# Ἀνώνυμον Αὐλωδία *Anonymous Aulody* **Author:** Ἀνώνυμος ὁ Αὐλωδός *Aulodia Anonymous* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**ΑΝΩΝΥΜΟΥ ΑΥΛΩΙΔΙΑ**
| | **1** | []κεφαλὴ στεφάνω[] []ν μετὰ τοῦ μέλαν[ος] []κω καὶ κλωνία [] []ω μετά μου δύο κ[] | | **5** | []οις φανερῶ γὰρ ε.[] [].οι καὶ σίσατε τω[] []κ̣ων ἀνέμων ι̣.[] []ς περὶ δάκτυλον[] πλοκάμους λευκούς | | **10** | []θ̣ανεῖν ὅτι πα[] []ε γούνατα ν.[] []σ̣σ̣ο̣θε[] [].[] | | **13** | ..... | | **2** | []ν [] []ν̣ω []υς αὔλι μο[ι] | | **5** | []ω[....]ου [].[...... ] []εσας []η̣ς̣ αὔλι μο[ι] | | **8** | ........ | | **3** | [Θ..................] | | **1** | μηδ’ ἀδικ〈ε〉ῖν ζήτει, μηδ’, ἂν ἀδι[κῆι, πρ]οσερίσηις· φεῦγε φόνους καὶ φεῦγε μάχας, φ[ῖ]σαι δι̣α̣φ̣ρ̣ο̣νε[ῖ]ν̣. εἰς δ’ ὀλίγον πονέσεις, καὶ δεύτερον οὐ μεταμέληι. αὔ[λ〈ε〉ι μοι]. | | **5** | Ἶδ{ι}ες ἔαρ, χειμῶνα, θέρος· ταῦτ’ ἐστὶ διόλου· ἥλιος αὐτὸς [ἔδυ], καὶ νὺξ τὰ τεταγμέν’ ἀπέχει· μὴ κοπία ζητεῖν, πόθεν ἥλιος ἢ πό̣θ̣ε̣[ν] ὕδωρ, ἀλλὰ π[ό]θεν τ̣[ὸ] μύρον καὶ τοὺς στεφάνου[ς] ἀγοράσηις. αὔλ〈ε〉ι μο[ι]. | | **10** | Κρήνας αὐτορύ[το]υς μέλ[ιτ]ος τρ〈ε〉ῖς ἤθελον ἔχειν, πέντε γαλακτορύτους, οἴνου δέκα, δ[ώδε]κα μύρου, καὶ δύο πηγαίων ὑδάτων, καὶ τρ〈ε〉ῖς χιονίνων. παῖδα κατὰ κρήνην καὶ παρθένον ἤθελον ἔχειν. αὔλ〈ε〉ι μο[ι]. | | **15** | Λύδιος αὐλὸς ἐμοί, τὰ δὲ Λύδια παίγματα λύρας, | | **20** | Μέτρα τί[ς] ἀ̣ν̣ πλούτου, 〈τίσ〉 ἀνεύρατο μέτρα πενίας, ἢ τίς ἐν ἀνθρώποις χρυσοῦ πάλιν εὕρατο μέτρον; νῦν γὰρ ὁ χρήματ’ ἔχων ἔτι πλε[ί]ονα χρήματα θέλει, πλούσιος ὢν δ’ ὁ τάλας βασανίσ[δ]εται ὥσπερ ὁ πένης. αὔλ[〈ε〉ι μοι]. | | **25** | Νεκρὸν ἐάν ποθ’ ἴδηις καὶ μνήματα κωφὰ παράγηις, κοινὸν ἔσοπτρον ὁρᾶι〈σ〉· ὁ θανὼν οὕτως προσεδόκα. ὁ χρό[ν]ος ἐστὶ δάνος, τὸ ζῆν πικρός ἐσθ’ ὁ δανίσας, κἂν τότ’ ἀπαιτῆσαί σε θέληι, κλαίων [ἀ]ποδίδοις. αὔλ〈ε〉ι μοι. | | **30** | Ξέρξης ἦν βασιλε[ὺ]ς ὁ λέγων Διὶ πάντα μερίσαι, ὃς δυσ〈ὶ〉 πηδ̣α̣λ[ί]ο[ι]ς μόνος ἔσχισε Λήμνιον ὕδωρ. Ὄλβι〈ο〉ς ἦν ὁ Μίδας, τρὶς δ’ ὄλβιος ἦ̣ν̣ ὁ [Κ]ι̣ν̣ύ̣ρ̣[α]ς̣, ἀλλὰ̣ τ̣ί̣ς̣ ε̣ἰ̣ς Ἀ̣ΐ̣δ̣α̣ ὀβολοῦ πλέον ἤλυθεν ἔχων; |