# Ἐπιστολαὶ περὶ παρθενίας *Letters on Virginity* **Author:** Κλήμης Ῥώμης καὶ Κλημέντεια *Clement of Rome and Clementine Literature* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1 . 2 . 1** | Ὁ γὰρ ὄντως εὐνουχίσας ἑαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἢ παρθενεύσας διὰ | | **5** | ἑαυτὸν ἀναδεῖξαι τῆς βασιλείας. | | **1 . 2 . 2** | οὐ γὰρ ἐν λόγῳ ἢ σχήματι ἢ ὀνόματι ἢ γένει ἢ μορφῇ ἢ ἰσχύϊ ἢ χρόνῳ ἡ βασιλεία τῶν οὐρανῶν καταλαμβάνεται, ἀλλ’ ἐν δυνάμει | | **5** | πίστεως· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος ἐνεργῶς. ὁ δὲ ὄντως δίκαιος ἐκ πίστεως πίστιν ἔχει ἐνεργῆ, πίστιν αὐξά‐ νουσαν, πίστιν πεπληροφορημένην, | | **10** | πίστιν φωτίζουσαν ἐν τοῖς καλοῖς ἔργοις, ἵνα δοξασθῇ ὁ τῶν ὅλων θεός. | | **12** | | | **1 . 2 . 3** | ὁ γὰρ ὄντως φιλόπτωχος ἀκούει τοῦ λέγοντος· Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ 〈τῷ〉 σῷ | | **5** | τραχήλῳ, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων. | | **1 . 2 . 4** | Ὁδοὶ δικαίων ὁμοίως φωτὶ λάμπου‐ σιν, προπορεύονται καὶ φωτί‐ ζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα. | | **4** | | | **1 . 2 . 5** | χρὴ οὖν τὸν τοῦ θεοῦ ἄν‐ θρωπον ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ ἐξηρτύσθαι καὶ κο‐ σμεῖσθαι καὶ εὐσχημόνως καὶ | | **5** | κατὰ τάξιν πάντα πράττειν πρὸς ὑποτύπωσιν τῶν αὐτῷ πειθομένων. | | **6** | | | **1 . 3 . 1** | ὁ γὰρ ἡγούμενος ἐκ τοῦ ἐν τῷ ἔργῳ προηγεῖσθαι καλεῖται ἡγούμενος. ὄνομα γὰρ ψιλὸν οὐκ εἰσάγει εἰς τὴν | | **1 . 3 . 2** | ὁ νεανίσκος τοίνυν, τουτέστιν ὁ ἑαυτὸν εὐνουχίσας διὰ τὴν βασιλείαν, καὶ ἡ παρ‐ θένος, ἐὰν μὴ κατὰ πάντα τοιοῦτοι ὦσιν, ὥσπερ οἱ ἀληθινοὶ μιμηταὶ τοῦ Χριστοῦ, | | **5** | οὐ δύνανται σωθῆναι. | | **1 . 3 . 3** | τὸ γὰρ λέγεσθαι παρθένον καὶ τὰς ἀρε‐ τὰς μὴ ἔχειν ἀναλόγους καὶ οἰ‐ κείους καὶ ἁρμοζούσας τῇ παρ‐ | | **5** | θένῳ, μωρὰν τὴν τοιαύτην παρ‐ θενίαν ἔφησεν ὁ κύριος· ἀφεγγὴς γὰρ οὖσα καὶ ἀνέλαιος ἔξω τῆς βασιλείας τῶν οὐρανῶν ἐκκλείεται. νυμφίου χαρᾶς στερηθεῖσα, καὶ | | **10** | μετὰ τῶν μισούντων τὸν νυμφίον λογισθήσεται· δοκεῖ γὰρ εἶναί τι ἡ ἄπρακτος μηδὲν οὖσα, καὶ φρεναπατᾷ ἑαυτήν. | | **1 . 3 . 4** | τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκα‐ στος καὶ ἑαυτὸν ἐπιγινωσκέτω, ὅτι θρησκεία ἐστὶν μάταιος· | | **5** | παρθενίαν καὶ ἐγκράτειαν ὁμο‐ λογοῦντες ἔχειν, τὴν δὲ δύναμιν | | **1 . 