# Διδασκαλία περὶ τῆς πράξεως τῶν ἀγαθῶν ἔργων καὶ *Instruction on the Practice of Good Works and God's Patience* **Author:** Ἐφραίμ ὁ Σῦρος *Ephrem the Syrian* **Source:** markdown --- | Reference | Text | |-----------|------| | |
**Κατήχησις περὶ ἐργασίας ἀγαθῶν ἔργων,**
| | |
**καὶ περὶ τῆς Θεοῦ ἀνοχῆς**
| | **1** | Ἤδη καιρὸς ἐπάγει ἡμᾶς εἰς τὴν ἐργασίαν τῆς αἰωνίου ζωῆς καὶ τῆς ἀκα‐ ταλύτου δόξης· ταύτην γὰρ τὴν ζωὴν διαδέχεται θάνατος, καὶ τὴν δόξαν κατα‐ λαμβάνει αἰσχύνη. Πολλοὶ γὰρ τῶν δυνατῶν πρὸ ὥρας, κυνῶν δίκην, εἰς ᾅδου κατηνέχθησαν, καὶ κριταὶ ὑπὸ καταδεεστέρων ἐκρίθησαν, καὶ πλούσιοι ἐσχάτως | | **5** | ἐπτώχευσαν, καὶ σοφοὶ αἰφνιδίως παρεφρόνησαν. Ὁ ἰσχυρὸς ἠσθένησεν, ὁ ὑγιαί‐ νων ἠρρώστησεν, οὐδὲν δὲ βέβαιον ἐν ἀνθρώποις, ἐπειδὴ μηδὲν ὅσιον ἐν κόσμῳ. Τέκνα ἀτιμάζουσι πατέρας αὐτῶν, καὶ πατέρες βασκαίνουσι τὰ τέκνα αὐτῶν· | | **10** | Οὐκ ἔστιν ἐμπιστεῦσαι φίλῳ, οὔτε θαρρῆσαι ἀδελφῷ. Λαλήσεις εἰρηνικά, καὶ ἐν αὐτῷ λογίζεται πολεμικά. Φθόνος καὶ δόλος πολιτεύεται, καὶ ἀπληστία κρατεῖ. Οὐδεὶς γὰρ μέμνηται Θεοῦ· οὐδεὶς προσδοκᾷ κριθῆναι ἀποθανών. Διὰ τοῦτο ἐπληθύνθη τὰ κακά, ἐπειδὴ ἀθετεῖται Θεός. Σύνεσιν ἡμῖν δέδωκεν, ἵνα ἐν αὐτῇ βουλευώμεθα ἀγαθόν, ἡμεῖς δὲ ἐν | | **15** | αὐτῇ βουλευόμεθα πονηρόν· δύναμιν ἡμῖν παρέσχεν, ἵνα ἐξ αὐτῆς παράσχωμεν τοῖς λειπομένοις, ἡμεῖς δὲ ἐν αὐτῇ ἀφαιρούμεθα τὰ τῶν πενήτων· ἀρχὰς ἡμῖν ἐνεχείρισεν, ἵνα ἐν αὐταῖς συστέλλωμεν τοὺς βίᾳ φερομένους, ἡμεῖς δὲ ἐν αὐταῖς τυραννοῦμεν τοὺς ἀπεριστάτους. Οὐκ ἔστιν ὁδὸς εὐθεῖα, οὐδὲ δικαία. Ἐψύγη ἡ ἀγάπη, καὶ τὸ μῖσος | | **20** | ἐπληθύνθη. Ἐξουδενώθη ἡ ἀρετή, καὶ εὐδοκίμησεν ἡ ὑπόκρισις. Ἐβδελύχθη ἡ ταπεινοφροσύνη, καὶ προετιμήθη ἡ ἔπαρσις. Ἐξέλιπεν ἡ ἀλήθεια, καὶ τὸ ψεῦδος ἐκάλυψε τὴν γῆν. Ὢ βάθος χρηστότητος καὶ μακροθυμίας Θεοῦ! Ὅτι ἐπὶ πᾶσι | | **25** | πατήρ, ἐπὶ πλεῖστον παρατείνει τὸ ἔλεος. |