================================================================================ Ἀποσπάσματα Fragments Κρατῖνος ὁ κωμικός by Cratinus the Comic Poet ================================================================================ [tit 1-14] ΑΡΧΙΛΟΧΟΙ [1] κἀγὼ γὰρ ηὔχουν Μητρόβιος ὁ γραμματεὺς σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ καὶ πάντ’ ἀρίστῳ τῶν Πανελλήνων πρώτῳ Κίμωνι λιπαρὸν γῆρας εὐωχούμενος [5] αἰῶνα πάντα συνδιατρίψειν. ὁ δὲ λιπὼν [2] οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. [3] ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. [4] εὕδοντι πρωκτὸς αἱρεῖ. [5] Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προσεοικώς. [6] εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαΰζει, ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα; οὐ μέν τοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι. [7] ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται. [8] ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. [9] ὠμολίνοις κόμη βρύους’, ἀτιμίας πλέως. [10] Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων. [tit 15-20] ΒΟΥΚΟΛΟΙ [15] ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ’, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ [16] ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ πρώτῳ πεπειρᾶσθαι. [17] καὶ πρὸς τὸν οὐρανὸν σκια‐ μαχῶν ἀπο‐ [tit 21] ΒΟΥΣΙΡΙΣ [21] ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα. [tit 22-35] ΔΗΛΙΑΔΕΣ [22] Ὑπερβορέους αἴθρια τιμῶντας στέφη. [23] ἐτήσιοι γὰρ πρόσιτ’ ἀεὶ πρὸς τὴν τέχνην. [24] ἦν ἆρ’ ἀληθὴς ὁ λόγος, ὡς δὶς παῖς γέρων. [25-26] ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον. [27] τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. [28-29] εἴ τις δ’ ὑμῶν κάλλει προκριθῇ. πρὶν παροῦσα διδάσκῃ. [30] τούτοισι δ’ ὄπισθεν ἴτω δίφρον φέρων Λυκοῦργος [tit 36] ΔΙΔΑΣΚΑΛΙΑΙ [36] ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτους’ ἀπηχθάνου. [tit 37-48] ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ [37] ἔνεισιν ἐνταυθοῖ μάχαιραι κουρίδες, [38] στολὴν δὲ δὴ τίν’ εἶχε; τοῦτό μοι φράσον. Β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον. [39] οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπωτὴν πατεῖν. [40] ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. [41] νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην. [42] παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. [43] ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. [44] τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ δεῖπνον. [45] οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις; [46] χηνοβοσκοί, βουκόλοι [47] κλίνην τὴν παράπυξον [48] ἡ γελγόπωλις [tit 49-64] ΔΡΑΠΕΤΙΔΕΣ [49] τὸν Κερκυόνα θ’ ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. [50] δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. [51] οὗτος, καθεύδεις; Β. οὐκ ἀναστήσεις βοῶν. [52] οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται. [53] φέρε νῦν σοι [54] τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. [55] ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν; [56] Πανδιονίδα πόλεως βασιλεῦ τῆς ἐριβώλακος, οἶσθ’ ἣν λέγομεν, [57-58] Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. [2] * * * νῦν δ’ αὖθις ἐρυγγάνει· [tit,ante 65] ΕΜΠΙΜΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ [tit 65-70] ΕΥΝΕΙΔΑΙ [65] ἥβης ἐκείνης, νοῦ δὲ τοῦδε καὶ φρενῶν. [66] ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου. [69-70] Δωροῖ συκοπέδιλε. τέκτονες εὐπαλάμων ὕμνων. [tit 71-84] ΘΡΑΙΤΤΑΙ [71] ὁ σχινοκέφαλος Ζεὺς ὅδε προσέρχεται Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται. [72] ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται. [73] ὅτι τοὺς κόρακος τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσαν. [74] Πανὶ κακὸν δεῦρο μαστάω τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν. οὐδαμῶς