3 . 5** | καὶ ὁ τοιοῦτος τὴν ἁγνείαν ἐγ‐ κομβοῦται ἐν τῷ ἁγνῷ φόβῳ κυ‐ ρίου. | | **1 . 3 . 6** | καὶ ὁ ἀληθῶς ἀπὸ τοῦ φόβου κυρίου τὰς σάρκας προσ‐ ηλώσας ἀπὸ τοῦ φόβου κυρίου παρῃτήσατο τὸ αὐξάνεσθε καὶ | | **5** | πληθύνεσθε, καὶ παρῃτήσατο τὸ εἶναι ἄνθρωπος ἐν τῷ μέρει τού‐ τῳ, τάς τε τοῦ κόσμου μερίμνας καὶ ἀπάτας καὶ ἡδονὰς καὶ κραι‐ πάλας καὶ μέθας καὶ συγχύσεις | | **10** | Βαβυλωνίας καὶ πάντα τὰ βιω‐ τικὰ ἠρνήσατο, καὶ ἀπετάξατο τῷ κόσμῳ καὶ τοῖς τοῦ κόσμου δικτύοις καὶ συμπλοκαῖς καὶ πα‐ γίσιν, καὶ ἐπὶ γῆς βαδίζων τὸ | | **15** | πολίτευμα ἐν οὐρανοῖς ἠγάπησεν | | **1 . 4 . 1** | Τῶν γὰρ κρειττόνων ὀρε‐ γόμενος τῷ κόσμῳ ἀπετάξατο, ἵνα ζήσῃ βίον θεῖον, οὐράνιον, ἀγγε‐ λικόν, ἐν θρησκείᾳ καθαρᾷ καὶ | | **5** | ἀμιάντῳ καὶ ἁγίᾳ ἐν πνεύματι θεοῦ, θεῷ λατρεύων παντοκράτορι διὰ τὴν βασιλείαν τῶν οὐρα‐ νῶν. | | **1 . 4 . 2** | δι’ ἢν καὶ ἀπετάξατο τῷ | | **1 . 5 . 2** | ἀγώνισαι νομίμως ἀθλῆσαι, ἵνα τὸν στέφανον, ὃν ᾑρήσω, ἀπο‐ λάβῃς καὶ στεφανηφόρος πομ‐ πεύσῃς εἰς τὴν ἄνω Ἱερουσα‐ | | **5** | λήμ. | | **5** | | | **1 . 5 . 3** | ἀγωνισώμεθα νικῆσαι τὴν σάρκα καὶ τὸ ταύτης φρόνημα | | **5** | ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ. | | **1 . 5 . 4** | ἄρωμεν τὸν σταυρὸν καὶ ἀκο‐ λουθήσωμεν τῷ νικοποιῷ Ἰησοῦ. ἀγωνισώμεθα δραμεῖν εὐθέως καὶ πεποιθότως, ἵνα καταλάβωμεν | | **5** | τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ. | | **1 . 5 . 5** | πᾶς γὰρ ὁ τρέχων πεπληροφορημένως καὶ οὐκ ἀδή‐ λως καταλαμβάνει τὸν στέφανον τῆς ἀποταγῆς καὶ τῆς ἁγνείας τὸν | | **5** | πολύμοχθον καὶ πολύμισθον πλοῦτον. | | **6** | μέγα οὖν ἐστιν ἐν ἁγνείᾳ μένειν ... χρὴ δὲ καὶ τὰς λοιπὰς ἀρετάς, καθὼς εἴρηται, ἀναλόγους ἔχειν τῇ παρθενίᾳ, | | **10** | ὅτι ἡ παρθενία ἀνωτέρα ἐστὶν πάν‐ | | **1 . 6 . 1** | Παρθένου γὰρ μήτρα ἐκύησε τὸν θεὸν λόγον. | | **2** | ἐκ τούτου γνῶθι τὴν δόξαν τῆς παρθενίας. οἱ γὰρ ἀφιερούμενοι | | **5** | τῷ θεῷ μιμηταὶ τοῦ Χριστοῦ γίνονται. | | **1 . 6 . 2** | γίνου ὡς Ἰωάννης ὁ τοῦ Χριστοῦ πρόδρομος, ὁ ἁγνὸς | | **1 . 6 . 3** | καὶ ὡς Ἰωάννης ὁ ἐπιστήθιος τοῦ κυρίου, ὃν καὶ ἐφίλει ὁ Ἰη‐ σοῦς ὡς ἁγνόν. | | **3** | | | **1 . 6 . 4** | Παῦλος καὶ Βαρνάβας καὶ Τιμόθεος τὸν δρόμον τῆς ἁγνείας καὶ τὸν ἀγῶνα ἀσπίλως ἐτέλε‐ σαν, ὡς ἀληθῶς μιμηταὶ τοῦ | | **5** | Χριστοῦ. | | **1 . 