# Ἐπιγράμματα *Epigrams* **Author:** Διόδωρος ὁ Σαρδιανός *Diodorus of Sardis* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **6 . 243 (p1)** | ΔΙΟΔΩΡΟΥ | | **1** | „Ἥ τε Σάμου μεδέουσα καὶ ἣ λάχες Ἴμβρασον Ἥρη, δέξο γενεθλιδίους, πότνα, θυηπολίας μόσχων ἱερὰ ταῦτα, τά σοι πολὺ φίλτατα πάντων ἴσμεν, ὅσοι μακάρων θεσμὸν ἐπιστάμεθα.“ | | **5** | εὔχετ’ ἐπισπένδων τάδε Μάξιμος· ἡ δ’ ἐπένευσεν | | **6 . 245 (p1)** | ΔΙΟΔΩΡΟΥ | | **1** | Καρπαθίην ὅτε νυκτὸς ἅλα στέψαντος ἀήτου λαίλαπι Βορραίῃ κλασθὲν ἐσεῖδε κέρας, εὔξατο κῆρα φυγών, Βοιώτιε, σοί με, Κάβειρε δέσποτα, χειμερίης ἄνθεμα ναυτιλίης, | | **5** | ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις Διογένης· ἀλέκοις δ’ ἀνέρι καὶ πενίην. | | **9 . 60 (p1)** | ΔΙΟΔΩΡΟΥ | | **1** | Πύργος ὅδ’ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος. | | **9 . 219 (p1)** | ΔΙΟΔΩΡΟΥ ΣΑΡΔΙΑΝΟΥ | | **1** | Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω οἷος Ἀχιλλείδης πρόσθε μενεπτόλεμος, τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο νεῖται ἐπ’ ὠκυρόην Θύβριν ἀμειψάμενος, | | **5** | κοῦρος ἔτ’ ἀρτιγένειον ἔχων χνόον. ἀλλ’ ὁ μὲν ἔγχει θῦεν, ὁ δ’ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ. | | **9 . 405 (p1)** | ΔΙΟΔΩΡΟΥ | | **1** | Ἀδρήστειά σε δῖα καὶ ἰχναίη σε φυλάσσοι παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις· δείδια σόν τε φυῆς ἐρατὸν τύπον ἠδὲ σά, κοῦρε, δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης | | **5** | καὶ σοφίην καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, Δροῦσε, πέλειν μακάρων πευθόμεθ’ ἀθανάτων. | | **9 . 776 (p1)** | ΔΙΟΔΩΡΟΥ | | **1** | Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ γράψας τοῦτ’ ἔπορεν Σατυρήιος· εἰμὶ δ’ ἀνάσσης |