# Ἐπίγραμμα *Epigram* **Author:** Δωριεύς ὁ Λακεδαιμόνιος *Dorieus of Sparta* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **396** | τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραετῆ δαμάλην ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως. | | **5** | καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου· ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε |