# Ὑπομνήματα εἰς τοὺς Ψαλμοὺς λςʹ.ιεʹ–ιθʹ *Commentaries on Psalms 36.15–19* **Author:** Δίδυμος ὁ Τυφλός ὁ Ἀλεξανδρεύς *Didymus the Blind of Alexandria* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **248** | τῇ καρδίᾳ]] | | **1** | 36,15 ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν | | **1** | καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντρι‐ | | **1** | βείησαν. εὖ δὲ καὶ τὸ φάναι· “ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδί‐ | | **2** | αν αὐτῶν”. αὕτη ἡ ῥομφαία ἡ ἐπιβλαβής, ἡ πολεμίων οὔκ ἐστιν συν‐ φυὴς τῇ καρδίᾳ· ἔξωθεν ἐπεισέρχεται. | | **3** | τοιοῦτό[ν τι] γοῦν καὶ ἐν Ἰσαίᾳ γέγραπται· ”[ἡ] θλῖψις ὑμῶν πόρρωθεν ἥξει”. ἀλλοτρία ἐστὶν ἡ θλῖψις, ἔξωθέν ἐστιν ἐπιγινο‐ | | **4** | μένη. ἡ δὲ “βασιλεία τοῦ θ(εο)ῦ ἐντός” ἐστιν τῆς κα̣ρδίας τῶν ἐ‐ | | **4** | χόντων αὐτήν. | | **4** | 36,16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ | | **5** | πλοῦτον ἁμαρτωλῶν πολύν. | | **5** | ἐν τοῖς ἀνωτέρω εἰς τό· ”[μὴ παρ]αζήλου ἐν πονηρευομένοις μη‐ δὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν”, καὶ εἰς τό· “μὴ πα[ρα‐ | | **6** | ζή]λου ὥστε πονηρεύεσθαι”, ἐλέγομεν· [ἐὰ]ν ἴδῃς τινὰ ἔχοντα τὰ σω‐ ματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, “μὴ παραζήλου” τοῦ μιμεῖσθαι ἐκεῖ‐ | | **7** | ν̣[ον εἰ]δὼς ὅτι οὔκ εἰσιν παράμον[α· ὁ γὰρ] ἀποβαλὼν σῶμα οὐκ ἔχει τὰ σώματος ἀγαθά—ὑγίεια δὲ καὶ ἰσχὺς {καὶ πλοῦτος} σώματος ἀγα‐ | | **8** | [θά εἰ]σιν—, ὁ ἔξω τοῦ βίου τού〈του〉 γενόμενος τὰ̣ ἐκτὸς ἀγαθὰ οὐκ ἔχει ἔτι, πλοῦτον, ἀξίωμα, ἀρχήν, δοξάριον. μόνα τὰ ψυχῆς ἀγαθὰ | | **9** | παράμονά ἐστιν. εἰ μὴ ὁ ἔχων αὐτὰ ἐκβάλλει, οὐδεὶς αἴρει αὐτὰ ἀπ’ | | **9** | αὐτοῦ. | | **10** | τοῦτο οὖν λέγει· κἂν πολλὰ ἔχῃ ὁ ἁμαρτωλός, ὀλίγον δὲ ὁ δί‐ | | **10** | καιος, τὸ πρὸς τὴν διοίκησιν ἀρκοῦν, κρεῖ[σσό]ν ἐστιν τοῦτο. δυνατὸν δὲ καὶ τοῦτο ὅτι· κἂν ὀλίγην τινὰ ἀρετὴν ἔχῃ τις ἐν | | **11** | εἰσαγωγῇ αὐτῆς τυγχάνων, κρείττω ἐστὶν τοῦ πλού[του] οὗ ἔχουσιν οἱ | | **11** | ἁμαρτωλοί. πάλιν καὶ οὕτως· εἰσίν τινες τὴν ἐκκλησιαστικὴν γνώμην μετι‐ | | **12** | όντες οὐ πλουσίως, οὐχ ἁβρ[ῶς, ἀλ]λ’ ἐν εἰσαγωγῇ αὐτῆς ὄντες μό‐ νον. κἂν πλουτοῦσιν οὖν οἱ ἑτερόδοξοι καὶ δοκῶσιν ἰσχυροὶ τῷ | | **13** | λόγῳ εἶναι καὶ ταῖς ἐπιχε[ιρήσ]εσιν ἱκανοὶ καὶ πρὸς τὸ σοφίσασθαι καὶ ἐριστικοὺς λόγους κατασκευάσαι, ἀλλ’ ὁ πλοῦτ〈οσ〉 ἐκείνων θᾶτ‐ | | **14** | τον ἀποπίπτε, μ[έ]χ[ρι] τ̣οῦ παρόντος ζῆν ἔχει τὴν ἐπαγγελίαν· τὸ | | **15** | γὰρ ὀλίγον, ὃ κέκτηται ὁ δίκαιος, παραμένει αὐτῷ, συναπέρχεται | | **15** | αὐτῷ, οὐδέποτε [ἐ]κτὸς αὐτοῦ γίνεται, ἀλλὰ μᾶλλον προσθήκην λήμ‐ ψεται τοῦτο. ἀλλ’ ἐπεὶ “οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους, δι‐ | | **16** | καιοσύνη δὲ ῥύσε[τ]αι ἐκ θανάτου”, κἂν ὀλίγον ἔχῃ δικαιοσύνης ὁ σπουδαῖος, πολὺ ἔχει· εἰ γὰρ “ὑπὲρ πλοῦτον ἁμαρτωλῶν” ἐστιν, | | **17** | οὔκ ἐστιν ὀλίγον, ὡς δὲ πρὸς τὸ τέλειον τοῦ σπουδαζομένου τῷ δι‐ καίῳ ὀλίγον ἐστίν, καὶ ὑπεραίρει τὸν πλοῦτον τῶν ἁμαρτωλῶν. | | **18** | 36,17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή‐ | | **18** | σονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ | | **18** | κ(ύριο)ς. κἂν τοίνυν πολὺν πλοῦτον ἔχωσιν, οἱ βραχίονες αὐτῶν συντρί‐ | | **19** | βονται, αἱ πράξεις καὶ αἱ πρακτικὰ δυνάμεις. καὶ ὅτι οὐ περὶ | | **20** | αἰσθητῶν ὁ λόγος, οὐχ ὁρῶμεν ἐκ παντὸς τρόπου τοὺς [ἁ]μαρτωλοὺς συντριβὴν βραχιόνων ὑφισταμένους οὐδὲ ἐκτὸς ταύτης μένοντας | | **21** | τοὺς σπουδαίους. | | **21** | ὑποστηρίζει οὖν ὥ[στ]ε μηδὲ συντριβὴν παθεῖν μηδὲ ἄλλο τι τῶν κακούντων. καὶ ὁ ἅγιος δὲ λέγει· “καὶ ἐγένετο κ(ύριο)ς ἀντιστή‐ | | **22** | ριγμά μου”, καὶ π[άλ]ιν ἐν τῷ ᾄσματι τῶν ὁρᾶται “ἡ ἀνα‐ βαίνουσα λελευκατισμένη” νύμφη “ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφι‐ | | **23** | [δὸν] αὐτῆς”. τὸ ὑποστηριχθῆναι καὶ ἐπιστηριχθῆναι ταὐτόν ἐστιν. 36,18a γιγνώσκει κ(ύριο)ς τὰς ὁδοὺς τῶν | | **24** | ἀμώμων. | | **24** | γιγνώσκει ὁ θ(εὸ)ς τὰ καλά, ἀγνοεῖ δὲ τὰ κακά. τὸ γιγνώσκειν | | **25** | καὶ ἀγνοεῖν ἐνταῦθα οὐκ ἀντὶ τοῦ ἐπίστασθαι καὶ μή· οὐ μόνον | | **25** | γὰρ τῶν ἀμώμων τὰς ὁδοὺς γιγνώσκει ὁ θ(εό)ς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων. λέγει γοῦν· “τὰς ὁδοὺς αὐ[τῶν δέ]δωκα εἰς κεφαλὰς αὐτῶν”. | | **26** | εἰ ἠγνόει αὐτῶν τὰς ὁδούς, οὐκ ἐδίδει αὐτὰς εἰς κεφαλὰς αὐτῶν, τουτέστιν οὐκ ἀνταπεδίδου αὐτοῖς [αὐτά]ς̣. τὸ πειραθῆναι οὖν ὧ‐ | | **27** | δε σημαίνει τὸ γιγνώσκειν, ὥσπερ καὶ ἐν τῷ Ἐκκλησιαστῇ· “ὁ φυ‐ λάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν”. καὶ τίνα μᾶλλον δεῖ εἰδέναι τὸ ῥῆμα τὸ πονηρὸν ἢ τὸν γιγνώσκοντα τὴν ἐντολήν; μὴ | | **29** | ἀγαθὸν ῥῆμα θ(εο)ῦ; τοῦτο οὖν λέγει· ὁ φυλάσσων ἐντολὴν οὐ πειρα‐ | | **30** | θήσεται πονηροῦ ῥήματος. οὕτως ἀκουστέον καὶ τοῦ· “ἔγνω κ(ύριο)ς | | **30** | τοὺς ὄντας αὐτοῦ”. “ἀλλὰ τότε μὲν οὐκ εἰδότες θ(εὸ)ν ἐδουλεύετε | | **30** | τοῖς φύσει μὴ οὖσιν θεοῖς, [ν]ῦν δὲ γνόντες θ(εό)ν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θ(εο)ῦ”. τὸν ἄρα γιγνώσκοντα ἑαυτὸν ὁ θ(εὸ)ς γι‐ | | **31** | γνώσκει. ἄμωμος γοῦν ἐστιν ὁ πάντῃ ἀναμάρτητος. μῶμος δὲ ἡ κακία. ἀ‐ | | **32** | μέλει γοῦν τῇ “μὴ ἐχούσῃ σπίλον ἢ ῥυτίδα” νύμφῃ ἑαυτοῦ ὁ θ(εὸ)ς | | **33** | 36,18b καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν | | **33** | αἰῶνα ἔσται. τῶν ἀμώμων δηλονότι· οὐ γὰρ προσκαίρων ἐφίενται· εἰ γὰρ δί‐ | | **34** | καιοί εἰσιν καὶ ἄμω[μοι], ἔ[ξ]ω γέγοναν τῆς προσκαίρου ἀπολαύσεως | | **35** | τῆς ἁμαρτίας “οὐ σκοποῦντες ἔτι τὰ βλεπόμενα ὄντα πρόσκαιρα | | **35** | ἀλλ[ὰ τὰ μ]ὴ βλεπόμενα τυγχάνοντα αἰώνια”. “ἡ κληρονομία” οὖν “αὐτῶν εἰς τὸν αἰῶνα ἔσται”. ἐλέχθη | | **36** | δὲ ἄνω, ὅτι “οἱ πραεῖς κληρονομοῦσιν τὴν γῆν”. “οἱ” γὰρ “ὑπο‐ μένοντες τὸν κ(ύριο)ν αὐτοὶ κληρονομήσουσιν τὴν γῆν”. αὕτη ἐστὶν | | **37** | ἡ εἰς τὸν αἰῶνα ἐσομένη κληρονομία· εἰ μὴ ἑαυτῷ τις αὐτὴν ἀποβά‐ | | **37** | λῃ, οὐδεὶς δύναται ἆραι αὐτὴν ἀπ’ αὐτοῦ. | | **249** | τινὲς βούλονται ἐκ τούτου κατασκευάζειν δῆθεν ἀμετάπτωτον εἶ‐ | | **1** | [ναι τ]ὴν ἀρετήν. καὶ Ἄρειος ὅτε ἤμελλεν τοῦ σχίσματος τούτου ἀ‐ πὸ τοῦ φρονήματος ἄρχεσθαι, τοιαῦτα προκατεσκεύαζεν ἔτι ἔσω ὢν ἐν τῇ ἐκκλησίᾳ καὶ ἔλεγεν τὴν ἀρετὴν ἀμετάπτωτον εὖναι. ἐχρᾶτο | | **3** | δὲ ἐκείνοις τοῖς ῥητοῖς· ‘“ἡ ἀγάπη οὐδέποτε πίπτε”, ἀμετάπτω‐ | | **3** | τό[ς] ἐστιν ἡ ἀγάπη‘. τοῦτο δὲ κ[ατ]εσκεύαζεν, ἐπεὶ ἤμελλεν λέγειν τρεπτὸν εἶναι τὸν υ(ἱό)ν. καὶ ἔλεγεν· ‘διὰ τοῦτο οὐ μεταπίπτε, ἐ‐ | | **4** | πεὶ σκεπ[άζ]εται ὑπὸ τῆς τοῦ θ(εο)ῦ χειρός. οὐκ αὐτὸς ἀμετάπτωτός | | **5** | ἐστιν, ἀλλ’ ἡ φρουρὰ οὐ διαπίπτει‘. καὶ ὅσους ἐὰν ἐνηνόχεις τε‐ | | **5** | λείους