# Ἀποσπάσματα *Fragments* **Author:** Κλειτόφων Ῥόδιος *Clitophon Rhodius* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1** | ΙΝΔΙΚΑ. E LIBRO DECIMO. | | **1** | Plutarch. De fluv. 25, 3: Φύεται δὲ καὶ βοτάνη (sc. ἐν Ἰνδῷ), Καρπύκη καλουμένη, βουγλώσσῳ πα‐ ρόμοιος· ποιεῖ δ’ ἄριστα πρὸς ἰκτερικοὺς μεθ’ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσι· καθὼς ἱστορεῖ Κλει‐ | | **5** | τοφῶν ὁ Ῥόδιος ἐν ιʹ Ἰνδικῶν. | | **t2** | ΚΤΙΣΕΙΣ. E LIBRO DECIMO TERTIO. | | **2** | Plutarch. De fluv. 6, 4: Παράκειται δ’ αὐτῷ (sc. τῷ Ἄραρι ποταμῷ) ὄρος, Λούγδουνος καλούμενον· [μετ]ωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, | | **5** | εἰς τοῦτον κατὰ προσταγὴν τὸν λόφον * πόλιν κτίσαι θέ‐ λοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων, αἰφνιδίως κό‐ ρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὸ πέριξ ἐπλή‐ ρωσαν τὰ δένδρα. Μώμορος δ’, οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν· λοῦγον | | **10** | γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι· δοῦνον δὲ τὸν ἐξέχοντα· καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγʹ Κτίσεων. | | **t3a-3b** | ΓΑΛΑΤΙΚΑ. E LIBRO QUINTO VEL PRIMO. | | **3a** | Stobaeus Floril. X, 71: Κλειτοφῶντος ἐκ τοῦ εʹ Ἰταλικοῦ (l. Γαλατικῶν). Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, εἰς Ἔφεσον ἦλθε, καὶ στρατοπεδευσάμενος περιέμενε τοῦ πολέμου τὴν προ‐ | | **5** | θεσμίαν. Παρθένος δέ τις τῶν ἐπισήμων, τοὔνομα Δη‐ μονίκη, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ βαρβάρου, προ‐ δώσειν αὐτῷ τὴν Ἔφεσον ὑπέσχετο, ἐὰν μισθὸν λάβοι τὰ ψέλλια καὶ τοὺς ὅρμους· ὁ δὲ Βρέννος δεξάμενος αὐτὴν εἰς τόπον ὡρισμένον, ἤγαγε τοὺς ὑποτεταγμένους, | | **10** | καὶ προσέταξεν αὐτοῖς τὸν χρυσὸν ὅσον εἶχον κόσμου χάριν βάλλειν εἰς τὸν τῆς φιλαργύρου κόλπον. Ποιη‐ σάντων δὲ αὐτῶν τὸ παραγγελθὲν, ἡ Δημονίκη ὑπὸ τῆς δαψιλείας τοῦ βαλλομένου χρυσίου ζῶσα κατεχώσθη. | | **3b** | Plutarch. Par. min. c. 15: Βρέννος, Γαλατῶν | | **5** | τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δ’ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. Ποιησάντων δὲ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη, καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν. | | **4** | Plutarch. De fluv. 7, 6: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος κισσήρει παρόμοιος, καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μὴ τῷ | | **5** | χρόνῳ φρονήσεως ἐχουσῶν· αἱ δὲ ὥραν ἔχουσαι γάμων, ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν. | | **5** | Schol. Venet. Il. υ, 404: Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλίκης. Παραγενόμενος εἰς τὴν Καρίαν | | **5** | ἱερὸν Ποσειδῶνος ἱδρύσατο καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τε‐ μένους Ἑλικώνιον προσηγόρευσε. Δοκεῖ δ’ ἐπὰν θύωσι [τὸν θεὸν], βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγώντων δὲ, λυποῦνται, μηνίειν νο‐ |