# Βωμός *Altar* **Author:** Δωσιάδας ὁ Κρής *Dosiadas of Crete* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**Βωμός**
| | **1** | Εἱμαρσένος με στήτας πόσις Μέροψ δίσαβος τεῦξ’, οὐ σποδεύνας ἶνις Ἐμπούσας, μόρος Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος, | | **5** | Χρύσας δ’ ἀΐτας, ἆμος ἑψάνδρα τὸν γυιόχαλκον οὖρον ἔρραισεν, ὃν ὡπάτωρ δίσευνος μόγησε ματρόριπτος. Ἐμὸν δὲ τεῦγμ’ ἀθρήσας | | **10** | Θεοκρίτοιο κτάντας Τριεσπέροιο καύστας θώυξεν αἴν’ ἰύξας, χάλεψε γάρ νιν ἰῷ σύργαστρος ἐκδυγήρας· | | **15** | τὸν δ’ αἰλινεῦντ’ ἐν ἀμφικλύστῳ Πανός τε ματρὸς εὐνέτας, φὼρ δίζῳος, ἶνίς τ’ ἀνδροβρῶτος, Ἰλοραιστᾶν |