================================================================================ Ἀποσπάσματα Fragments Κτησιφῶν ὁ Ἱστορικός by Ctesiphon Historicus ================================================================================ [t1] ΒΟΙΩΤΙΑΚΑ. E LIBRO TERTIO. [1] Plutarchus Par. min. c. 12: Ἐπαμινώνδας, ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. [5] Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δ’ ἀγανακτήσας καὶ ἐπι‐ λαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. [t2] ΠΕΡΣΙΚΑ. E LIBRO PRIMO. [2] Plutarch. De fluv. 23, 1: Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπ’ Ἀράξου τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλα‐ [5] τούμενος δὲ ὑπ’ Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον· ὃς ἀπ’ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν αʹ Περσικῶν. [t3a-3b] ΠΕΡΙ ΔΕΝΔΡΩΝ. [3a] Idem ib. c. 18, 11: Φύεται δ’ ἐν αὐτῷ (sc. ἐν τῷ Κοκκυγίῳ ὄρει) δένδρον, Παλίουρος καλούμενον· ἐφ’ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὑπ’ ἰξοῦ κα‐ τέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς [5] Κτησιφῶν ἐν αʹ Περὶ δένδρων. [3b] Idem ib. 23, 5: Γεννᾶται δ’ ἐν αὐτῷ (ἐν Ἀράξῃ) δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δ’ ἄφθονον τρέφει μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ [5] τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