο δὲ λέ‐ γει, ἐπεὶ ἐψίλωται. [sch thesm 235] διαβάλλει τοῦτον ὡς ξυρούμενον. [sch thesm 236] μετὰ γὰρ τὸ τυθῆναι τὰ δελφάκια φλογίζονται, ἵνα ψιλωθῶσιν. [sch thesm 242] ὡς εἰ ἔλεγεν οἰκίαν. [sch thesm 245] ἄσβολος καλεῖται ἡ αἰθάλη τοῦ πυρός. [sch thesm 246] τράμις ὁ πρωκτός. [sch thesm 254] δέον εἰπεῖν μύρου εἶπε ποσθίου. πόσθιον δέ ἐστι τὸ αἰδοῖον τοῦ ἀνδρός. διαβάλλει δὲ αὐτὸν ὡς μετ’ αὐ‐ τοῦ ἑταιρίζοντα. [sch thesm 258] ὅτι τὴν περίθετον οὕτως. καὶ τοῦτο δὲ εἰς μα‐ λακίαν, ἵνα λανθάνῃ νυκτὸς καὶ ὡς γυνὴ πάσχῃ. λέ‐ γουσι δὲ περίθετον πρόσωπον, ὡς Ἀριστομένης ἐν Γόησιν «παντευχίαν δὲ τοῦ θεοῦ ταύτην λαβεῖν καὶ [5] «περίθετον πρόσωπον, ὃ λαβὼν ἕσταθι.» [sch thesm 259] πάντα ἔχουσα τὰ τοιαῦτα ἐν ἑαυτῇ. [sch thesm 261] τῆς κλίνης. στρῶμα δίδωσιν αὐτῷ. βάθριόν τι ἡ κλινὶς εἰστεταμένον. δῆλον δὲ ὅτι τὸ ἔγκυκλον ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα. [sch thesm 263] χαῦνα. διαβάλλει δὲ πάλιν τὸν Ἀγάθωνα ὡς χαῦνον. [sch thesm 268] ὡς γυνὴ λαλήσεις. [sch thesm 272] ἐκ τῆς Μελανίππης Εὐριπίδου. [sch thesm 273] Ἱπποκράτης ἐγένετο Ἀθηναῖος, ὃς εἶχεν υἱοὺς ** διεβάλλετο δὲ σὺν αὐτοῖς ὡς ἀπαίδευτος. [sch thesm 274] ὅτι κατὰ δύναμιν τῆς λέξεως, ἀντὶ τοῦ ἀθρόους πάντας. τὸ γὰρ ἄρδην ὅμοιόν ἐστι τῷ φοράδην ἐνέγκαι· ἡ γὰρ ἄρσις τοῦτο δηλοῖ. εἰ μὴ νῦν τοῦτο βούλεται, πάντας ὁμοῦ αἴρω. [sch thesm 276] ἐπειδὴ ἐν Ἱππολύτῳ [608] τοῦτο εἶπεν Εὐριπί‐ δης, νῦν εὐλαβούμενος λέγει ὅτι ἡ φρήν σου ὀμώμοκε καὶ οὐχ ἡ γλῶττα. [sch thesm 277] παρεπιγραφή. ἐκκυκλεῖται ἐπὶ τὸ ἔξω τὸ θε‐ σμοφόριον. [sch thesm 278] ὅτε ἔμελλε γίνεσθαι ἐκκλησία, σημεῖον ἐτίθετο. οὕτως οὖν καὶ τῶν γυναικῶν μελλουσῶν ἐκκλησιάζειν σημεῖον τίθεται. [sch thesm 279] μιμεῖται τὴν φωνὴν γυναικός. [sch thesm 282] δυϊκόν. τὸ ἐντελὲς περικαλλέε. [sch thesm 289] ὡς τῆς θυγατρὸς αὐτοῦ κατ’ ἐπίκλησιν οὕτω καλουμένης. οἷον βοίδιον ἢ χρυσίον ἢ μύρτιον. ἴσως δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον αἰνίττεται. [sch thesm 290] ἀναισθήτου καὶ μωροῦ, ἵνα κρατῇ αὐτοῦ. [sch thesm 291] τὸν παιδαρίσκον. ἴσως δὲ παρὰ τὴν πόσθην αὐτὸ συνέθηκεν. ἀντὶ τοῦ κατωφερῆ τὸν νοῦν μου ποίησον. [sch thesm 295] γυνὴ μιμουμένη κήρυκα. πεζῇ εὐφημίᾳ χρῶνται οἱ κωμικοὶ, ἐπειδὰν εὐχὴν ἢ ψήφισμα εἰσάγωσιν. [sch thesm 298] ὡς ἀνδρὶ τῆς Περσεφόνης. δαίμων περὶ τὴν Δήμητραν, ἣν προλογίζουσαν ἐν ταῖς ἑτέραις Θεσμοφοριαζούσαις ἐποίησεν. [sch thesm 299] εἴτε τῇ γῇ εἴτε τῇ ἑστίᾳ, ὁμοίως πρὸ τοῦ Διὸς θύουσιν αὐτῇ. [sch thesm 310] ἀπὸ κοινοῦ εὔχεσθε. [sch thesm 312] ὁ χορὸς ἀπὸ γυναικῶν θεσμοφοριαζουσῶν. [sch thesm 324] τὸν ὑπὸ τῶν ἀνέμων κινούμενον. πᾶσαν δὲ κίνησιν καλοῦσιν οἶστρον. [sch thesm 327] ἡ τοῦ Ἀπόλλωνος. [sch thesm 329] ἐπὶ τὸ τελεστικὰ τὰ πράγματα γενέσθαι. εἰς τέλος ἄγοιμεν τὰ δόξαντα. [sch thesm 336] φιλίαν σπένδει. [sch thesm 339] ἐκ τῆς κατάρας τῆς ἐπὶ τοῖς Πεισιστρατίδαις γενομένης ταῦτα παρέμιξεν. ἔοικέ τινα παραμιγνύναι τῶν ἐφ’ Ἱππίᾳ ψηφισθέντων. [sch thesm 341] κατεῖπε πρὸς τὸν δεσπότην. [sch thesm 345] ἵνα αὐτῇ συγγένηται. [sch thesm 346] ἢ καὶ δέχεται δῶρα παρ’ ἑταίρας ἐπὶ τῷ προ‐ διδόναι καὶ συγχωρῆσαι αὐτῇ τὸν φίλον. γράφεται ἔν τισιν ἑταίρα καὶ ἔστιν ἕτερος νοῦς. Ἄλλως. ἐὰν μὲν ἄνευ τοῦ ι γρ. ἑταίρα, οὕτως· ἢ δέχεται δῶρα ὑπὲρ [5] τοῦ ἑταίρα οὖσα προδιδόναι τὸν φίλον. ἐὰν δὲ σὺν τῷ ι, προδιδοῦσάν τινα ἑταίραν τὸν ἑαυτῆς φίλον. [sch thesm 347] τοῦ διξέστου. χοὺς γὰρ δύο ξέσται, χοεὺς δὲ ἕξ. [sch thesm 350] καταρᾶσθε. [sch thesm 