6 . 5** | ἀλλὰ καὶ Ἡλιοῦ καὶ Ἐλισ‐ σαίου καὶ ἄλλων πολλῶν τὸν βίον τοιοῦτον εὑρήσεις ἁγνὸν καὶ ἄμωμον. εἰ οὖν τούτους θέλεις | | **5** | μιμήσασθαι, δυνατῶς μιμοῦ πρε‐ σβυτέρους, ὧν ἀναθεωροῦντες. φησίν, τὴν ἔκβασιν τῆς ἀνα‐ στροφῆς μιμεῖσθε καὶ τὴν πί‐ στιν. καὶ τό· μιμηταί μου | | **10** | γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. | | **10** | | | **1 . 7 . 1** | Οἱ τοῦ Χριστοῦ μιμη‐ ταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε | | **5** | σασθαι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν | | **10** | μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρα‐ τείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν. | | **13** | | | **1 . 7 . 2** | ἡ γὰρ ὄντως εὐνουχία καὶ ἡ ὄντως παρθενία ἐν κυρίῳ ἁγία ἐστὶν τῷ σώματι καὶ τῷ πνεύ‐ ματι, ἀπερισπάστως καὶ εὐπαρ‐ | | **5** | έδρως τῷ κυρίῳ λατρεύουσα ἐν πνεύματι θεοῦ, καθαρῶς καὶ ἀμιάντως ἀρέσκουσα τῷ κυρίῳ καὶ ἀεὶ μεριμνῶσα, πῶς ἀρέσει αὐτῷ. | | **1 . 7 . 3** | Καὶ ἐν πνεύματί ἐστιν πρὸς τὸν κύριον, καθὼς γέγρα‐ πται· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ | | **1 . 8 . 1** | Οὐ γὰρ μόνον ὀνόματι ψιλῷ ἅγιος ἅγιός ἐστιν, ἀλλ’ ἐν παντὶ ἅγιός ἐστιν τῷ σώματι καὶ τῷ πνεύματι. | | **4** | | | **1 . 8 . 2** | ἅτινά εἰσιν πορνεία, ἀκαθαρ‐ σία, 〈ἀσέλγεια〉, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆ‐ λοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, | | **5** | διχοστασίαι, φθόνοι, φόνοι, μέ‐ θαι, κῶμοι, εὐτραπελία, μωρο‐ λογία, γέλως, ἀφροσύνη, σκώμ‐ | | **10** | κακίαι, ἐφευρήσεις κακῶν, ἐπιορ‐ κίαι, πολυλογίαι, πλοκολογίαι, βαττολογίαι, μοχθισμοί, βαναυ‐ σίαι, διαπαρατριβαί, προσκλήσεις, βλακεῖαι, | | **1 . 8 . 3** | τύφος, φυσίωσις γένους, μορφῆς, χώρας, πλούτου, ἀνδρείας σαρκίνης, λόγου, ἐριθεία μετὰ φιλονεικίας, μῖσος, μνησι‐ | | **5** | κακία, ὀξυχολία, μῆνις, δόλος, ἀνταπόδοσις, γαστριμαργία, ἀπλη‐ στία, πλεονεξία ἥτις ἐστὶν εἰδωλολατρεία, φιλαργυρία ἡ ῥίζα πάντων τῶν κακῶν, φι‐ | | **10** | λοκοσμία, κενοδοξία, φιλαρχία, αὐθάδεια, θράσος, ἀλαζονεία ἣ καλεῖται λοιμότης, ὑπερηφανία ᾗ ὁ θεὸς ἀντιτάσσεται. | | **1 . 8 . 