# Τρεῖς Ἐπιστολαί *Three Letters* **Author:** Βασίλειος ὁ Καισαρείας *Basil the Great of Caesarea* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**Γρηγορίῳ ἑταίρῳ.**
| | **2** | Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσιν. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι | | **5** | ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ’ ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς | | **10** | ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλ’ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχε‐ ραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετ‐ | | **15** | έρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου—εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω | | **20** | ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι—ταῦτά ἐστιν. Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ | | **25** | ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ | | **30** | ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκαθειργμένον | | **35** | συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. αἱ νύκτες, τὰς μεθημε‐ ρινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ | | **40** | ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας τυπώσεις. ἑτοιμασία δὲ καρδίας | | **45** | ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγ‐ μάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς | | **2 (50)** | σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ | | **55** | ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι. Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασιν. τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν | | **60** | κτίσαντα· εἶτα ἡλίου καθαρῶς λάμψαντος, ἐπ’ ἔργα τρεπόμενον, πανταχοῦ | | **65** | τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν | | **70** | κόσμον διαχεόμενος ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ | | **75** | τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ αἱ λοιπαὶ ἀρεταί, ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως | | **80** | θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσδιατρίβων, οἷον ἀπό τινος | | **85** | κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀρρωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρ’ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, | | **90** | πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, | | **95** | αὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι, τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ | | **2 (100)** | ψυχῇ τὰς καθ’ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖ‐ ναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα | | **105** | καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν | | **110** | Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσι ὁ νοῦς ἐκταράσ‐ σηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, καὶ ἐξελαύ‐ νων τὰ προκαλούμενα ἡμᾶς εἰς κακίαν τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύ‐ | | **115** | μασιν ἐνδιατρίβῃ. Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ’ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, | | **120** | μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδά‐ | | **125** | εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα δὲ ἐν ἑαυτῷ τὸ ῥηθησό‐ μενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ σεαυτὸν διὰ | | **130** | ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας. πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρ’ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ’ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον ἐκάθισε τοῦ ἰδίου κριτὴν ἁμαρτήματος· ὥστε αὐτὸν καθ’ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν | | **135** | μηδὲν ἔτι μέμφεσθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν νενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα. ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ’ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ | | **140** | μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαρρεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδ’ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ | | **145** | ἀνθηρὸν διωκέσθω, μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ | | **2 (150)** | εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. | | **155** | λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλ’ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζον‐ | | **160** | τα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τροφῆς ἀξίους γενέσθαι τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι καὶ ὧν πρὸς τὸ | | **165** | ἡμερονυκτίου μίαν εἶναι ταύτην τὴν προσαναλισκομένην τῷ σώματι· τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐργασίᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν. Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ λεπτῷ τῆς διαίτης· κατ’ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν | | **170** | μελῶν, ὥστε σχολὴν ἀτόποις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλ’ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστίν, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθ’ ἑαυτὸν τοῦ νοῦ | | **175** | τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημέ‐ νων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος. (Ταῦτά σοι παρ’ ἡμῶν, ὦ φίλη κεφαλή, ἀδελφικῆς ἀγάπης διηγήματα. αὐτὸς δὲ ἡμᾶς ταῖς ὁσίαις σου εὐχαῖς ἀμείβεσθαι καταξίωσον, ὅπως | | **180** | ῥυσθείημεν ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ ἀπὸ τῶν ἀτόπων ἀνθρώπων, καὶ ἀπαλλαγέντες πάσης ἁμαρτίας, μᾶλλον δὲ αὐτοῦ τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς ζωῆς ἡμῶν χωρισθέντες, καθαρᾷ τῇ καρδίᾳ τὸν | | |
**Ἀμφιλοχίῳ, ὡς παρὰ Ἡρακλείδου.**
| | **2** | Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός | | **5** | εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπ’ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες, ἀποσκοπεύων τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς | | **10** | δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων | | **15** | ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν | | **20** | ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἷόν τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδ’ ἐπ’ ὀλίγον τὴν ὠφέλειαν φέρειν. | | **25** | Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης | | **30** | ὁρμῆς, οὐδὲ ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπ’ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, | | **35** | ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς τὸν Κύριον ἄγουσαν, καὶ πάντας | | **40** | τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος | | **45** | καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι. ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμε‐ | | **150 (50)** | νος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος | | **55** | ὑπόδικον καθιστᾷ. Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν προσέταξεν | | **60** | ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρ’ ἡμῶν δυνατόν, καὶ ἐπιστολῆς ὑπερβαίνει μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ | | **65** | βαπτιστοῦ εἰπόντος· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος, μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν | | **70** | μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινα ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο. ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρ’ | | **75** | ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρ’ αὐτοῦ λήψεται τὸν μισθόν. ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ | | **80** | τὴν ἔνδειαν. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθ’ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλ’ ἐβουλόμην παρ’ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτε καταλαβεῖν αὐτόν, ἵνα τῇ μνήμῃ | | **85** | ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκείνου γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμη‐ | | **90** | σας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτ’ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένου‐ σιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ | | **95** | τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν | | |
**Πρὸς κανονικὴν Θεοδώραν.**
| | **2** | Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω | | **5** | τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι | | **10** | τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς | | **15** | ται· ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαι‐ δαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ | | **20** | ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ἐπ’ αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν. καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ | | **25** | σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς | | **30** | πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ’ αὐτοῦ ἔκβασιν |