# Ἀποσπάσματα *Fragments* **Author:** Διονύσιος ὁ Σινωπεύς *Dionysius of Sinope the Comic Poet* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **Ako tit** | ΑΚΟΝΤΙΖΟΜΕΝΟΣ. | | **Ako 1** | Ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. | | **The tit** | ΘΕΣΜΟΦΟΡΟΣ. | | **The 1** | Σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεοὺς ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ ἀεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν· | | **5** | ἂν μὲν γὰρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προΐδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιὸς δ’ ἐστί που· | | **10** | οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο· πολὺ διήλλαχεν, πολύ. στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον. | | **15** | οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν. ὀψοποιὸς δ’ οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν | | **20** | δειπνοῦντα, πότε δεῖ καὶ τίν’ ἰχθὺν ἀγοράσαι [οὐ τοῦ τυχόντος]. πάντα μὲν λήψει σχεδὸν ἀεὶ γάρ, οὐκ ἀεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν, οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται | | **25** | παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον, τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ’ ἄκουε μηδὲ πάντα μάνθανε, τῶν βιαίων ἔσθ’ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ἢ ὅτ’ ἦν οὐδέπω γεγραμμένα. | | **30** | οὐδ’ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς· ἐπεὶ εἶπ’ ἀρτίως . . . . . . ὅρον γὰρ οὐκ ἔσχηκεν, οὗ ὁ καιρός, αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης· ἐὰν δ’ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τύχης | | **35** | καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. Β. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ’ ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον | | **40** | παραθῶ τε δεῖπνον ὄζον αὔρας ἀττικῆς, ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι φορτηγικῶν μοι βρωμάτων ἀναγωγίαις· | | **Hom tit** | ΟΜΩΝΥΜΟΙ. | | **Hom 1** | Ἄγε δὴ Δρόμων, νῦν εἴ τι κομψὸν ἢ σοφόν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ ς’ ἐγώ. | | **5** | εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε· ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. | | **10** | κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἔστι σόν, ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ’, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει, | | **15** | εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω. λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν. τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος. | | **20** | μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα. | | **Hom 2** | Κηφισόδωρόν φασιν ἐπικαλούμενον πλάνον τίν’ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν | | **5** | ἢ συγκαθεῖναι τῇ ’πὶ τῇ βακτηρίᾳ. | | **Lim tit** | ΛΙΜΟΣ. | | **Soz tit** | ΣΩΖΟΥΣΑ. | | **Soz 1** | Ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά. | | **Soz 2** | Πρὸς τὸν τελευτήσανθ’ ἕκαστος, κεἰ σφόδρα ζῶν ἐχθρὸς ἦν τις, γίγνεται φίλος τότε. | | **EFI tit** | EX FABULA INCERTA. | | **EFI 1** | Ἔπειτα δ’ οὐδὲ τοῦτο γιγνώσκεις ὅτι τοῖς οὐδὲν οὖσιν οὐδὲ εἷς ὅλως φθονεῖ; Ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον. Ἅπαν τὸ λίαν συνετόν ἐστ’ ἐπίφθονον. | | **5** | Λιτὸς γενόμενος τοῖς ἔχουσι μὴ φθόνει. |