# Ἀποσπάσματα *Fragments* **Author:** Βάτων ὁ κωμικός *Bato the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Ait tit** | ΑΙΤΩΛΟΣ. | | **Ait 1** | Ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ τέρας ἐστὶν εἴ τις εὐτύχηκε διὰ βίου. | | **And tit** | ΑΝΔΡΟΦΟΝΟΣ. | | **And 1** | Τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. | | **5** | ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον αὐτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· | | **10** | τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. | | **And 2** | Ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλήν, καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω. | | **5** | εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, | | **Eue tit** | ΕΥΕΡΓΕΤΑΙ. | | **Eue 1** | Εὖ γ’ ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν, οὐδ’ ἀναγεγράμμεθ’, ἀλλὰ κάεται λύχνος, καὶ βιβλί’ ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης | | **5** | ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. Β. αὐτὸς εὕρηκας δὲ τί; | | **Syn tit** | ΣΥΝΕΞΑΠΑΤΩΝ. | | **Syn 1** | Ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινούς πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον. | | **5** | Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν ἐγκαλεῖς; Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ’; Β. ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθόν τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως | | **10** | εὔσως ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί. Α. ἑόρακας οὖν φιλόσοφον εἰπέ μοί τινα μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; Β. ἅπαντας. οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις | | **15** | καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα, οὕτως ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου, καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, | | **Eif tit** | EX INCERTIS FABULIS. | | **Eif 1** | Πολλῶν σφόδρ’ ὄντων χἀτέρων ἐν τῷ βίῳ ἐφ’ οἷς ἅπαντες εἰκότως θορυβούμεθα, μάλιστ’ ἐμοὶ δήπουθε κινοῦσιν χολήν | | **5** | καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως τὸ πρᾶγμα παρακεντοῦσι κοὐκ ἀληθινῶς. τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφοράν ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος |