# Ἀποσπάσματα *Fragments* **Author:** Διόδωρος ὁ Σινωπεύς *Diodorus of Sinope* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Aul tit** | ΑΥΛΗΤΡΙΣ. | | **Aul 1** | Ἐπὰν κυάθους πίνῃ τις, ὦ Κρίτων, δέκα, ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον, πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ. ταῦτα σκόπει πρὸς σαυτόν. | | **Epi tit** | ΕΠΙΚΛΗΡΟΣ. | | **Epi 1** | Βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα, τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί. | | **5** | τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν, οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ | | **10** | παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦτ’· ἐπὰν κλίνας ἴδω | | **15** | ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ’νοχλεῖν τὸν συμπότην. πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, | | **20** | ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. ὅτι δ’ ἦν τὸ πρᾶγμ’ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον. τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη, | | **25** | εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ’ ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ’ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δυναστῶν γεγονότας, | | **30** | ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθ’ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν, οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι τοὺς δὲ κολακεύειν δυναμένους | | **35** | καὶ πάντ’ ἐπαινεῖν, οἷς ἐπειδὴ προσερύγοι, ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδ’ ἔφασαν αὐτὸν ἠριστηκέναι. ἐπεὶ δ’ ἀποπάρδοι μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖν’ ἐδεῖτ’ αὐτοῦ φράσαι, | | **40** | πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους | | **Eif tit** | EX INCERTA FABULA. | | **Eif 1** | Ἐγὼ μὲν οὖν τὸν νόμον ἐμαυτῷ τουτονὶ τίθεμαι δοκιμάζων, ὥσπερ εἴρηται ποιεῖν· κρεῖττον γάρ ἐστιν εὖ τεθραμμένην λαβεῖν γυναῖκ’ ἄπροικον ἢ κακῶς μετὰ χρημάτων, | | **5** | τὴν ἐσομένην καὶ ταῦτα μέτοχον τοῦ βίου. |