================================================================================ Πῶς δεῖ νοεῖν διαφορὰς τῶν ποιήσεων καὶ σχήμασι How to Understand Differences of Creations and Geometric Figures Χριστιανὸς ὁ Φιλόσοφος by Christianos the Philosopher ================================================================================ ================================================================================ ΠΩΣ ΔΕΙ ΝΟΕΙΝ ΑΥΤΑΣ ΚΑΙ ΣΧΗΜΑΣΙ ================================================================================ ================================================================================ ΓΕΩΜΕΤΡΙΚΟΙΣ ================================================================================ [13] Ἐπειδὴ τετραμερές ἐστιν τὸ ὑλικὸν αἴτιον τῶν ἀποτελεσμάτων τῆς ἐπιστήμης, ἔστω τὸ μὲν ὀστρεῶδες αὐτοῦ μόριον πρῶτον, τὸ δὲ ὑμενῶδες [15] δεύτερον, τὸ δὲ θρομβῶδες τρίτον, τὸ δὲ ξανθῶδες καὶ λεκιθῶδες τέταρτον. Διαγεγράφθωσαν δὲ ὡς ἐν ἐπιπέδῳ τὰ σχήματα, καὶ γενέσ‐ θωσαν αἱ ἀπὸ τοῦ παντὸς οἰκονομίαι ὀρθογωνίοις σχήμασιν, τετραγώνοις τε 〈καὶ〉 ἰσοπλεύροις ἐσχηματισμέναι γραμμαῖς· αἱ δὲ ἀπὸ τῶν τριῶν [2 . 415] γωνίας μετερχομένων πρὸς τὴν διάφορον ποίησιν· αἱ δὲ ἀπὸ μόνων δύο μοιρῶν ἡμικυκλίοις καὶ γραμμῇ ἐπιπέδῳ εὐθείᾳ γραμμῇ κάθετον ἐχούσῃ μέσῃ δεικνύσθωσαν, τῶν στοιχείων ὡς ἐν ταῖς ἀνωτέρω μετερχομένων, πολυμερῶς· ἐπὶ δὲ τῶν ἀπὸ μέρους ἑνὸς γινομένων τάξεων, κυρίως [5] ἐστὶν ὁ διαγραφόμενος μόνος, ᾗ γραμμοειδές. Καὶ εἰ μὲν διὰ μόνου πυρὸς ἀποτελοῦσι τε διάστημα πυραμίδους ἐχούσῃ παρακείμενον χαρακτηρίζον αὐτὰς ὅσαι διὰ τοῦ πυρός· εἰ δὲ ἄνευ τοῦ πυρὸς, ὀκτάεδρον ἕξει παρακείμενον σχῆμα τὸ ἀνῆκον ἀέρι, μέσον δὲ ἔχοντι φύσιν τε καὶ