ξύλινος ἐκεῖνος * * * * * * * * ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν; [5] ἤ τις ἔκλεψεν αὐτόν; [76] τὴν πέρυσι βουλὴν ἐφεστώς. [77] ὀκτώπουν ἀνεγείρεις. [78] ἀπέφρησαν [79] ἀρκυωρός [80] δίλογχον [81] κακόδουλος [82] κύβηβον [tit 85-94] ΚΛΕΟΒΟΥΛΙΝΑΙ [85] Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν πληγάς, ἐὰν μὴ συστρέψῃ τὰ πράγματα. [86] ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φιττέως. [87] ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ. [90] ἐπισμῇ [91] ἰποῦμεν [92] παροψωνεῖν [93] σκάλωψ [94] φέροικος [tit 95] ΛΑΚΩΝΕΣ [95] φοβερὸν ἀνθρώποις τόδ’ αὖ [tit 96-106] ΜΑΛΘΑΚΟΙ [96] ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά. [97] τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν, ὦ Γνήσιππ’, ἐγὼ πολλῇ χολῇ. οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν. [98] παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις, καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς, ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλειχρύσου κλάδοις, [5] οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου φόβῃ, * * * * * * * * * τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι, [100] λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους. [tit 107-120] ΝΕΜΕΣΙΣ [107] ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. [108] Λήδα, σὸν ἔργον· δεῖ ς’ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους, ἐπὶ τῷδ’ ἐπῴζους’, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ’ ὄρνεον. [109] ὥστ’ οὖν ἐσθίων τοῖς σιτίοισιν ἥδομαι. ἅπαντα δ’ εἶναί μοι δοκεῖ ῥοδωνιὰ [110] Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον. [111] μόλ’ ὦ Ζεῦ ξένιε καὶ μακάριε. [112] Ψύρα τε τὴν Σπάρτην ἄγεις. [113-114] τἄλλα πάντ’ ὀρνίθια. ὄρνιθα φοινικόπτερον. [115] ἐν τῷ κύφωνι τὸν αὐχέν’ ἔχων. [116] τῷ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινέου ὀξυβάφοις βάλλειν μὲν τῷ πόντῳ δὲ βάλλοντι νέμω πλεῖ‐ [120] ἀπόκινον [tit 121-134] ΝΟΜΟΙ [121] ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα. [122] ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, [123] οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον. [124] χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς. [125] καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας. [126] ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες. [127] νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῇς. [128] ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται. [129] τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ. [131] σανδάλια Τυρρηνικά [132] σχοίνινον ἡθμόν [tit 135-150] ΟΔΥΣΣΗΣ [135] οὔπω ’́πιον τοιοῦτον οὐδὲ πίομαι Μάρωνα. [136] ΚΥΚΛΩΨ. πώποτ’ εἶδες, εἰπέ μοι, τὸν ἄνδρα; ΟΔΥΣΣ. Λαέρτα φίλον παῖδ’; ἐν Πάρῳ, σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. [137] οἱ δ’ ἀλυσκάζουσιν ὑπὸ ταῖς κλινίσιν. [138-139] τίνες αὖ πόντον κατέχους’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι. [140] ἐπ’ ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃς. [141] τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μ’ εὐθὺς ἐρώτα. [142] ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν, [143] ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπ’ ἀνθρακιᾶς ὀπτήσας εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων [5] ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται. [144] σιγάν νυν ἅπας ἔχε σιγάν, καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστιν, πλέομεν δ’ ἅμ’ Ὀδυσσέι θείῳ. [145] νεοχμόν τι παρῆχθαι ἄθυρμα. [146] οὐκ ἰδίᾳ τάδ’ οὐκετὸν θοι τἀπὶ Χαριξένης. [147] τέμαχος ὀρφὼ χλιαρόν [148] δέλφακας μεγάλους [tit 151-159] ΠΑΝΟΠΤΑΙ [152] μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. [153] κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθμητοί. [154] ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν. [157] διὰ πάντων ἀγών [158] γέγηθα τὸν ἄνδρα [159] σκευωρόν [tit 160-168] ΠΛΟΥΤΟΙ [160] αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά. [161] ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαινὰς ἢ καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. [162] ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς. [163] περὶ σιαγόνος βοείας μαχόμενος. [164] ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγους’, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς; ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι [165] οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. [166] μὴ ξυντυχίᾳ βαρυνόμενοι [167] ἀνανεοῦσθαι [168] ἀναπηρίαν [tit 169-180] ΠΥΛΑΙΑ [169] οἱ δ’ αὖθ’ ἡμεῖς, ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν. [170] ᾗ Διονυσίοις ἀκύλοις παίζους’ ἀνέμενοι τρόπα. [172] ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι. [175] γλῶσσαν εὐέρων βοτῶν. [177] αὐτὸ δείξει [178] Γοργῶπις [179] κορωνιδεύς [tit 181-204] ΠΥΤΙΝΗ [181] ἀλλ’ ἐπανατρέψαι βούλομαί σου τὸν λόγον. πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ’ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλ’ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ [5] οὐδέποτ’ αὐτοῦ πρότερον. [182] γυνὴ δ’ ἐκείνου πρότερον ἦ, νῦν δ’ οὐκέτι. [183] νῦν δ’ ἢν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει, οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός. ἆρ’ οἴσει τρία; [184] τὸν δ’ ἴσον ἴσῳ φέροντ’· ἐγὼ δ’ ἐκτήκομαι. [185] τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε. [186] ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων. καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα, Ἰλισὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμ’ ἔτι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, [5] ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν. [187] πῶς τις αὐτόν, πῶς τις ἂν ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου; ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας, καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν, [5] καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον, κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. [188] ἀτὰρ ἐννοοῦμαι δῆτα τῆς μοχθηρίας [189] ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. [190] ἆρ’ ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. [191] ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι [192] ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος. [193] τοὺς μὲν ἐκ προχοιδίου, τοὺς δ’ ἐκ καδίσκου. [194] ἀπὸ ποτέρου τὸν καῦνον ἀριθμήσεις; [195] ληρεῖς ἔχων· γελοῖος ἔσται Κλεισθένης κυβεύων [196] Ὑπέρβολον δ’ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον. [197] οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν, οὐδὲ κάννης. [198] ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε [199] οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ, [tit,ante 205] ΣΑΤΥΡΟΙ [tit 205-217] ΣΕΡΙΦΙΟΙ [205] αἶρε δεῦρο τοὺς βρικέλους. [206] οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. [207] ἐς Συρίαν δ’ ἐνθένδ’ ἀφικνεῖ μετέωρος ὑπ’ αὔρας. Β. ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ. [208] εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων, [209] οἰκοῦσιν φεύγοντες, ἀίδρυτον κακὸν ἄλλοις. [211] χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον. [213] πολυτρήτοις φῳσί [214] ἀμοργοί [tit 218-227] ΤΡΟΦΩΝΙΟΣ [218] οὐ σῖτον ἄρασθ’, οὐχ ὕπνου λαχεῖν μέρος. [219] ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ. [220] χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης— [221] οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην, οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου— [222] ἔγειρε δὴ νῦν, Μοῦσα, Κρητικὸν μέλος. χαῖρε δή, Μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ [224] ἐπέθηκεν ἐπιστολήν [225] παρεῖαι ὄφεις [227] λυχνοκαΐαν [tit,ante 228] ΧΕΙΜΑΖΟΜΕΝΟΙ [tit 228-249] ΧΕΙΡΩΝΕΣ [228] οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν. [229] ὄνοι δ’ ἀπωτέρω κάθηνται τῆς λύρας. [231] οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. [232] ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν σχῖνον μεγάλην. [233] καὶ πρῶτον μὲν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώδαλ’ ἀναιδῆ [234] ἐξ ἀσαμίνθου κύλικος λείβων. [235] σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας— [236] Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ. [237] ταῦτα δυοῖν ἐτέοιν ἡμῖν μόλις ἐξεπονήθη. [238] μακάριος ἦν ὁ πρὸ τοῦ βίος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες [239] ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ’ οὖς ἐθάκει· μετὰ χερσὶ δὲ μῆλον ἔχων σκίπωνά τ’ ἠγόραζον. [240] Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον, ὃν δὴ κεφαληγερέταν θεοὶ καλέουσιν. [241] Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη [244] δωροδοκούντων αἲξ οὐρανία [245] Βοῦθος περιφοιτᾷ [246] Ἰθακησία ὀρτυγομήτρα [249] βιβλιαγράφον [tit 250-272] ΩΡΑΙ [250] ἀλλ’ ἦν ὅτ’ ἐν φώσωνι τὴν ἴσην ἔχων μετ’ ἐμοῦ διῆγες οἴναρον, ἕλκων τῆς τρυγός. [251] μῶν βδελυγμία ς’ ἔχει; πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω. [252] ταῦτ’ αὐτὰ πράττω, ’φασκ’ ἀνὴρ οὐδὲν ποιῶν. [253] ἴσως πυρορραγὲς κακῶς τ’ ὠπτημένον. [254] ἔδει παρέχειν ὅ τι τις εὔξαιτ’ ἐμβραχύ. [255] ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος. [256] ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος, παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη [5] πονηρά. [257] ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων. [258] μακάριος τῶν παιδικῶν [259] ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ. [260] οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν. [264] ψήφισμα ἔθηκεν [265] γαλιδέως [268] ξυστίς [269] προσκεφάλαιον [271] φελλέα [272] ὡραΐζεσθαι [tit 273-455] ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ [273] πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χόας πίνους’ ἀπ’ ἀγκύλης ἐπονομάζους’ ἅμα [274] πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν. [275] τῇ μάστιγι κνάψειν εὖ μάλα [276] τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους. [277] τὴν χεῖρα μὴ ’πίβαλλε, μὴ κλάων καθῇς. [278] εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις. [279] ἐφ’ ᾧ τ’ ἔμ’ αὐτὴν συγκαθεύδειν τῷ πατρί. [280] ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου. [281] ποιμὴν καθέστηκ’ αἰπόλος καὶ βουκόλος. [282] τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον. [283] ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. [284] ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα. [285] ἄκουέ νυν καὶ τήνδε τὴν ἐπιστολήν. [286] καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. [287] ἡ παῖς γὰρ ἔμπαις ἐστὶν ὡς ἠνδρωμένη. [288] οὐδ’ ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν. [289] τούτου δ’ ἁπάσας ἀποτεμῶ τὰς μηχανάς. [290] ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις. [291] ἀλλ’ οὖν θεῷ σπείσαντ’ ἄμυστιν δεῖ πιεῖν. [292] ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν. [293] ὦ μεγίστη γλῶττα τῶν Ἑλληνίδων. [294] ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ. [295] δασὺν ἔχων τὸν πρωκτὸν ἅτε κυρήβι’ ἐσθίων. [296] ὃς τὴν πίτυν ἔκαμπτεν ἑστὼς χαμάθεν ἄκρας τῆς κόμης [297] ἀλλ’ εἴσιθ’ εἴσω καὶ πιοῦ‐ σα χυλὸν ἀναπαύου κακῶν. [298] ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες. [299] ὁ δὲ μετ’ Εὐδήμου τρέχων [300] πάλαι γὰρ αὐτὸ λόγοισι προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. [301] γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαϊσμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. [302] ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον ἦν, ὦ θεοί· [303] γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. [304] εὐπρόσωπος