# Ἐρώτησις ΡΙΒ πρὸς τὸν Δούκα Ἀντίοχον ἐν τῇ Συλλογῇ
*Question 112 to Duke Antiochus in the Collection of Canons*
**Author:** Ἀθανάσιος ὁ Μέγας Ἀλεξανδρείας
*Athanasius the Great of Alexandria*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**ΤΟΥ ΑΥΤΟΥ** |
| | **ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ** |
| | **Δ** |
| | **[Περὶ τοῦ μὴ κοινωνεῖν αἱρετικοῖς]** |
| **24** | Ἐρώτησις. Ἐὰν καταληφθῆ ἄνθρω‐ |
| **25** | πος ἐν καιρῷ ἑορτῆς ἐν χώρᾳ, ἐν ᾗ |
| **81** | κοινωνία τῆς καθολικῆς ἐκκλησίας οὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴν ἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖς αἱρετικοῖς ἢ οὔ; |
| | **Ἀπόκρισις.** |
| **6** | Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυ‐ νος τῷ ἀνδρί, τὸ τὴν ἰδίαν γυ‐ ναῖκα ἐᾶσαι καὶ ἄλλῃ συγγενέσθαι, κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ, πόσῳ |
| **10** | μᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναι διὰ τὸ τοῖς αἱρετικοῖς κοινωνῆσαι; Καὶ ὥσπερ οἱ τὴν ἑαυτῶν πραγμα‐ τείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂν χρόνον ἐπὶ ξένης βραδύνωσιν, οὐ |
| **15** | καταδέχονται λαβεῖν ἀντὶ τοῦ βα‐ σιλικοῦ χαράγματος ἐξωχάραγον, οὕτως καὶ ἐπὶ τῆς τοῦ Χριστοῦ κοινωνίας χρὴ λογίζεσθαι. Πάσῃ τοίνυν δυνάμει φυλαξώμεθα |
| **20** | μὴ μεταλαμβάνειν μετάληψιν αἱρε‐ τικῶν, μήτε μεταδιδόναι· ‘Μὴ δότε γὰρ τὰ ἅγια τοῖς κυσί, φησὶν ὁ κύ‐ ριος, μηδὲ ῥίπτητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ἵνα |
| **25** | μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· |
| **82** | ὑμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης· ‘Πάντες γὰρ ἓν σῶμα ἐσμέν, ὅτι ἐκ |
| **5** | τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν‘, |