4** | ταῦτα καὶ τὰ τούτοις ὅμοια ὅστις ἔχει ἐν ἑαυτῷ, σαρκικός ἐστι καὶ υἱὸς τοῦ ἐναντίου. τὸ γὰρ γεγεννη‐ | | **5** | μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ ὁ ἐκ τῆς γῆς ὢν τὰ τῆς γῆς λαλεῖ, τὰ τῆς γῆς ἔργα φρο‐ νῶν. τὸ γὰρ φρόνημα τῆς σαρ‐ κὸς ἔχθρα εἰς θεόν ἐστιν· τῷ | | **10** | γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑπο‐ τάσσεται, οὐδὲ γὰρ δύναται. καὶ ἐν τῷ τοιούτῳ οὐκ οἰκεῖ τὸ πνεῦμα τοῦ θεοῦ· | | **1 . 8 . 5** | οὐ μὴ γὰρ καταμείνῃ, φησίν, τὸ πνεῦ‐ μά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ | | **5** | εἶναι αὐτοὺς σάρκας. εἴ τις τοίνυν πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. | | **7** | | | **1 . 9 . 1** | Ὁ γὰρ πνεῦμα θεοῦ ἔχων πνεύματι θεοῦ στοιχεῖ καὶ πνεύματι θεοῦ τὰς πρά‐ ξεις τοῦ σώματος θανατοῖ καὶ | | **5** | ζῇ τῷ θεῷ, ὑποπιάζων καὶ δουλαγωγῶν τὴν σάρκα. | | **6** | | | **1 . 9 . 2** | ἐν γὰρ τῷ ἀνθρώπῳ τοῦ | | **5** | οἰκεῖ ὁ θεὸς καὶ ἐμπεριπατεῖ. | | **1 . 9 . 3** | ἐν οἷς φαίνονται ὡς φω‐ στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες ὡς ἀληθῶς καὶ καύ‐ χημα καὶ δόξα τῆς εὐσεβείας | | **5** | ὑπάρχοντες. | | **5** | | | **1 . 9 . 4** | .. ἵνα πᾶς ὁ ὁρῶν ὑμᾶς ἐπιγνώσηται, ὅτι σπέρμα εὐ‐ λογημένον ἐστὲ ὑπὸ κυρίου, ἀληθῶς σπέρμα ἔντιμον, βασί‐ | | **5** | λειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν θεοῦ, κληρονόμοι ἀφθάρτων καὶ ἀμαράντων ἐπαγγελιῶν, ὧν ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς | | **10** | οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἃ ἡτοί‐ μασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάττουσιν τὰς ἐν‐ | | **1 . 10 . 5** | ἐν γὰρ χερσὶ τοῦ ἀεργοῦ ἄκαν‐ θαι φύονται, καί· ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις. | | **3** | | | **1 . 11 . 1** | τοιοῦτοί εἰσιν οἱ μηδὲν ἐργα‐ | | **1 . 11 . 2** | καὶ φλυαροῦν‐ τες ἐν ἀφοβίᾳ θεοῦ. πρὸς τούτοις δὲ καὶ προπετεῖς εἰσιν ἐν λό‐ γοις ἀσυναρτήτοις, προφάσει δῆ‐ | | **5** | θεν διδασκαλίας, | | **1 . 11 . 3** | μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ | | **1 . 11 . 5** | καί· εἰ ἔστι σοι σύνεσις, ἀπο‐ κρίθητι τῷ ἀδελφῷ σου· εἰ δὲ μήγε, χεῖρα ἐπίθες ἐπὶ τῷ στόματί σου. εἰ δὲ καιρὸς τοῦ | | **5** | λαλεῖν, καλὸν εἰπεῖν λόγον ἐν καιρῷ. | | **1 . 11 . 6** | φησὶ γάρ· ὁ λόγος ὑμῶν εἴη πάντοτε ἅλατι ἠρτυ‐ μένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκά‐ στῳ ἀποκρίνεσθαι. πᾶς γὰρ | | **5** | λόγος ἔγκοπος καὶ ὁ προσθεὶς γνῶσιν προστίθησιν ἄλγημα. ὁ δὲ προπετὴς χείλεσιν ἐμπε‐ σεῖται εἰς κακά· διὰ ἀπαιδευσίαν γὰρ γλώσσης ἐπέρχονται ὀργαί. | | **10** | ὁ δὲ ἄκακος τηρεῖ τὴν ἑαυτοῦ γλῶσσαν ὡς ἀγαπῶν τὴν ἑαυτοῦ ψυχήν. | | **1 . 11 . 7** | οἱ γὰρ τῇ κολακείᾳ χρώμενοι ἐξαπατῶσι τὰς καρ‐ δίας τῶν ἀκάκων καὶ μακα‐ | | **1 . 11 . 8** | φοβηθῶμεν οὖν τὸ κρῖμα τῶν διδασκάλων· περισσότερον γάρ ἐστι τῶν λεγόντων καὶ μὴ ποι‐ ούντων τὸ κρῖμα ψευδώνυ‐ | | **5** | μον γνῶσιν διδασκόντων καὶ ἐμβατευόντων εἰκῇ καὶ φυσιου‐ μένων ἀπὸ τοῦ νοὸς τῆς σαρ‐ κός, τυφλῶν τυφλοὺς ὁδη‐ γούντων καὶ ἀμφοτέρων εἰς | | **10** | βόθυνον πιπτόντων. ἐκ γὰρ ἐξόδου λόγου αὐτοῦ γνωσθήσεται ἀνήρ. | | **12** | | | **1 . 11 . 10** | πλὴν εἰ εἴληφας χάρισμα πνευματικὸν καὶ λόγον σοφίας ἢ γνώσεως ἢ διδασκαλίας ἢ προφητείας ἢ διακονίας, εὐλογη‐ | | **5** | τὸς ὁ θεὸς ὁ πάμπλουτος, ὁ θεὸς ὁ διδοὺς πᾶσιν ἀνθρώ‐ ποις καὶ μὴ ὀνειδίζων ... χάρισμα ἔχεις παρὰ κυρίου, διακό‐ νησον τοῖς πνευματικοῖς, τοῖς | | **10** | γινώσκουσιν, ὅτι ἃ λέγεις κυ‐ ρίου ἐστίν, εἰς οἰκοδομὴν τῆς ἐν Χριστῷ ἀδελφότητος, ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ πραότητι, ὅπερ ἐστὶν καλὸν καὶ ὠφέλιμον | | **15** | τοῖς ἀνθρώποις. | | **15** | | | **1 . 12 . 1** | Ὅτι δὲ καλὸν τὸ ἐπι‐ σκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν καὶ πολυ‐ τέκνους πένητας, μάλιστα δὲ | | **5** | πρῶτον τοὺς οἰκείους τῆς πί‐ στεως, πᾶσι πρόδηλα καὶ ἀναν‐ τίρρητά ἐστιν. | | **1 . 12 . 2** | Ὅτι δὲ καὶ τοῦτο καλὸν καὶ ὠφέλιμον τῇ ἐν Χριστῷ ἀδελφότητι τὸ τοὺς δαι‐ | | **5** | εὔχεσθαι ἐπάνω αὐτῶν εὐχὴν τῷ θεῷ ἀρέσκουσαν πιστῶς καὶ μὴ ἐκ συνθέσεως πολλῶν λόγων ἢ με‐ λέτας ἐξορκισμῶν πρὸς ἐπίδειξιν ἀνθρωπαρεσκείας πρὸς τὸ φανῆναι | | **10** | εὐλάλους ἢ μνήμονας ἡμᾶς, | | **1 . 12 . 3** | δί‐ κην αὐλοῦ ἠχοῦντας πρὸς τοὺς ἐνεργουμένους φλυαρίας καὶ βατ‐ τολογίας καὶ οὐκ ἐν πίστει ἀλη‐ | | **5** | θείας, καθὼς ἐδίδαξεν ὁ κύριος· τοῦτο γὰρ τὸ γένος, φησίν, ἐν προσευχῇ ἐκτενεῖ καὶ πίστει μετὰ νηστείας ἐξέρχεται. | | **1 . 12 . 4** | Νη‐ φόντως οὖν τὸν κάμνοντα ἐπι‐ σκεπτώμεθα, ὡς δεῖ, ἐν πνεύματι ταπεινώσεως. | | **1 . 12 . 5** | Καλὸν οὖν τὸ συγκοπιᾶν τοῖς κάμνουσιν ἀδελ‐ φοῖς, ὡς εἴρηται, δι’ ἀγρυπνιῶν καὶ νηστειῶν καὶ εὐχῶν ἀδια‐ | | **5** | λείπτων. ἐρρέθη γὰρ ὑπὸ τοῦ κυρίου· Δαιμόνια ἐκβάλλετε, μετὰ καὶ τῶν ἄλλων ἰάσεων· | | **1 . 