# Ἀποσπάσματα *Fragments* **Author:** Κράτης ὁ Κωμικός *Crates the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Gei tit** | ΓΕΙΤΟΝΕΣ. | | **Gei 1** | Νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις ὅκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ | | **Gei 2** | Γλυκύτατον δ’ ὦζε βασιλείου μύρου. | | **Her tit** | ΗΡΩΕΣ. | | **Her 1** | Οὐκ ἀσκίῳ μεντἄρ’ ἐμορμολύττετο αὐτούς, ἐπεὶ τάδ’ ἔστ’ ἀληθῆ. | | **Her 2** | Οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. | | **Her 3** | Τὸν αὐχέν’ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων. | | **Her 4** | Ἁλτῆρσι θυλάκοισι χρῆται τὸ μέγεθος. | | **Her 5** | Ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ. | | **The tit** | ΘΗΡΙΑ. | | **The 1** | Ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην. Β. ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; Α. οὐ δῆθ’· ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω. Β. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; Α. πρόσεισιν αὔθ’ ἕκαστον | | **5** | τῶν σκευαρίων, ὅταν καλῇ τι. παρατίθου τράπεζα. αὕτη, παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα. ἰχθὺ βάδιζ’. ἀλλ’ οὐδέπω ’πὶ θάτερ’ ὀπτός εἰμι. | | **10** | οὔκουν μεταστρέψας σεαυτὸν ἁλσὶ πάσεις ἀλείφων; | | **The 2** | Ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ πάμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων ὥσπερ διὰ τοῦ παιωνίου ἐπὶ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται | | **5** | εἰς τὴν πύελον. ἐρεῖ δέ, θὔδωρ ἀνέχεται. ἔπειτ’ ἀλάβαστος εὐθέως ἥξει μύρου | | **The 3** | Καὶ τῶν ῥαφάνων ἕψειν χρὴ * * * ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ’ ἄπο χεῖρας | | **2** | ἔχεσθαι. Β. οὐκ ἄρ’ ἔτ’ οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ’, οὐδ’ ὁτιοῦν | | **3** | ἐδόμεσθα, | | **The 4** | Ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων. | | **Lam tit** | ΛΑΜΙΑ. | | **Lam 2** | Ἔπη τριπήχη Θετταλικῶς τετμημένα. | | **Lam 3** | Ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ ’βολοί. | | **Met tit** | ΜΕΤΟΙΚΟΙ. | | **Pai tit** | ΠΑΙΔΙΑΙ. | | **Pai 1** | Τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδ’ | | **1** | ἔστιν. | | **Rhe tit** | ῬΗΤΟΡΕΣ. | | **Rhe 1** | Κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ. | | **Sam tit** | ΣΑΜΙΟΙ. | | **Sam 1** | Σκυτίνῃ πότ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι κύμασιν, καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα | | **5** | παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα; | | **Sam 2** | Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε. | | **Tol tit** | ΤΟΛΜΑΙ. | | **Tol 1** | Ποιμαίνει δ’ ἐπίσιτον, ῥιγῶντ’ ἐν Μεγαβύζου, δέξεταί τ’ ἐπὶ μισθῷ σῖτον. | | **Tol 2** | Πρῶτα μὲν ταλαντιαῖος ὅστις ἔστ’ αὐτῶν λέγε. | | **Eif tit** | EX INCERTIS FABULIS. | | **Eif 1** | Ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν· ἂν δ’ ἔλθῃ ποτέ, | | **Eif 2** | Ὁ γὰρ χρόνος μ’ ἔκαμψε, τέκτων μὲν σοφός, ἅπαντα δ’ ἐργαζόμενος ἀσθενέστερα. | | **Eif 3** | Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστ’, ὦ θεοί. καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζ’ οὐδὲ ἕν. | | **Eif 4** | Πάνυ γάρ ἐστιν ὡρικώτατα | | **Eif 5** | Ἀλλὰ σικύαν ποτιβάλλω σοι, καναταλὴς ἀποσχάσω. |