================================================================================ Ἐπίγραμμα Epigram Ἐμπεδοκλῆς ὁ Ἀκραγαντίνος by Empedocles of Acragas ================================================================================ [tit] ΕΜΠΕΔΟΚΛΕΟΥΣ [1] Ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς ... Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ’ ἀν’ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, [5] χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,