12 . 8** | καλή ἐστιν ἡ φιλοξενία καὶ τῷ θεῷ ἀρέσκουσα, μάλιστα πρὸς | | **5** | φιλαδελφίας αὐτοὶ ὑμεῖς θεο‐ δίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους. | | **7** | | | **1 . 13 . 4** | ὅτι δὲ ὁ θερισμὸς πολὺς καὶ οἱ ἐργάται ὀλίγοι, δῆλον ὅτι ἐν τοῖς καιροῖς ἡμῶν λιμός ἐστιν τοῦ ἀκοῦσαι λόγον κυ‐ | | **5** | ρίου. διὸ δεηθῶμεν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐ‐ τοῦ, ἀλλ’ ἐργάτας τοιούτους· ὀρθοτομοῦντας τὸν λόγον τῆς | | **10** | ἀληθείας, ἀνεπαισχύντους, ἀν‐ επιλήπτους, ἐργάτας πιστούς, φω‐ στῆρας τῆς οἰκουμένης, ἐργα‐ ζομένους μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μέ‐ | | **15** | νουσαν εἰς ζωὴν αἰώνιον· ἐρ‐ γάτας τοιούτους ὡς οἱ ἀπόστολοι, .. ἐργαζομένους τὴν σωτηρίαν | | **2 . 2 . 5** | χρὴ οὖν .. εἰλῆσαι τὰς ἑαυτῶν χεῖρας τῷ ἑαυτῶν ἱματίῳ. ὁμοίως δὲ καὶ οἱ ἄνδρες μετὰ αἰδοῦς ὀρθῶς βλέποντες σωφρόνως τε | | **5** | καὶ σεμνῶς ἐν κυρίῳ τὰς ἑαυτῶν δεξιὰς περικεκαλυμμένας ἔχοντες τῷ ἑαυτῶν ἱματίῳ ἀποχωρι‐ | | **2 . 3 . 2** | ὅλως γὰρ ἀναρμόδιόν ἐστιν ἀν‐ θρώπῳ ἀσκῆσαι βουλομένῳ μετὰ γυναικὸς ἐσθίειν ἢ πίνειν ἢ ὑπὸ γυναικὸς ὑπηρετεῖσθαι ἢ προνοεῖν | | **5** | γυναικῶν ἢ ὅλως ἔχειν μετ’ αὐτῶν γνῶσιν. ὁμοίως δὲ καὶ κανονικαῖς ἀνάρμοστόν ἐστι συνδυάζειν μετὰ ἀνδρῶν, πρὸς τὸ μηδένα σκαν‐ δαλίζεσθαι δι’ ἡμῶν, ἀλλ’ ἵνα | | **10** | ὦμεν πᾶσιν ἀπρόσκοποι· εἰδότες γάρ, φησίν, τὸν φόβον τοῦ κυ‐ ρίου ἀνθρώπους πείθομεν, θεῷ | | **2 . 5 . 1** | χρὴ οὖν ὡς ἀπὸ προσώπου ὄφεως καὶ ἁμαρτίας μεγάλης | | **2 . 6 . 1** | Χρὴ οὖν τὸν βουλόμενον τὴν ἀγγελικὴν ταύτην τοῦ μονήρους βίου ἀσκῆσαι πολιτείαν κτήσασθαι τὴν φρόνησιν τοῦ ὄφεως καὶ τὸ ἀκέ‐ | | **5** | ραιον τῆς περιστερᾶς, ἵνα συνιῇ ἐν παντί, τί τὸ θέλημα τοῦ θεοῦ τὸ καλὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα δοξασθῇ ἐν πᾶσιν ὁ θεὸς διὰ τῆς θεοσεβοῦς ἡμῶν | | **10** | τάξεως καὶ εἰλικρινοῦς πολιτείας· | | **2 . 6 . 2** | ἵνα οἱ ὁρῶντες ἡμᾶς ἐπι‐ γνῶσιν, ὅτι σπέρμα εὐλογη‐ μένον ἅγιόν ἐσμεν, υἱοὶ θεοῦ ζῶντος ἐν παντὶ λόγῳ, αἰδοῖ, | | **5** | πραότητι, ἀγωγῇ, προσοχῇ. διὸ ἐν μηδενὶ λόγῳ ὁμοιωθῶμεν τοῖς | | **2 . 6 . 