================================================================================ Ἀποσπάσματα Fragments Διονύσιος ὁ Ἀργεῖος by Dionysius of Argos ================================================================================ [1] Clemens Alex. Strom. I, 21: Κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι [5] τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος. [2] Schol. Pind. Nem. II, 4: [Ὅθεν περ καὶ Ὁμηρίδαι] Οἱ δὲ (φασὶν) ὅτι κατὰ μέρη πρότερον τῆς ποιήσεως διαδιδομένης, τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε· τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδει‐ [5] γμένου, προσαγορευθῆναι τότε μὲν ἀρνῳδοὺς, αὖθις δὲ ἑκατέρας τῆς ποιήσεως εἰσενεχθείσης, τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ τὴν σύμπα‐ σαν ποίησιν ἐπιόντας ῥαψῳδοὺς προσαγορευθῆναι.