ἄνδρας, ἔλεγ[εν ἀ]εί· ‘οὐκ ἦν τέλειοσ‘, οἷον· ‘ὁ Δα(υὶ)δ οὐκ ἦν τέλειος, ὁ διάβολος οὐκ ἦν τέλειοσ‘. καὶ συνῆγεν αὐτοῖς | | **6** | ὁ λόγος μηδένα τέλειον εἰπεῖν. | | **6** | ηδε[...] “κ[αὶ] οὐδεὶς ἁρπάζει ἐκ τῆς χειρὸς τ[οῦ π(ατ)ρ(ό)ς]”. ἀδύνατον δὲ τὸν φρουρούμενον ὑπὸ θ(εο)ῦ ἁρπαγῆναι ὑπό τινος, ἀλ‐ | | **7** | λὰ πείσεται τοῦτο, [ἐ]ὰν [α]ὐτὸς ἔξω τῆς χειρὸς γένηται. [οἷον ὁ Ἰο]ύδας ὅταν ἐξῆλθεν ἀπὸ τοῦ Ἰ(ησο)ῦ, ἔξω τῆς χειρὸς γέγονεν | | **8** | καὶ οὕτως ἡρπάγη. | | **8** | ἐλέχ[θ]η δὲ καὶ τοῦτο ἑτέρῳ παραδείγματι ὅτι· τὰ ὑ[ψι]πετῆ πε‐ τεινὰ οὐ δύναται ἰξευθῆναι· ὅταν δὲ διά τινα λιχνότητα περὶ τὰ | | **9** | κάτω κ[ατ]έλθωσιν, τότε δύνανται εὐχείριστα εἶναι. οὕτω ὁ ὑπὸ τὴν | | **10** | χεῖρα τοῦ θ(εο)ῦ ὢν οὐ δύναται ἁρπαγῆναι· ὁ δὲ ἔξω γινόμενος αὐ‐ | | **10** | τῆς ἁρπά[ζ]εται. “αὐτοί”, φησίν, “ἐκ τῆς χειρός σου ἀπώσθησαν”. πότε δὲ τοῦτο ὑπῆρκται; ὅτε ἀνήκοοι γέγοναν τοῦ θ(εο)ῦ· “ἀπώσε‐ | | **11** | ται” γὰρ ”[αὐτο]ὺς ὁ θ(εό)ς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ”. 36,19 οὐ καταισχυνθήσονται ἐν καιρῷ πο‐ | | **12** | νηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. οἱ ἄμωμοι ἐν ὁδῷ, ὧν ὁ θ(εὸ)ς γιγνώσκει τὰς ὁδούς, “οὐ κατ‐ | | **13** | αισχύνονται ἐν καιρῷ πονηρῷ”, [το]υτέστιν ἐν θλιβηρῷ· πολλάκις γὰρ ἐν τοῖς θλιβηροῖς καιροῖς πολλοὶ αἰσχύνην ὀφλισκάνουσιν, | | **14** | ὡς ἂν ἐν μαρτυρίῳ τινὲς θύσωσιν. πονηρός ἐστιν ὁ καιρὸς τῷ πόνους | | **15** | ἐνποιεῖν· οὐ γὰρ ὧδε τὸ ἐναντίον τῷ ἀγαθῷ δηλοῦται διὰ τοῦ πο‐ | | **15** | νηροῦ, ἀλλὰ τὸ ἐπίπονον, τὸ ἐπιβλαβές. “ἐν καιρῷ” οὖν “πονηρῷ οὐ καταισχύνονται” οἱ ἄμωμοι ἐν ταῖς | | **16** | ὁδοῖς ἑαυτῶν. ἐάν τις θλίψεως καταλαβούσης ἀγεννῶς διατεθεὶς ἐλεγχθῇ, καταισχύνθη ἐν καιρῷ πονηρῷ. γέγονεν πονηρὸς καιρὸς κατὰ Σωσάννης· | | **18** | δείχθη γὰρ αὐτῆς ἡ ἀρετή, ἡ σωφροσύνη αὐτῆς πεφανέρωται. γίνεται δὲ ὁ καιρὸς πονηρὸς ἐκ τῶν πραττομένων· τοῦτο γὰρ ὁ θεσπέσιος | | **19** | ἀπόστολος γράφει λέγων· “ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ | | **19** | οἱ ἄν(θρωπ)οι φίλαυτοι”. | | **20** | “καὶ ἐν ἡμέραις λιμοῦ [χορ]τασθήσονται”. καὶ ἐπ’ ἱστορίας | | **20** | πολλάκις τοῦτο συνέβη· κατέλαβεν λιμὸς ὅλον τὸ Ἑβραίων ἔθνος ἐν τῇ ἐρήμῳ, καὶ ὁ θ(εὸ)ς οὐρα[νίου]ς̣ ἄρτους ἔβρεξεν αὐτοῖς καὶ κρέας· | | **21** | “τὸ πρωϊνὸν ἄρτους καὶ ἑσπέραν κρέας”. καίτοι κατὰ τὴν ἱστορίαν ταῦτα οὐ [γέγον]εν· μάννα γὰρ ἦν τὸ ῥέον καὶ πρωῒ καὶ ἑσπέρας· | | **22** | ἀλλ’ αὐτὸ τὸ μάν[ν]α τροφὴ ἦν μετακιρνωμένη πρὸς τὴν ἐπιθυμίαν τοῦ ἐσθίοντος. πολλάκις δὲ πᾶσαν τροφὴν ‘ἄρτον‘ ὀνομάζει, ὡς ὅ‐ | | **23** | τ[α]ν περὶ Μωσέως λέγηται, ὅτι ὅλας “τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν”. οὐ τοῦτο λέγει, ὅτι ἄρτον μὲν | | **25** | οὐκ ἤσθιεν τὸν συνήθως τρέφοντα, ἄλλα δέ τινα ἤσθιεν—οὐδὲ γὰρ | | **25** | ἤσθιεν ἄλλο τι—, ἀλλὰ πᾶσαν ξηρὰν τροφὴν διὰ τοῦ ἄρτου σημαίνει καὶ τὴν ὑγρὰν διὰ [τοῦ ὕδατ]ος. οὕτω καὶ ὁ σωτὴρ ἐν τῇ ἐρήμῳ | | **26** | τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἠλίας καταλαβούσης λ[ιμοῦ ἐ]τράφη θ(εο)ῦ διὰ κοράκων πέμποντος | | **27** | αὐτῷ τὸ πρωῒ ἄρτους καὶ τὸ ἑσπέραν κρέα. | | **27** | καὶ ὅλως ὁ δίκαιος ἀεὶ ἔχει τρέφοντα θ(εό)ν· “ὁ θ(εὸ)ς ὁ τρέφων με ἐκ νεότητός μου”. | | **28** | καὶ πρὸς ἀναγωγὴν δὲ ῥητέον· πολλάκις λόγου σωτηριώδους σπάνις καταλαμβάνει ἢ μὴ εἶναι τὸν ἄρτον τὸν τρέφοντα τὴν ψυχήν. κατὰ | | **29** | ἀπειλὴν δὲ ὁ θ(εὸ)ς ἐπαγγέλλεται λιμὸν ἐπάξειν, “οὐ λιμὸν ἄρτου | | **30** | οὐδὲ δίψαν ὕδατος. ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κ(υρίο)υ”. ὅταν | | **30** | λιμὸς ἐπαχθῇ τῷ ἄρτον μὴ εἶναι καὶ ὕδωρ μὴ εἶναι, ὁ σοφὸς ἔχει ἄρ‐ τους ἐν ἑαυτῷ· ἐντολὴν γὰρ ἔχει “διανοῖξαι τοὺς ὀφθαλμοὺς καὶ | | **31** | πληρωθήσεσθαι ἄρτου”. οὐ πάντως δὲ ὁ τούτους τοὺς αἰσθητοὺς ὀφθαλ‐ μοὺς διανοίξας πληροῦται ἄρτων, ἀλλ’ ὁ τὸ ὄμμα τῆς ψυχῆς διανοίξας. ὅταν τις “ἑαυτῷ φωτίσῃ φῶς γνώσεως”, ἔχει τοὺς ὀφθαλμοὺς διην‐ | | **33** | οιγμένους· “οὐ λιμοκτονήσει” γὰρ “κ(ύριο)ς ψυχὴν δικ[αίου]”. λέ‐ γονται δὲ αἱ λέξεις αὗται ἀμφότεραι παροιμιωδῶς, ὅθεν οὐ περὶ | | **34** | αἰσθητοῦ ἄρτου λέγει ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ πν(εῦμ)α κ[αὶ τὴ]ν | | **35** | ψυχήν. ὁ δίκαιος οὖν ἔχων ἐν ἑαυτῷ τὸν “ἄρτον τῆς ζωῆς” καὶ | | **35** | “πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον” οὐ λιμώττει· ὥσπερ γάρ τις λαμβάνει “πηγὴν” ἔχειν “ἐν ἑαυτῷ ὕδατος ἁλλομένου εἰς ζω‐ |