# Ἀποσπάσματα *Fragments* **Author:** Χαιρήμων ὁ τραγικός *Chaeremon the Tragic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1 (tit)** | ΑΛΦΕΣΙΒΟΙΑ | | **1** | καὶ σώματος μὲν †ὄψεις κατειργάζετο στίλβοντα λευκῷ †χρώματι διαπρεπῆ. αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι· | | **5** | κόμαι δὲ κηρόχρωτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου | | **tit,1c-3** | ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ | | **1c** | dramatis personae: (ΠΑΝ, ΠΟΙΝΑ, ΑΘΑΝΑ, ΕΡΜΑΣ) ΑΧΙΛΛΕΥΣ, ΦΟΙΝΙΞ, ΘΕΡΣΙΤΑΣ (decapitatus), ΔΙΟΜΗΔΗΣ, ΜΕΝΕΛΑΟΣ, ΑΓΑ‐ ΜΕΜΝΩΝ, ΦΟΡΒΑΣ, ΑΙΤΩΛΟΣ, ΑΥΤΟΜΕΔΩΝ, ΔΜΩΣ | | **2** | τύχη τὰ θνητῶν πράγματ’, οὐκ εὐβουλία | | **3** | ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος | | **tit,4*-7** | ΔΙΟΝΥΣΟΣ | | **4*** | Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος | | **5** | χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς | | **6** | στεφάνους τεμόντες ἀγγέλους εὐφημίας | | **7** | κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ | | **tit ante 8** | ΘΕΡΣΙΤΗΣ v. ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ | | **8 (tit)** | ΘΥΕΣΤΗΣ | | **1** | ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ | | **9 (tit)** | ΙΩ | | **1** | ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες | | **tit,10-11** | ΚΕΝΤΑΥΡΟΣ | | **10** | ἔνθ’ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατόν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς | | **11** | οἱ παῖδες στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων | | **12 (tit)** | ΜΙΝΥΑΙ | | **1** | πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου | | **13 (tit)** | ΟΔΥΣΣΕΥΣ | | **1** | κόμαισιν ὡρῶν σώματ’ εὐανθῆ ῥόδα | | **14 (tit)** | ΟΙΝΕΥΣ | | **staging** | ΟΙΝΕΥΣ περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτο (sc. μαινάδων ?) | | **1** | ἔκειτο δ’ ἡ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστεράν ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν | | **5** | ζῶσαν γραφὴν ἔφαινε, χρῶμα δ’ ὄμμασιν λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα. ἡ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτυχαῖς | | **10** | ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυλλα συγκλῶσαι πτερά κρόκον θ’, ὃς ἡλιῶδες εἰς ὑφάσματα | | **15** | πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας. | | **14a* (tit)** | ΤΡΑΥΜΑΤΙΑΣ | | |
**INCERTARUM FABULARUM FRAGMENTA**
| | **14b (2)** | Χρὴ τιμᾶν θ[⏑⏑– ... Ἀρχὴ γὰρ θνητ[οῖς Ἱμείρου πάση[ς | | **5** | Ῥώμην τιμῶ̣μεν μ[ Ἦθος ἔχειν ὅσιον ζη̣[ Μὴ πᾶν κέρδος ὅρα [ .[..]ν̣[.].κ̣ιαν σαυτ̣[ ... | | **16,15** | τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται sc. ὁ οἶνος παρασκευάζων | | **17** | ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν | | **18** | χρεία δ’ ἀνάγκης οὐκ ἀπῴκισται πολύ | | **19** | ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη | | **20** | σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τ〈ὸ π〉ᾶν | | **21** | οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται | | **22** | χρόνος μαλάσσει πάντα κἀξεργάζεται | | **23** | τό τοι κράτιστον πανταχοῦ τιμητέον· ὁ γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει | | **24** | οὐ ζῶσιν οἵ τι μὴ συνιέντες σοφόν | | **25** | πρὶν γὰρ φρονεῖν εὖ, καταφρονεῖν ἐπίστασαι | | **26** | σφαλεὶς γὰρ οὐδεὶς εὖ βεβουλεῦσθαι δοκεῖ | | **27** | ψευδῆ δὲ τοῖς ἐσθλοῖσιν οὐ πρέπει λέγειν | | **28** | ἡγοῦ δ’ ἐν ὀργῇ πάντα γίγνεσθαι κακά | | **29** | ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά | | **30** | ὅλως τὸ κρεῖσσον οὐκ ἐᾷ φρονεῖν μέγα | | **31** | σοφῶν γὰρ ἀνδρῶν τὰς ἁμαρτίας καλῶς κρίνειν, τὸ δ’ εἰκῆ καὶ μετὰ σπουδῆς κακόν | | **32** | γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν | | **33** | γένοιτό μοι τὰς χάριτας ἀποδοῦναι πατρί | | **35** | πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ | | **36** | πλοῦτος δὲ πρὸς μὲν †τὰς ὅλας τιμὰς ἰών οὐκ ἔσχεν ὄγκον ὥστε καὶ δόξης τυχεῖν, ἀλλ’ ἔστ’ ἄσεμνος· ἐν δὲ †δόσει βροτῶν | | **37** | οὐδεὶς ἐπὶ σμικροῖσι λυπεῖται σοφός | | **38** | γέρων γὰρ ὀργῇ πᾶς ὑπηρετεῖν κακός | | **39** | τοῦ τε δυσκαπνωτάτου φοίνικος ἐκ γῆς ῥιζοφοιτητοὺς φλέβας | | **41?** | †ἔαρος ἡ νύμφη τέκνον τι μετὰ θέρους εἰς ὕστερον, | | **42** | τὰς γὰρ συμφοράς |