355] ὅσαις δὲ προσήκει τὰ ἄριστα λέγειν, ταύτας νικᾶν λεγούσας. [sch thesm 359] ὑφ’ ἡμῶν. [sch thesm 363] δηλοῖ ἐνταῦθα ὅτι λέγουσι καὶ ὁμοίως ἡμῖν τὰ ἀπόρρητα, οὐ μόνον ἀπηγορευμένων. [sch thesm 365] ἀντὶ τοῦ εἰπεῖν πολεμίους εἶπε Μήδους. κατ’ ἐξοχὴν δὲ εἴρηται, ὥσπερ καὶ παρ’ Ὁμήρῳ [Il. Ν, 1] «Ζεὺς ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα.» [sch thesm 370] συμμαχεῖν. [sch thesm 373] ἐπιστάτις ἐστὶν ἡ Τιμόκλεια. ἀρχὴ δέ τίς ἐστιν ἐπιστάτις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ περὶ ἄλλου τινός. [sch thesm 376] ἐν γὰρ ταῖς ἄλλαις ἡμέραις περὶ τὰς θυσίας γίνονται. —ᾗ, ὅπου. Put. [sch thesm 377] χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις. [sch thesm 380] ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον. τὸ δὲ περίθου, ὅπερ ἡμῖν σύνη‐ θες ἐπίθου λέγειν. [sch thesm 383] καλλιλεξία. γυνή. [sch thesm 386] ὑβριζομένας. [sch thesm 389] ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἐπιξύσαι. μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβει· σφο‐ δρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ [5] καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. Διόδωρος οὐ μεταφορικὴν, ἀλλ’ ἐξ ἔθους γλωσσηματικὴν, καὶ μὴ εἶναι ἐπιτρίβειν ἀλλὰ τύπτειν ἢ σκώπτειν τὸ σμώχειν. Ἄλλως. ἐπισμῇ: καὶ παρὰ Κρατίνῳ ἐστὶν ἐν Κλεο‐ βουλίναις τὸ ἐπισμῇ. ἔστι δὲ λοιδορία, ἀπὸ τοῦ καθά‐ [10] πτεσθαι τῶν σμωμένων. [sch thesm 393] ὁ Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον. ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, [5] οὕτω καὶ οἰνοπίπης. Ἄλλως. τὰ πλεῖστα οἰνοπίπους ἔχει ἀντὶ τοῦ τὰς μεθύσους ἀπὸ τοῦ πιπίζειν, ὅπερ ἐστὶν ἐκμύζειν. [sch thesm 395] ὡς ἔτι ἰκρίων ὄντων ἐν τῷ θεάτρῳ καὶ ἐν ταῖς ἐκκλησίαις ἐπὶ ξύλων καθημένων. πρὶν γὰρ γενέσθαι τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. [sch thesm 397] ἀντὶ τοῦ ἐν ὅλοις αὐτοῦ τοῖς δράμασι. [sch thesm 401] νεωτέρων καὶ ἐρωτικῶν τὸ στεφανοπλοκεῖν. πρὸς τὸ ἔθος, ὅτι ἐστεφανηπλόκουν αἱ παλαιαί. Σαπφὼ «αυταόρα αιστεφανηπλόκουν.» [sch thesm 402] περιερχομένη. [sch thesm 403] ἀντὶ τοῦ εἰς τίνα τὸν νοῦν ἐχούσης σου κατέαγεν ἡ χύτρα. ὡς διὰ τὸ ἐρᾶν μὴ προσεχουσῶν ἐπεφώνουν ταῦτα οἱ ἄνδρες, εἰ ἡ γυνή τι ἐκ τῶν χειρῶν ἀφίοι. [sch thesm 404] ἐκ Σθενεβοίας Εὐριπίδου. διαβάλλει δὲ ὡς μοιχοὺς τοὺς Κορινθίους. [sch thesm 409] ὅτε τίκτουσιν αἱ γυναῖκες. [sch thesm 410] πρὸς τοὺς γέροντας διαβέβληκεν, οἳ πρὸ τοῦ [sch thesm 412] ἀντὶ τοῦ διὰ τὸν ἴαμβον τοῦτον. πᾶν γὰρ μέ‐ τρον οἱ παλαιοὶ ἔπος ἐκάλουν. [sch thesm 416] ἠπειρωτικούς. [sch thesm 417] φόβον ἀπὸ τῶν προσωπείων. [sch thesm 419] ἐκ τοῦ ταμείου λαβεῖν. [sch thesm 420] ὅτι ἑνικῶς τὸ ἄλφιτον. [sch thesm 423] τὰ γὰρ ἀρχαῖα μονοβάλανά φασιν εἶναι. γομ‐ φίους δὲ, οὓς ἡμεῖς ὀδόντας. Μένανδρος Μισουμένῳ «Λακωνικὴ κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.» καί φασιν ὅτι ἔξωθεν περικλείεται μοχλοῦ παρατιθεμένου ἤ [5] τινος τοιούτου, ὥστε τοῖς ἔνδον μὴ εἶναι ἀνοῖξαι. περιβόητοί εἰσιν αἱ Λακωνικαὶ κλεῖδες. [sch thesm 425] σφραγίδιον παραπλήσιον ᾧ ἐσφράγιζεν ὁ ἀνήρ. [sch thesm 427] ξύλα ὑπὸ θριπῶν βεβρωμένα, οἷς ἐσφράγιζον. θρῖπες δὲ εἶδος σκωλήκων. [sch thesm 428] ἐξάψαντας ἑαυτῶν. [sch thesm 429] ταράττειν καὶ κινεῖν. [sch thesm 441] διὰ τὸ εὐμήχανον ἐν τοῖς δράμασι λέγεσθαι τὸν Ξενοκλέα πρὸς τὰς τῆς γυναικὸς μηχανὰς παρελήφθη. χλευάζων δὲ λέγει οὐκ ἀπὸ σπουδῆς, ὡς ἐπὶ συμμέ‐ τρου. Ἄλλως. ὁ τραγῳδοποιός. ἤτοι δὲ διαβάλλει [5] αὐτὸν ὡς ἀφυᾶ. [sch thesm 442] φανερῶς. [sch thesm 445] ὑπὸ Εὐριπίδου. [sch thesm 448] διὰ μυρρινῶν στεφάνους ποιοῦσα. [sch thesm 449] ἀντὶ τοῦ πρότερον. [sch thesm 458] οὓς ἡμεῖς ἐκδοτικοὺς λέγομεν. [sch thesm 459] φρόνημα. [sch thesm 469] ἐπίτηδες ὁ κηδεστὴς ὑπὲρ τὰς ἄλλας γυναῖκας γυναικίζεται, ἵνα διὰ τούτου λάθῃ. [sch thesm 472] ἀντὶ τοῦ μόναι. οὐδεμία ἐκφέρουσα τοὺς λόγους πρὸς τοὺς ἄνδρας. [sch thesm 473] διὰ τί. [sch thesm 481] ἔξυεν ἠρέμα, παρὰ τὸ κνᾶν. [sch thesm 485] λείπει τὸ ἔφη. [sch thesm 486] ἐλελίσφακον. ὡς ἐπιτήδεια παῦσαι στρόφον. [sch thesm 487] ἵνα ὀλισθηρὸς γενόμενος μὴ ψοφῇ. [sch thesm 489] ἀγυιεὺς οὕτω καλούμενος Ἀπόλλων τετράγω‐ νος. [sch thesm 491] τῶν νῦν καλουμένων σταβλίτων ἢ βουρδωνα‐ ρίων, τῶν τοὺς οὐρῆας κομούντων. [sch thesm 495] διὰ γὰρ τὸν πρὸς Πελοποννησίους πόλεμον ἐφύ‐ λαττον Ἀθηναῖοι τὰ τείχη. [sch thesm 499] στολῆς εἶδος. [sch thesm 500] ὅτι καὶ συστολαῖς βιαίοις χρῶνται καὶ ἐκτάσεσι. καὶ ἄνω [176] «ἀλλ’ ὧνπερ οὕνεκ’ ἦλθον ἀλλ’ εἰπεῖν βούλομαι.» [sch thesm 505] ὅτι ἐν χύτρᾳ τὰ παιδία ἐξετίθεσαν. [sch thesm 506] τὸ στόμα πεπληρωμένον. καὶ ἄλλως οὐ γάλα πρότερον τοῖς βρέφεσιν ἐδίδοσαν, ἀλλὰ μέλι ἀπολεί‐ χειν. Μένανδρος δὲ οὐκ ὀρθῶς ποιεῖ τὰ ἀρτίτοκα γάλα‐ κτος δεόμενα. [sch thesm 509] δέον εἰπεῖν «τὸ βρέφος τὸ ἦτρον τῆς μήτρας [sch thesm 516] Θεόφραστος τὴν προάνθησίν φησι τῆς πίτυος καὶ τῆς πεύκης. Ἐρατοσθένης ἀγγεῖον τοῦ σφηκὸς ἢ τῆς μελίσσης, ὅπου οἱ σκώληκες ἔπεισιν. ἀλλ’ οὐδὲ οὕτως πάνυ σώζεται ἡ ἀκολουθία. δεῖ οὖν χωρίζειν ἑκάτερον [5] οὕτως, καὶ ὡς στρεβλὸν καὶ ὥσπερ κύτταρον, προσό‐ μοιον κυττάρῳ πλήρει καὶ ἔχοντι τὸν σκώληκα. Ἄλ‐ λως. κύτταρος καλεῖται τὰ κοιλώματα τῶν μελικηρίδων· ὁμοίως δὲ καὶ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος, ὅπερ νῦν ἀκουστέον· περὶ γὰρ αἰδοίου λέ‐ [10] γει. [sch thesm 519] παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου «εἰ δὴ θυμού‐ μεθα παθόντες οὐδὲν μᾶλλον ἢ δεδρακότες.» [sch thesm 529] ἐκ τῶν εἰς Πράξιλλαν ἀναφερομένων «ὑπὸ παντὶ λίθῳ σκορπίον ὦ ’ταῖρε φυλάσσεο.» καὶ ἑτέρα «πάντα λίθον κίνει.» [sch thesm 531] τοῦτο ἰαμβικὸν τετράμετρον καταλῆγον. [sch thesm 532] εἰ μὴ ἄλλη γυνή. [sch thesm 533] κατὰ τῆς Ἀγραύλου ὤμνυον, κατὰ δὲ τῆς Παν‐ δρόσου σπανιώτερον· κατὰ δὲ τῆς Ἔρσης οὐχ εὑρή‐ καμεν. [sch thesm 536] συντιμωρεῖσθαι αὐτὸν βουλόμεναι, ἐπειδὴ ἐπὶ σκηνῆς εἰσίν. [sch thesm 547] τοῦτο μόνον τὸ τετράμετρον ἰαμβεῖον ἀνάπαι‐ στον ἔχει τὸν καταλήγοντα. ἄξιον οὖν αὐτὸν τηρῆσαι. [sch thesm 556] ξύστρας. [sch thesm 557] κατεχρήσατο εἰποῦσα σιφωνίζομεν σῖτον. κυ‐ ρίως γὰρ σιφωνίζειν τὸ τὰ ὑγρὰ ἀποσπᾶν. [sch thesm 560] κατέκοψεν. τοῦτο διὰ τὴν Κλυταιμνήστραν, οὐκ ἀπὸ ἱστορίας. [sch thesm 561] οὐκ ἀπὸ ἱστορίας παλαιᾶς εἴληφεν, ἀλλ’ ὡς ἐν τῇ Ἀττικῇ τούτου γενομένου. [sch thesm 562] ὡς καὶ τούτου πάλιν γενομένου. [sch thesm 564] ὡς καὶ τούτου πάλιν γενομένου. [sch thesm 565] ἐπιτετήδευκεν ὑφαρπάζουσαν τὴν ἑτέραν ποιῆ‐ σαι τὸν λόγον, ἐπεὶ ἔλειπε τὸ λαβεῖν. [sch thesm 566] ὡς τὼ χεῖρε. οὐκέτι δὲ τοῖν θεοῖν, ἀλλὰ ταῖν θεαῖν. [sch thesm 567] ὅτι ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολὺ, καὶ ὅτι παρετυμολογεῖ τὸν πόκον οὐ κακῶς. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται, καὶ ὡς πλοκα‐ μῖδες σπανίως ποτὲ ἐπὶ ἀνδρὸς λέγεται. [sch thesm 572] ἀντὶ τοῦ ἐγγὺς παρὰ τοῖς Ἀττικοῖς. καὶ Μέναν‐ δρος «ἔστιν δ’ ὁμοῦ τὸ χρῆμα.» [sch thesm 574] τὰ αὐτά μοι πράττουσα. [sch thesm 575] ἐψίλωτο γὰρ ὁ Κλεισθένης τὰς γνάθους γυναι‐ κωδῶς. [sch thesm 576] προΐσταμαι. [sch thesm 578] πρὸ ὀλίγου. [sch thesm 585] ὅτι ἀναπέμψαι κυρίως. διὸ καὶ ἄνοδος ἡ πρώτη λέγεται, παρ’ ἐνίοις καὶ κάθοδος, διὰ τὴν θέσιν τῶν θε‐ σμοφορίων. ἐπεὶ καὶ ἄνοδον τὴν εἰς τὸ θεσμοφόριον [sch thesm 600] ἀντὶ τοῦ κεκρυμμένος. καλοῦνται μὲν γὰρ καὶ κρύπται παρὰ Πλάτωνι τῷ φιλοσόφῳ [Leg. 1, 633, A] καὶ παρ’ Εὐριπίδῃ καὶ ἐν ταῖς τῶν Λακεδαιμονίων πολι‐ τείαις. καὶ ἐν Θάσῳ ἀρχή τις κρύπται. ἁπλῶς ἀντὶ τοῦ [5] κεκρυμμένος. [sch thesm 602] ὦ προστάτα. [sch thesm 603] Μνησίλοχος τοῦτο διὰ τὸ μέλλειν ἔρευναν γίνε‐ σθαι. [sch thesm 612] ἀντὶ τοῦ οὔρει. [sch thesm 616] ἐπισχετικὰ γάρ ἐστιν οὔρου τὰ κάρδαμα καὶ πτύσματος. καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας αὐτοῖς χρῆσθαι. ὅτι μὲν γὰρ χρῶνται καὶ Ξενοφῶν φησι [Cyrop. 1, 2, 16.] «φυλάττονται πολλὰ οὐρεῖν, ὥσπερ καὶ [5] «πτύειν καὶ ἀπομύττεσθαι.» [sch thesm 620] Κοθωκίδαι δῆμος τῆς Οἰνηίδος φυλῆς. [sch thesm 622] οἱ μὴ δυνάμενοί τι λέγειν τοιαῦτα λέγουσιν. [sch thesm 623] καὶ τοῦτο πρὸς τὴν ἄνοδον, ἐπειδὴ ἄνοδος ἦν πρὸς τὸ ἱερόν. [sch thesm 624] φίλη συνδίαιτος. σκηνὰς γὰρ ἑαυταῖς ἐποίουν τὸ ἱερόν. [sch thesm 630] διαβάλλει πάλιν τὰς γυναῖκας ὡς μεθύσους. [sch thesm 631] ἀλλήλας ἐδεξιούμεθα. [sch thesm 633] μὴ εὑρίσκων τί εἴπῃ ὁ κηδεστής φησιν ὅτι ἀντὶ ἀμίδος σκάφιον ᾔτησεν ἡ Ξένυλλα. ἀμὶς δέ ἐστιν οὐ‐ ροδόχον ἀγγεῖον. [sch thesm 641] ἀντὶ τοῦ στείρα. [sch thesm 646] οὐκ ἐνταῦθά γε. παρατετήρηται καὶ πρότερον. [sch thesm 648] ἐπεὶ τὰς ναῦς διὰ τοῦ Ἰσθμοῦ εἷλκον Κορίνθιοι, ὥστε μὴ περιέρχεσθαι. τοῦτο δὲ διισθμονίσαι ἐκά‐ λουν. [sch thesm 649] ἀντὶ τοῦ διὰ ταῦτα. [sch thesm 656] τῶν ἐγκύκλων ἀποδυσαμένας. [sch thesm 657] ἐπεὶ μόνων γυναικῶν ἐστιν ἡ ἐκκλησία. περιδραμεῖν. [sch thesm 658] τὴν ἐκκλησίαν παρὰ τὸ πυκνοῦσθαι τοὺς ὄχλους. ἐπεποίηντο γὰρ ἐκκλησίαν. τὰς δὲ σκηνὰς διὰ μέσου εἴρηκε. καὶ γὰρ πρὸς τῇ πυκνὶ σκηναὶ ἦσαν, ὡς καὶ αὐτὸς Ἀριστοφάνης μέμνηται τούτου. [sch thesm 664] παρακαθεζόμενος. [sch thesm 680] ἀντὶ τοῦ διάπυρος ὢν ταῖς μανίαις. [sch thesm 682] γελοίως εἶπεν, ὡς Ἀλέξανδρος «ἦσαν ἄνθρωποι πέντε καὶ γυναῖκες τρεῖς.» πέπαικται οὖν τοῦτο ὡς ἐν κωμῳδίᾳ. [sch thesm 684] ἀποδίδωσιν. [sch thesm 688] ..... ἁρπάζει παιδίον μιᾶς γυναικὸς, καὶ κατα‐ φεύγει ἐν τῷ ἱερῷ, λέγων ὅτι ἐάν με τύψητε, κατα‐ σφάξω τοῦτο τὸ παιδίον. ἀντὶ δὲ παιδίου ἀσκὸν οἴνου λαμβάνει, καὶ αὐτὸν ἐνδύει κροκωτὸν, καὶ ποιεῖ αὐτῷ [5] χεῖρας καὶ πόδας, καί φησιν αὐτὸ παιδίον. διαβάλλει δὲ τὰς γυναῖκας ὡς ἐν ταῖς μάχαις αὐτῶν τοὺς ἀσκοὺς τῶν οἴνων κατέχουσιν. [sch thesm 693] τῶν βωμῶν, ἀπὸ τοῦ τὰ μηρία ἐπάνω ἀπο‐ κεῖσθαι. ἐκ δὲ τοῦ περιεχομένου τὸ περιέχον εἶπεν. [sch thesm 697] τροπαῖον προπερισπωμένως ἀναγνωστέον παρὰ Ἀριστοφάνει καὶ παρὰ Θουκυδίδῃ, τρόπαιον δὲ προπα‐ ροξυτόνως παρὰ τοῖς νεωτέροις ποιηταῖς [sch thesm 701] παροιμία. [sch thesm 710] ἐκ τῶν ἀνδρῶν φησὶν, ὅθεν οὐκ ἔξεστιν. ὁ Σύμ‐ μαχος· γελοίως φησὶν ὅθεν ἥκεις φαύλως ἥκεις. ἥκεις, φησὶν, εἰς τὰς χεῖρας ἡμῶν, ὅθεν οὐ φεύξῃ. [sch thesm 714] τοῦτο τὸ παθεῖν. [sch thesm 717] κάθηται ἐπὶ βωμοῦ ὡς ἱκετεύων, ἡρπακώς τινος θυγάτριον· φαίνεται δὲ ἀσκὸν ἔχων. [sch thesm 726] πρὸς τὰς γυναῖκας. [sch thesm 728] ὄνομα κύριον δούλης τὸ Μανία. καὶ ἐκτεταμένον ἔχει τὸ α. [sch thesm 729] σπινθῆρα. [sch thesm 730] εἶδος ἱματίου. ἠμφίεσται δὲ ὡς παιδίον καὶ ὑποδήματα ἔχει ὁ ἀσκός. [sch thesm 734] ὁ ἀσκός. εἶδος δὲ ὑποδημάτων αἱ Περσικαί. [sch thesm 735] ὦ μέθυσοι. [sch thesm 738] ἅπαντα γὰρ ἕνεκα τοῦ πιεῖν ἐνέχυρα τίθεται καὶ πιπράσκεται. [sch thesm 742] ἀλλ’ οὐ δέκα μῆνας κυοῦσιν αἱ γυναῖκες, ἀλλ’ ἐννέα. εἰώθασι δὲ οὕτω πλήρει ἀριθμῷ χρῆσθαι ἀντὶ τῶν ἐννέα μηνῶν. [sch thesm 743] τρεῖς κοτύλας οἴνου χωροῦν. [sch thesm 746] τοῦτο πάλιν ὡς ἐπὶ ἀσκοῦ· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἔτη εἶπε χοᾶς. [sch thesm 750] εἰώθασι λέγειν, ἐάν τις ἐν Διονυσίοις ἢ Διασίοις ἢ Σκίροις μικρόν τι προσεναγισμάτων φησὶν ευπα. ἅμα δὲ ὅτι καὶ περὶ οἴνου ἐστὶν ὁ λόγος. Ἄλλως. ουτο... λέγοντος ἃ δὲ ἔχει ἐκ Διονυσίων ἢ Ἀπατουρίων, [5] τὸν ὑπερπίπτοντα τῶν μηνῶν ἀριθμὸν οὕτω δηλοῖ τις. τοῦτο ἔθος ἦν Ἀττικοῖς, λέγειν τὰ ἔτη κατὰ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων. [sch thesm 754] τοῦτο αἱματοδεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιη‐ τὴς ἄμνιον. [sch thesm 756] τοῦτο ἅμα εἰπὼν ἐκχέει τὸν οἶνον ὁ κηδεστὴς ἐν τῷ βωμῷ. [sch thesm 758] ἀπὸ ἔθους. ἐκδερματώσαντες γὰρ τὰ ἱερεῖα δι‐ δόασι τὰ δέρματα ταῖς ἱερείαις. ἐκχέας οὖν τὸν οἶνον χαρίζεται αὐτῇ τὸν ἀσκόν. [sch thesm 760] ἐνταῦθα ἀπέδωκεν ὁ Ἀριστοφάνης τὸ ὄνομα τῆς γυναικὸς, ἧς ἥρπασε τὸ παιδίον ἤτοι τὸν ἀσκὸν ὁ κη‐ δεστής. [sch thesm 766] ὁ Εὐριπίδης. [sch thesm 771] ὁ γὰρ Εὐριπίδης ἐν τῷ Παλαμήδει ἐποίησε τὸν Οἴακα τὸν ἀδελφὸν Παλαμήδους ἐπιγράψαι εἰς τὰς ναῦς τὸν θάνατον αὐτοῦ, ἵνα φερόμεναι αὗται ἔλθωσιν εἰς τὸν Ναύπλιον τὸν πατέρα αὐτοῦ καὶ ἀπαγγείλωσι [5] τὸν θάνατον αὐτοῦ. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει ἐν τῷ Παλαμήδει Εὐριπίδου. ὁ γὰρ Οἴαξ ἐγχαράττει πολλαῖς πλάταις τὰ περὶ τὸν Παλαμήδην καὶ ἀφίησιν εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι τὸν Ναύπλιον προσπε‐ σεῖν. [sch thesm 773] πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. πινάκια δὲ ἦσαν ἀνα‐ [5] μάνατε Εὐριπίδῃ.» [sch thesm 777] ἄνυσιν ἔχοντι καὶ ἐπίνοιαν. [sch thesm 779] σμίλης λέγει ἀντὶ τοῦ γραφείου. ὁλκοὺς λέγει τὰ σημεῖα, ἐπειδὴ ἕλκομεν γράφοντες. [sch thesm 781] ὡς Εὐριπίδην γράφων, ἐν ᾧ τὸ ρ. ἐν τῷ γράφειν τὸ τοῦ Εὐριπίδου ὄνομα τοῦτό φησιν. [sch thesm 785] τῇ παραβάσει χρησάμεναι. [sch thesm 790] μήτε καταληφθῆναι παρακύπτουσαν. [sch thesm 804] πέπλασται τὰ ὀνόματα, ἐπεὶ εὐδοκίμουν οἱ Ἀθη‐ ναῖοι τότε τῷ ναυτικῷ. Χαρμῖνος δὲ περὶ Σάμον συν‐ εστρατήγησε κατὰ τὸν καιρὸν τοῦτον τοῖς περὶ Φρύ‐ νιχον. Ναυσιμάχη δὲ πόρνη καὶ Σαλαβακχώ. Ἄλ‐ [5] λως. συνεμάχησε γὰρ Φρυνίχῳ ἐν Θρᾴκῃ ὁ Χαρμῖνος, καὶ ἴσως οὐδὲν ἀξιόλογον ἔπραξεν. διὸ λέγει «δῆλα τὰ ἔργα.» [sch thesm 805] Κλεοφῶντα λέγει τὸν λυροποιόν. διαβάλλει δὲ αὐτὸν ὡς κίναιδον. [sch thesm 806] πόρνης ὄνομα. [sch thesm 808] καὶ ἡ Εὐβούλη πέπλασται. τὸ δὲ ὅλον τί βού‐ λεται, οὐκ ἔστι σαφές. ἀλλ’ οὐδὲ παρὰ Πλάτωνι ἐν τῷ Ὑπερβόλῳ· λέγει γάρ τι περὶ τοῦ ἐπιλαγχάνειν τοῖς βουλευταῖς «εὐτυχεῖς ὦ δέσποτα. τί δ’ ἔστι; βουλεύειν [5] «ὀλίγου ’λαχες πάνυ. ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, «ἢν νοῦν ἔχῃς. πῶς ἢν ἔχω νοῦν; ὅτι πονηρῷ καὶ «ξένῳ ἐπέλαχες ἀνδρί· *** οὐδέπω γὰρ ἐλευθέρῳ.» καὶ ἐν ταὐτῷ «ἄπερρ’· ἐγὼ δ’ ὑμῖν τὸ πρᾶγμα δὴ «φράσω. Ὑπερβόλῳ (βουλῆς γὰρ) ἄνδρες ἐπέλαχον.» [10] τὸ βουλεῦσαι βουλείαν ἔλεγον. [sch thesm 811] λέγει ἀπὸ συμμάχων ἢ στρατείας. τὸ δὲ ζεύγει ἀντὶ τοῦ ἁμάξαις ἐκφέρειν δεῖ. ** διὸ καὶ οὐκ εἶπεν οὕτως πεντήκοντα, ἀλλὰ κατὰ πεντήκοντα, τὸ συνεχὲς ἐκφαίνων. [sch thesm 823] σκέπασμά τι ἐπὶ τῆς κεφαλῆς βαλλόμενον, ἢ μέρος τοῦ ἱστίου. [sch