================================================================================ Μαρτυρίαι Testimonies Κλεινίας ὁ Ταραντῖνος by Clinias of Tarentum ================================================================================ [1] IAMBL. V. P. 127 καὶ ταῦτα πρὸς ἐκεῖνον [Aristoxenos] εἰπεῖν [d. jüngere Dionys] καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα περί τε Πλάτωνος καὶ Ἀρ‐ χύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον. [2] DIOG. IX 40 Ἀριστόξενος δ’ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί [fr. 83 FHG II 290] φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν· Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. [3] DIODOR. X 4, 1 ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον [5] ἀποκατέστησε τῶι προειρημένωι, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. [4] ATHEN. XIV 624A Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῶι βίωι καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι’ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν· πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν ‘πραΰνομαι‘. [5] PLUT. Quaest. conviv. III 6, 3 p. 654B ἐμοὶ μέν, ἔφη, τὸ τοῦ Πυθαγο‐ ρικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