5** | οὕτως τοίνυν καὶ ὁ ἡγούμενος τύ‐ πος γινέσθω τοῦ ποιμνίου ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀναστροφῇ ἁγίᾳ, ὁσίως καὶ δικαίως πολιτευόμενος, | | **5** | τηρῶν ὅσα ἐστὶν ἁγνά, ὅσα σεμνά, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, εἴ τις εὔφημος ὠφε‐ λείας διόρθωσις, γινέσθω παρ’ | | **2 . 8 . 1** | πῶς δὲ καὶ ἡ Αἰγυπτία; οὐ τὴν μορ‐ φὴν τοῦ Ἰωσὴφ ἐπεπόθησε σαρ‐ κὸς πόθῳ τοῦ ὄντως σεμνοτάτου; καὶ τούτου μὴ ἐπινεύσαντος ἐκ‐ | | **5** | πληρῶσαι τὴν αὐτῆς ἐπιθυμίαν, εἰς θλίψεις καὶ ἀνάγκας διὰ τῆς ψευδηγορίας τὸν εὐσεβῆ περιέπει‐ ρεν ἕως θανάτου. | | **8** | | | **2 . 8 . 2** | ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατ‐ ειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει | | **5** | ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀλη‐ θείᾳ τὴν ὀσφὺν περιζώσασθαι. | | **8** | | | **2 . 9 . 1** | Οὐκ ἤκουσας περὶ τοῦ Σαμψὼν τοῦ Ναζιραίου, μεθ’ οὗ πνεῦμα κυρίου ἐπορεύετο; καὶ τὸν τοιοῦτον ἅγιον γυνὴ ἀπώλεσε | | **5** | διὰ τῆς μοχθηρᾶς σαρκὸς καὶ | | **2 . 9 . 2** | διὰ τοῦτο οὐδ’ ὅλως ἐπιτρεπό‐ μεθα μετὰ γυναικὸς καθίσαι ἢ ἔχειν συντυχίας τὸ σύνολον. | | **3** | | | **2 . 10 . 1** | Ὁμοίως καὶ περὶ τοῦ Δαυὶδ οὐ πεπαίδευσαι, ὃν καὶ εὗρεν ὁ θεὸς ἄνδρα κατὰ τὴν καρδίαν αὐτοῦ, πῶς μορφὴν γυναικός, | | **5** | λέγω δὴ τῆς Βηρσαβεέ, ἐπιθυ‐ μήσας πόσοις κακοῖς περιέπεσε; ταύτην γὰρ ἰδὼν ὁ ἅγιος ἀλη‐ θῶς λουομένην, ἐν ἐπιθυμίᾳ τῆς μορφῆς αὐτῆς γενόμενος, | | **2 . 10 . 2** | πό‐ σην κακίαν ὁ παμμέγιστος ἀνὴρ κατειργάσατο; καὶ ἥμαρτεν εἰς θεὸν οὐ μόνον τῇ μοιχείᾳ περι‐ | | **5** | πεσών, ἀλλὰ καὶ τὸν ἄνδρα αὐτῆς ἀναιρεθῆναι κελεύσας. ὁρᾷς, πό‐ σην δραματουργίαν κακίας ἐτε‐ λεσιούργησε διὰ τὴν ἐπιθυμίαν ὁ χριστὸς κυρίου Δαυίδ; | | **2 . 10 . 3** | παι‐ δευθῶμεν τοῦ μὴ ἐπιθυμεῖν. εἰ | | **5** | ἀνίσχυες μετὰ τῆς ἑαυτῶν πτώ‐ σεως διαπορευόμενοι καὶ ἐν μέσῳ παγίδων διαβαίνοντες ἐκφευ‐ ξώμεθα; | | **8** | | | **2 . 11 . 1** | Ὁμοίως καὶ ὁ Ἀμνὼν διὰ τῆς ἀδελφῆς αὐτοῦ Θήμαρ | | **2 . 12 . 1** | Ὡσαύτως καὶ ὁ Σολομὼν ἔχων σοφίαν καὶ φρόνησιν καὶ χῦμα καρδίας καὶ πλοῦτον καὶ δόξαν πολλὴν ὑπὲρ πάντας ἀν‐ | | **5** | θρώπους, καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο καὶ ἀποστάτης ἐγένετο ἀπὸ κυρίου διὰ γυναῖκας. | | **7** | | | **2 . 13 . 1** | Οἱ πρεσβύτεροι οἱ κατὰ Σωσάνναν κριταὶ διὰ τὸ ἐνδε‐ λεχίζειν καὶ καταμανθάνειν κάλ‐ λος ἀλλότριον εἰς τὸ πέλαγος τῆς | | **5** | ἐπιθυμίας ἐμπεσόντες ἐπανέστη‐ |