ἦσθ’ ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων. [305] καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. [306] ἀφυπνίζεσθαι χρὴ πάντα θεατήν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα. [307] τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής. [309] κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. [310] οὗτοι δ’ εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν. [311] κοκκύζειν τὸν ἀλεκτρυόν’ οὐκ ἀνέχονται. [312] λόγος τις ὑπῆλθ’ ἡμᾶς ἀμαθὴς συοβαύβαλος. [313] ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν. [314] ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα; [315] χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν. [316] μισηταὶ δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται. [317] ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανος νικήσει. [318] φαίνεσθαι χρυσῆν, κατ’ ἀγροὺς δ’ αὖθις αὖ μολυβδίνην. [319] πονηροὺς ἀνθρώπους * * * πηνικίζων ἐξαπατᾷ. [320] τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. [321] χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, [322] τῶν αἰσχρῶν φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι. [323] χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων, [324a] εὔιε κισσοχαῖτ’ ἄναξ χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης. [1] * * * [324b] πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ. [1] * * * [324c] πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρων. [325] αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ ἀσφάραγον κύτισόν τε· νάπαισι δ’ ἀνθέρικος ἐνηβᾷ· [327] ἀλλὰ τάδ’ ἔστ’ ἀνεκτέον· καὶ γὰρ ἡνίκ’ εὐθένει ... [342] ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ [343] ἄνθρωπος λυπησίλογος [346] εὐιπποτάτη Μαραθών [347] Λέρνη θεατῶν [352] Ψύρα τὸν Διόνυσον ἄγοντες [353] στημονίας κικίννους [355] ἀνελκταῖς ὀφρύσι σεμνόν [356] ἀναπηδᾶν ἐν δήμῳ [357] ἁπαλὸς εἴσπλους λιμένος [358] ἐφιππάσασθαι λόγοις [359] μηδὲν ὑπέρφευ [360] ἆρά γε, ὦ ’τάν, ἐθελήσετε; [361] σφάττε δαῖρε κόπτε. [365] ἄξιος λαβεῖν ὁ μισθός [366] ὥρκωσε καὶ ὁρκώτης δ’ ἐγώ. [367] ἀποκεῖσθαι πόρρω [369] ἀφήλικα γέροντα [370] οἰναγωγὸν πλοῖον [371] ἰσχάδα κοπτήν [372] ἐρίων πιναρῶν πόκον [373] ἅγιος [374] ἀγροβόας ἀνήρ [375] ἀγυιεῖς [376] Ἀδώνιον [377] αἴγλη [378] αἰγυπτιάζειν [379ab] αἱμυλοπλόκος et αἱμυλόφρων [380] ἀλαζών [381] ἀμφίκαυστις [382] ἄναλτον [383] ἀνεξικώμη [384] ἀνεπτερῶσθαι [385] ἄνοργοι [386] ἀνταναγνῶναι [387] ἀπαλλάξας [388] ἀποκριπάμενος [389] ἀρρενώπας [390] ἅψω [391] βαδίζου [392] βαδισματίας [393] Βασιλεία [394] Βολβός [395] Βρέα [396] βῶσον [397] γαστροχάρυβδις [398] γλύφειν [399] γονατίζειν [400] δασύποδα [401] Δεξώ [402] διάλαος [403] δουλοπρεπέστατα [404] δυσβράκανον [405] δυσθαλής [406] δωδεκέται [407] ἐθέλεχθρον [408] ἐλλοπίδας [409] ἐναύεσθαι [410] ἐπιλησμονή [411] ἐρρῶσθαι [412] εὐζωρότερον (εὔζωρον) [413] εὐθανάτως [414] εὐπινής [415] ἐφετίνδα [416] ἡμίλουτοι [417] θεόθυτα [418] θηλάστριαν [419] ἰωνόκυσος [420] καλαμώμενον [421] κύαθος [422] λαυροστάται [423] λεπάσται [424] μάσμα [425] μελαγχρής [426] μεσόκοπον [427] μετεκβολή [428] μηνυτήν [429] μικρολογήσομαι [430] μίξοφρυν [431] μναρόν [432] οἰνωμένοι [433] ὅμαιμος [434] παναγάθη [435] πανεύφρονα [436] πολύμιτος [437] πρίονες [438] πρότηθυς [439] πωγωνίας [440] ῥύγχος [441] ῥύδην [442] Σάγρα [443] σαυνίον [444] σκῖρον [445] στρωματίτης [446] σφίγκτας [447] σχιζίας [448] ταμιεῖον [449] τοκῶσα [450] τροπαῖον [451] φαγᾶς [452] χαλαίρυπος [453] χειρονομησείοντας [454] ψευδομαρτύριον [455] ὠνυχισμένον [tit 456-462] ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ [457] σκανδάληθρ’ ἱστὰς ἐπῶν [458] ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ [459] τίς δέ ς’ ἐτύφλωσεν; τίς ἀφείλετο λαμπάδος αὐγάς; [460] Ἐπειοῦ δειλότερος [461] κεράμιον οἰνηρόν [462] κυρηβάσασθαι