thesm 825] τὴν κάμακα τῆς λόγχης λέγει. οἱ μέν φασι κα‐ νόνα αὐτὸν λέγειν τὸ ξύλον τῆς λόγχης, οἱ δὲ τὸν κα‐ νόνα τῆς ἀσπίδος. [sch thesm 826] τῷ σιδήρῳ. [sch thesm 828] συνέχεεν καὶ οὗτος ὡς Εὔπολις πολλάκις· στρατιὰ μὲν γὰρ τὸ πλῆθος, στρατεία δὲ ἡ στράτευσις. [sch thesm 829] τὴν ἀσπίδα λέγει· σκιάζει γὰρ τὸν ἄνδρα. αἰ‐ νίττεται δὲ καὶ εἰς Κλεώνυμον. [sch thesm 834] ἀμφότεραι ἑορταὶ γυναικῶν, τὰ μὲν Στήνια πρὸ δυεῖν τῶν Θεσμοφορίων Πυανεψιῶνος θʹ, τὰ δὲ Σκίρα λέγεσθαί φασί τινες τὰ γινόμενα ἱερὰ ἐν τῇ ἑορτῇ ταύτῃ Δήμητρι καὶ Κόρῃ. οἱ δὲ, ὅτι ἐπὶ Σκίρῳ θύεται [5] τῇ Ἀθηνᾷ. [sch thesm 838] εἶδος κουρᾶς δουλικῆς. τὸ ἑξῆς. ὑστέραν τῆς τὸν ἀνδρεῖον τεκούσης. ἀντὶ τοῦ μιᾶς γυναικὸς ὑστέραν. ἐὰν δὲ ὑστάτην, ἁπάντων ὑστάτην. [sch thesm 840] πολλάκις εἶπον ὅτι προβάλλει ὁ Ὁμηρικὸς ἐν [5] μόνον οἶδα Λαμάχου, Ξενόφαντον. [sch thesm 841] ἐπαινεῖ τὸν Λάμαχον νῦν· ἤδη γὰρ ἐτεθνήκει ἐν Σικελίᾳ τετάρτῳ ἔτει πρότερον. [sch thesm 846] τυφλὸς, διεστραμμένος τὴν ὄψιν. Σώφρων «ἰλ‐ «λοτέρα τᾶν κορωνᾶν.» [sch thesm 848] ἄνω γὰρ ἐκέχρητο τῇ ἐκ Παλαμήδους ἐπινοίᾳ. [sch thesm 850] ὑπόγυον δεδιδαγμένην. [sch thesm 852] τὸ κοικύλλειν, φασὶν, ἐπὶ τοῦ περιβλέπεσθαι δύναται καὶ ἐνθάδε. βέλτιον δὲ ἐπὶ τοῦ κακοτεχνεῖν. τὸ δὲ ἔχων παρέλκει Ἀττικῷ ἔθει. [sch thesm 855] ἐξ Ἑλένης Εὐριπίδου πολλὰ τούτων. [sch thesm 857] μέλανα καὶ συρμαϊζόμενον. ἡ δὲ συρμαία κρί‐ θινόν ἐστι πότημα. [sch thesm 861] ἐπὶ πονηρίᾳ διαβάλλεται. τινὲς δὲ καὶ πατέρα αὐτῷ φασὶν ἀληθῶς εἶναι τοῦτον. [sch thesm 863] τῆς γυναικείας μιμήσεως. [sch thesm 868] ὅτι πονηροὶ οἱ κόρακες, καὶ ὅτι μέχρι νῦν οὐκ ἐσπάραξάν σε. [sch thesm 869] σαίνει τὸ ᾆσμα. [sch thesm 870] σύνηθες τὸ σχῆμα. Μένανδρος «οἶσθ’ ὃ ποίη‐ σον.» Σοφοκλῆς Πηλεῖ «μὴ ψεῦσον ὦ Ζεῦ· μή μ’ ἕλῃς ἄνευ δορός.» «οἶσθ’ οὖν ὃ δρᾶσον» Εὐριπίδης Πολυΐδῳ. [sch thesm 871] ὁ Εὐριπίδης ἀναλαμβάνει τὸ πρόσωπον τοῦ Μενελάου καὶ ὑποκρίνεται. [sch thesm 876] Πρωτέας οὕτω καλούμενος Ἀθηναῖος, ὃς ἐτε‐ θνήκει πρόπαλαι. [sch thesm 878] διαβάλλει τὴν Αἴγυπτον ὡς ἀλίμενον καὶ ὡς κίνδυνον ἐμποιοῦσαν ταῖς ναυσίν. [sch thesm 882] ἐκ τῆς θαλάσσης. [sch thesm 897] ἣν εἶπεν Ὅμηρος [Od. Θ, 366] Εἰδοθέαν. [sch thesm 898] ἀπὸ δήμου τῆς Αἰγηίδος φυλῆς, ἔνθα τὸ Εὐρυ‐ σθέως ἀπόκειται σῶμα ἐν τῷ ἀκρωτηρίῳ. ἐπίρρημα δὲ τὸ Γαργηττόθεν. [sch thesm 902] τὰς κόρας σου ἀντιπροσώπους μοι στρέψον. [sch thesm 903] ἐπειδὴ ξυρηθεὶς ἦν. [sch thesm 910] δέον εἰπεῖν ἐκ τῶν ὄψεων, εἶπεν ἐκ τῶν ἰφύων. ἴφυον δέ ἐστιν εἶδος ἀγρίου λαχάνου, ὅτι Εὐριπίδης λαχανοπώλιδος Κλειτοῦς υἱὸς ἦν δηλονότι. [sch thesm 913] καὶ ταῦτα ἐκ τῆς Ἑλένης, καὶ καθόλου τὰ πλεῖστα. [sch thesm 915] ταῦτα λέγει ἀκολουθῶν αὐτῷ καὶ βουλόμενος ἐκφυγεῖν. [sch thesm 917] τὸ χ παράκειται τῷ στίχῳ. καί φησι Καλλί‐ στρατος ** οὐ τῇ λαμπάδι εἶπεν, ἀλλὰ νὴ τῇ δᾳδὶ, ὡς δῆλον εἶναι ὅτι ἑκατέρως ἔλεγον. ἀνάξιος δὲ ἂν εἴη ὁ Καλλίστρατος πιστεύεσθαι ὡς ἂν περὶ διδασκάλου τοῦ [5] Ἀριστοφάνους λέγων. [sch thesm 921] οὐ κυρίως, ἀλλ’ οἷον κοινόβουλος. [sch thesm 922] ἐπανουργεῖτε, ὡς δὴ τῶν Αἰγυπτίων πανούρ‐ γων ὄντων. [sch thesm 926] ἕως ζῶ. [sch thesm 928] ἡ σπάρτος. ἀντὶ τοῦ ἡ μηχανή. παροιμία ἐπὶ τῶν ἐπιχειρούντων τι ποιεῖν καὶ ἀποτυγχανόντων. [sch thesm 935] ἐπεὶ ἄνω αἰγυπτιάζειν αὐτοὺς ἔφη, οἱ δὲ Αἰγύ‐ πτιοι λινοποιοί εἰσιν. ὁ πανοῦργος. ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα ῥαπτόντων. [sch thesm 940] πρὸς σανίσιν ἐδεσμεύοντο πολλάκις, ὡς καὶ Κρατῖνος δηλοῖ. «ἐπίτρεψον οὖν τῷ τοξότῃ» φησὶ «γυμνόν με πρὸς τῇ σανίδι δῆσαι.» [sch thesm 941] μετὰ κροκωτοῦ τοῖς κόραξιν ἑστίασιν παρέχων. ἀντὶ τοῦ ἑστίασιν παρέχων. Ἀττικὴ δὲ ἡ σύνταξις, ὅτι τὸ ἑστιᾶν καὶ δοτικῇ συντάσσουσιν, ὡς καὶ παρ’ Εὐ‐ πόλιδί ἐστιν ἐν Αὐτολύκῳ θατέρῳ «ὥστ’ οὔτ’ ἐκεῖ οὔτ’ [5] «ἐνθάδε δεῖ ξενίζεσθαι.» [sch thesm 944] ὅτι ἐνδυσάμενος καὶ ἐλθὼν εἰς τὰς γυναῖκας κατάδηλος ἐγενόμην. [sch thesm 947] τὸ παίξωμεν οἱ Ἀττικοὶ παίσωμεν ἔλεγον, καὶ τὸ παίσωμεν πάλιν παίξωμεν. καὶ [Hom. Od. Ψ, 134] «πολυπαίγμονος ὀρχηθμοῖο.» [sch thesm 948] ὅταν τὰ μυστήρια αὔξωμεν, φησὶν, τῶν θεῶν. λέγει δὲ Δημήτρας καὶ Περσεφόνης. Ἄλλως. ὅταν τὰς τελετὰς αὔξωμεν· τοῖς γὰρ ὕμνοις ἐπαίρομεν αὐ‐ τάς. καὶ τοῦτο ἐστὶ τὸ ἀνέχωμεν. [sch thesm 949] Παύσων ὁ ζωγράφος εἰς πενίαν διαβάλλεται, καὶ διὰ τοῦτο εἶπε νηστεύει. [sch thesm 968] ὅτι ἐν θεάτρῳ ἦσαν. ἐπειδὴ μέλλουσιν ἐλθεῖν εἰς τὴν ᾠδήν. [sch thesm 969] τὸν Ἀπόλλωνα. [sch thesm 971] τὴν παρθένον. [sch thesm 973] Ἥρα τελεία καὶ Ζεὺς τέλειος ἐτιμῶντο ἐν τοῖς γάμοις ὡς πρυτάνεις ὄντες τῶν γάμων. τέλος δὲ ὁ γά‐ μος. διὸ καὶ προτέλεια ἐκαλεῖτο ἡ θυσία ἡ πρὸ τῶν γά‐ μων γινομένη. [sch thesm 977] ἔφορος γὰρ τῶν θρεμμάτων ὁ θεός. [sch thesm 986] τορῶς καὶ τρανῶς λέγε τὴν ᾠδήν. [sch thesm 1001] ἀντὶ τοῦ πρὸς τὴν αἰθρίαν. βαρβαρίζει δὲ ὁ τοξότης. [sch thesm 1003] ἀντὶ τοῦ δρῶ. τοῦτο δὲ εἰπὼν πλέον αὐτὸν ἐπι‐ σφίγγει. [sch thesm 1007] πορμός ἀντὶ τοῦ φορμὸς, ψίαθος. ἀντὶ τοῦ ἵνα φυλάξω σε. [sch thesm 1009] ὁρᾷ Εὐριπίδην προσιόντα. [sch thesm 1011] ἀντὶ τοῦ ὡς Περσεύς. [sch thesm 1012] Ἀνδρομέδαν: πιθανῶς· συνδεδίδακται γὰρ τῇ Ἑλένῃ. [sch thesm 1015] παρὰ τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου «φίλαις παρθένοι, φίλαι μοι.» τὰ δὲ ἐπιφερόμενα πρὸς τὸ αὐτὸ χρήσιμον. [sch thesm 1018] πάλιν ἐξ Ἀνδρομέδας. πρὸς τὴν ἠχὼ Ἀνδρομέδα λέγει «προσαιδοῦσσαι τὰς «ἐν ἄντροις ἀπόπαυσον ἔασον ἀχοῖ με σὺν φίλαις γόου «πόθον λαβεῖν.» [5] διὰ τὸ λαμβάνειν ἀποσπάσματα ἀσύνδετον τὸ ὅλον γίνεται. [sch thesm 1021] ὡς ἐν κωμῳδίᾳ. [sch thesm 1022] παρὰ τὸ τοῦ χοροῦ ἐν Ἀνδρομέδᾳ «ἄνοικτος «ὃς τεκών σε τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν «ᾍδᾳ πατρὸς ὑπερθανεῖν.» [sch thesm 1024] τὴν τηρήσασαν αὐτὸν ἐν τοῖς θεσμοφορίοις. [sch thesm 1025] δέον εἰπεῖν ἐσώθην, ἀπωλόμην εἶπε χάριν γέ‐ λωτος. [sch thesm 1030] πάλιν ἐξ Ἀνδρομέδας. τὸ δὲ ἐπιφερόμενον σκώ‐ πτοντός ἐστι τοὺς Ἀθηναίους ὡς φιλοδίκους. [sch thesm 1031] παρὰ τὴν ψηφοθήκην. οὐ δικάζω, φησὶν ὁ γέ‐ ρων. [sch thesm 1033] ἐπεὶ ὀψοφάγος καὶ γαστρίμαργος ὁ Γλαυκέτης, ὡς ἐν Εἰρήνῃ [1008] δηλοῦται. [sch thesm 1034] καὶ τοῦτο ἐξ Ἀνδρομέδας. [sch thesm 1040] ἀπὸ κοινοῦ λάβωμεν πέπονθα ἄνομα πάθεα. καὶ ταῦτα ἐξ Ἀνδρομέδας. δεομένη τοῦ βαρβάρου. προεῖπε δὲ «γοᾶσθέ μ’ ὦ γυναῖκες.» γρ. καὶ φῶτα ἀντομένα· καὶ τοῦτο ἔχει νοῦν [5] πρὸς τὰ ἑξῆς, φῶτ’ ἀντομέναν, ὃς ἔμ’ ἀπεξύρησε πρῶ‐ τον. [sch thesm 1041] ἀντὶ τοῦ πολυδακρύτου. [sch thesm 1044] ἀντὶ τοῦ κροκωτὸν ἀμφέδυσεν. [sch thesm 1050] ἴσως τὸν ἥλιον ἀστέρα ἐκάλεσεν, ἢ μᾶλλον τὸν κεραυνόν. [sch thesm 1051] διχῶς, τὸν ἄθλιον. [sch thesm 1054] λείπει ἔσχον, ἐκ τῶν δαιμόνων τὰ ἄχη ἔσχον. σκοτεινήν. [sch thesm 1056] ὑποκρίνεται Εὐριπίδης τὸ πρόσωπον τῆς Ἠχοῦς. πατὴρ γὰρ τῆς Ἀνδρομέδας ὁ Κηφεύς. [sch thesm 1059] εἰωθυῖα γελᾶν, γελάστρια. ἐπεὶ εἰσήγαγε κα‐ κοστένακτον τὴν Ἠχὼ ὁ Εὐριπίδης ἐν τῇ Ἀνδρομέδᾳ, εἰς τοῦτο παίζει. ἐζήλωσε δὲ αὐτὸν Πτολεμαῖος ὁ Φι‐ λοπάτωρ ἐν ᾗ πεποίηκε τραγῳδίᾳ Ἀδώνιδι, περὶ ἧς ὁ [5] ἐρώμενος αὐτῷ Ἀγαθοκλῆς γέγραφεν, ὁ ἀδελφὸς τῆς ἐρωμένης αὐτοῦ πάλιν Ἀγαθοκλείας. [sch thesm 1060] ἐπεὶ πέρυσιν ἐδιδάχθη ἡ Ἀνδρομέδα. [sch thesm 1064] ἠρέμα ὁ κηδεστὴς τοῦτο πρὸς τὸν Εὐριπίδην. [sch thesm 1065] ὁ Μνησίλοχος ὡς Ἀνδρομέδα. τοῦ προλόγου Ἀνδρομέδας εἰσβολή. [sch thesm 1066] πορείαν. [sch thesm 1069] τοῦτο ἡ ἠχὼ λέγει. [sch thesm 1070] καὶ τοῦτο ἐκ τοῦ προλόγου. [sch thesm 1072] λείπει μέλλουσα τυχεῖν. [sch thesm 1073] φλυαροῦσα. [sch thesm 1077] τὸ πλῆρες ὠγαθή. [sch thesm 1083] χωρὶς τοῦ ε γράφεται· ὁ γὰρ Σκύθης βαρβα‐ ρίζει. [sch thesm 1085] ἀντὶ τοῦ σοὶ κακόν. [sch thesm 1086] πόθεν ἡ φωνή; θαυμάζει τὴν ἠχώ. [sch thesm 1089] καταγελᾷς μοι. [sch thesm 1090] τοῦτο ὁ χορὸς ἢ ὁ γέρων. [sch thesm 1094] ἀντὶ τοῦ οὐ χαιρήσεις. [sch thesm 1095] λαλεῖς. [sch thesm 1096] κάτεχε. [sch thesm 1097] τὴν λάλον καὶ κατάρατον γυναῖκα. [sch thesm 1098] εἰς Περσέα ἐξ Ἀνδρομέδας τρία τὰ πρῶτα. καὶ λοιπὸν ἐπέζευξε τὰ ἑξῆς. [sch thesm 1099] ἐλέγετο γὰρ ὁ Περσεὺς εἰς τοὺς πόδας ἔχειν τὰ πτερά. [sch thesm 1103] τί λέγει περὶ τῆς κεφαλῆς τοῦ Γόργου τοῦ γραπτέως, ἐπεὶ προεῖπεν ἐκεῖνος «Γοργόνος κάρα κο‐ μίζων.» ὁ δὲ Γόργος γραμματεὺς, ἀλλὰ καὶ βάρβα‐ ρος. [sch thesm 1105] πάλιν ἐξ Ἀνδρομέδας «ἔα, τίν’ ὄχθον τόνδ’ «ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης, παρθένου τ’ εἰκώ «τινα.» [sch thesm 1109] ἀποθανουμένη τολμᾷς λαλῆσαι. [sch thesm 1114] δείκνυσιν αὐτῷ τὸ αἰδοῖον. [sch thesm 1118] οὐ ζηλῶ σε, φησὶν, εἰ ἐρᾷς. [sch thesm 1119] εἰ μὴ τὸν νῶτον ἦν, φησὶ, πρὸς τῇ σανίδι, ἀλλὰ πρὸς ἡμᾶς ἐτέτραπτο, οὐκ ἄν σοι ἐφόνησα ἀπα‐ γαγόντι περανεῖν. [sch thesm 1127] ἔλεγε τὸ ξιφομάχαιρα ὡς δρεπανομάχαιρα. [sch thesm 1130] παρὰ τὰ ἐκ Μηδείας [298]. [sch thesm 1151] ὅπου. [sch thesm 1168] λάθρα ποιεῖτε. [sch thesm 1170] Ἀττικῶς ἀντὶ τοῦ πεπείσμεθα. [sch thesm 1172] Εὐριπίδης ἐν σχήματι προαγωγοῦ γραός. ἑταίρας ὄνομα Ἐλάφιον ὡς Χρυσίον, ..ον καὶ τὰ ὅμοια. [sch thesm 1174] σημειωτέον τοῦτο. σημαίνει δὲ τὸ ἁβρῶς βαδί‐ ζειν. ἡ αὐλητρίς. [sch thesm 1175] βαρβαρικὸν καὶ Περσικὸν ὄρχημα ὄκλασμα κα‐ λεῖται, περὶ οὗ Ἰόβας μακρὸν πεποίηται λόγον ἐν τοῖς περὶ τῆς θεατρικῆς ἱστορίας, ὥστε λελύσθαι τὴν Σελεύ‐ κου πρότασιν. προτείνει γὰρ ἐν τῷ πρὸς Ζήνωνα προτα‐ [5] τικῷ τὸ Περσικὸν ὄρχημα. [sch thesm 1176] διχῶς, κωμοδρίαν. [sch thesm 1180] κατὰ δέρμα. [sch thesm 1185] ὡς στέριφα τὰ τιτθία. [sch thesm 1186] πρὸς τὴν αὐλητρίδα. [sch thesm 1187] πρὸς τὸ πέος λέγει ἐπιπλήττων ἐντεινομένῳ. [sch thesm 1190] οὐχὶ φιλήσειν. [sch thesm 1197] τὴν τοξοθήκην. συβήνη αὐλοθήκη. λέγουσι δὲ καὶ τὸν φαρετρεῶνα συβήνην. [sch thesm 1199] παρακελεύεται αὐτῷ τηρεῖν τὸν γέροντα, αὐτὸς δὲ εἰσέρχεται μετὰ τῆς ὀρχηστρίδος. [sch thesm 1202] ἐπειδὴ τῶν δόλων ἔφορος ὁ Ἑρμῆς. [sch thesm 1203] τὴν τοξοθήκην καὶ τὰ ὄργανα τῆς ὀρχηστρίδος. [sch thesm 1205] δραμῇ. [sch thesm 1214] ἐξηπάτησε. παρὰ τοῖς Ἴωσιν. ὁ αὐτὸς ἐν Ὄρ‐ νισιν [1648] «διαβάλλεταί ς’ ὁ θεῖος.» ἑαυτῷ παρακελεύεται. [sch thesm 1218] ὁ χορὸς ἐμπαίζει τῷ Σκύθῃ. ἵνα μὴ διώκων καταλάβῃ αὐτούς· συνέθετο γὰρ Εὐριπίδης ἐλθὼν φι‐ λίαν πρὸς αὐτάς. πηκτὶς ὄργανον κιθαρῳδικόν. ἔφερεν δὲ τοῦτο· ἦν γὰρ [5] μετ’ αὐτῆς ἡ αὐλητρίς. [sch thesm 1222] ποίαν ὁδὸν, φησὶ, περιπατήσω. [sch thesm 1224] ὡς αὐτοῦ τὴν ὁδὸν ἐκείνην θέλοντος ἀπελθεῖν. οἵαν ἀπῆλθον οἱ περὶ τὸν Εὐριπίδην. [sch thesm 1226] ἐπιδραμών. [sch thesm 1227] πέπαικται. [sch thesm 1230] ἡ Δημήτηρ καὶ ἡ Περσεφόνη.