# Ἀναγνωρίσεις ἐκ Εὐσεβίου *Recognitions from Eusebius* **Author:** Κλήμης Ῥώμης καὶ Κλημέντεια *Clement of Rome and Clementine Literature* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **9 . 19** | Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γε‐ γραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέ‐ μνημαι, ἀρξάμενος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. Νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν | | **5** | μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενον | | **10** | γυναικὶ μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. | | **9 . 20** | Παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχ‐ μάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου | | **5** | οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευ‐ όντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τού‐ | | **10** | τους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς | | **9 . 21** | τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμι‐ στίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ | | **5** | καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις 〈σὺν Μήνῃ〉 ἐν ὁρίοις καὶ οἴκοις Κρόνου σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο. | | **9 . 22** | Παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκα‐ λεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονται | | **5** | Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι. καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ | | **10** | κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ’ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς οἱ Χαλδαΐζοντες | | **9 . 23** | Παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ’ ἀδιαφόρως | | **5** | κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν | | **10** | ται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι. Παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ’ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· | | **15** | παρ’ Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί. Ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται· παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνα‐ | | **20** | τολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ· ὁ δὲ | | **25** | Παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ’ αὐτοῖς νόμον. καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ | | **9 . 24** | Ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον. Αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῷα | | **5** | ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν | | **10** | Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφους καὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκρι‐ | | **15** | τέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳ καὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην, οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ’ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφρο‐ | | **20** | δίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης. | | **9 . 25** | Οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ Μήνῃ τὸν Ἄρεα ἐφ’ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν. Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ’ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, | | **5** | καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν | | **10** | τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν | | **15** | τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥωμαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ’, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶ | | **20** | δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι’ ἣν περίκειται σάρκα, πῆ μὲν ὡς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται. πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστος | | **9 . 26** | Φημὶ αὐτῷ· Ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. οἱ δὲ ἀστρο‐ νόμοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστου κλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώ‐ πους τεθεικέναι ἑαυτοῖς, ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ | | **5** | ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι. Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι. | | **9 . 27** | μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυλάσσοντες | | **5** | νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶ | | **10** | κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ | | **9 . 28** | τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγό‐ | | **5** | μενοι, ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε | | **10** | ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσα‐ σθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀπο‐ | | **15** | τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ.) | | **9 . 29** | Τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστια‐ | | **5** | οὔθ’ οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ’ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς | | **10** | ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι. (νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν | | **15** | ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ’ εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ’ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον | | **20** | τοῦ θελήματος ἀνθίσταται.) |