# Ἐπιχάρμου Ἀποσπάσματα *Fragments of Epicharmus* **Author:** Ἐπίχαρμος ὁ Συρακόσιος καὶ τὰ Ψευδεπιχαρμεῖα *Epicharmus of Syracuse and Pseudepicharmean Works* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **1-3 tit** | ΑΓΡΩΣΤΙΝΟΣ | | **1** | ὡς ταχὺς Κόλαφος περιπατεῖ δῖνος. | | **4-5 tit** | ΑΛΚΥΟΝΕΥΣ | | **5** | αὐτότερος αὐτῶν. | | **6-8 tit** | ΑΜΥΚΟΣ | | **6** | Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφεόν. | | **7** | εἴ γε μὲν ὅτι ἐγκεκόμβωται καλῶς. | | **9-13 tit** | ΑΡΠΑΓΑΙ | | **9** | ὡσπεραὶ πονηραὶ μάντιες, αἵ θ’ ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον ἀργύριον, ἄλλαι δὲ λίτραν, ταὶ δ’ ἀν’ ἡμιλίτριον δεχόμεναι, καὶ πάντα γινώσκοντι τῶι ... λόγωι. | | **10** | ἐγὼ γὰρ τό γα βαλάντιον· λίτρα | | **11** | ἁ δὲ Σικελία πέποσχε. | | **14-18 tit** | *ΑΤΑΛΑΝΤΑΙ | | **19-20 tit** | ΒΑΚΧΑΙ | | **19** | καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόωι. | | **21-22 tit** | ΒΟΥΣΕΙΡΙΣ | | **21** | πρᾶτον μὲν αἰκ ἔσθοντ’ ἴδοις νιν, ἀποθάνοις· βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ’, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ’ ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα. | | **23-32 tit** | ΓΑ ΚΑΙ ΘΑΛΑΣΣΑ | | **23** | πόλτον ἕψειν ὄρθριον. | | **24** | οὐδ’ ἀμαμαξύας φέρει. | | **25** | ναὶ μὰ τὰν κράμβαν. | | **29** | ὅκχ’ ὁρῆι βῶκάς 〈τε〉 πολλοὺς καὶ σμαρίδας .. | | **30** | κἀστακοὶ γαμψώνυχοι. | | **31** | κουρίδες τε ταὶ φοινίκιαι. | | **33 tit** | ΔΙΟΝΥΣΟΙ | | **33** | χύτρα δὲ φακέας ἥψετο | | **34-40 tit** | ΕΛΠΙΣ Η ΠΛΟΥΤΟΣ | | **34** | ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥαιδίως λαψῆι τὺ κὰτ τὸ νῦν γά θην εὔωνον ἀείσιτον· ἀλλ’ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον. | | **35** | συνδειπνέων τῶι λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῶι γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν. τηνεὶ δὲ χαρίεις τ’ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω· | | **5** | καἴ κα τις ἀντίον 〈τι〉 λῆι τήνωι λέγειν, τήνωι κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει, ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος | | **10** | ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις, τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς, ὅτι οὐ λῶντι πλεῖον ἀλλὰ μαστιγοῦντί με. ἐπεὶ δέ χ’ εἵκω οἴκαδις καταφθερείς, ἄστρωτος εὕδω· καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ, | | **15** | ἇς κά μ’ 〈ἔχ〉ων ὥκρατος ἀμφέπηι φρένας .. | | **37** | ἐκάλεσε γάρ τύ τις ἐπ’ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων. | | **38** | οὔτ’ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ | | **39** | τὸν τοῦ γείτονος καλιόν. | | **tit,ante 41** | ΕΟΡΤΑ ΚΑΙ ΝΑΣΟΙ v. ΝΑΣΟΙ | | **1** | ΕΠΙΝΙΚΙΟΣ | | **41-75 tit** | ΗΒΑΣ ΓΑΜΟΣ. ΜΟΥΣΑΙ | | **42** | ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθύνια, κτένια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐντι χαλεπά, καταφαγῆμεν δ’ εὐμαρέα, | | **5** | μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μέν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν εστρισώνια· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, | | **10** | ταὶ κακοδόκιμοί τε κηὔωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ’, ἁμὲς δὲ λεύκας τοὶ θεοί. | | **43** | κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας. | | **44** | μύες .. ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες, αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ’, ἐνῆν δὲ σκιαθίδες πίονες χἰππίδια λεῖα ψύχειπαλο κουρίδες. | | **45** | λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς 〈τε〉 φιλοκονίονας τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας. | | **46** | ἦν δ’ ἐρωιδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες. | | **47** | κομαρίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. | | **48** | χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. | | **49** | σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες. | | **50** | σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες. | | **51** | κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. | | **53** | καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοί θ’, οἳ καθ’ ἁλμυρὰν ἅλα νεῖν μὲν οὐκ ἴσαντι, πεζᾶι δ’ ἐμπορεύονται μόνοι. | | **54** | αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θέμιτον ἐκβαλεῖν θεοῖς. | | **55** | αἰ δὲ λῆις, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι .. | | **56** | ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται | | **57** | ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὠς τὰ πόδι’ ἔχει μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τοὔνομα. | | **58** | καὶ σκιφίας χρόμις θ’, ὃς ἐν τῶι ἦρι κὰτ τὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι. | | **59** | ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ 〈καὶ〉 ζύγαιναι, πρήστιες, κἀμίαι τε καὶ βάτοι ῥῖναί τε τραχυδέρμονες. | | **60** | ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι, βαμβραδόνες τε καὶ κίχλαι, λαγοὶ δράκοντές τ’ ἄλκιμοι. | | **61** | πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες | | **62** | καὶ χελιδόνες τε μύρμαι θ’, οἵ τε κολιᾶν μέζονες ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες. | | **63** | ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῶι θέρει. | | **64** | ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. | | **65** | ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. | | **66** | τρυγόνες τ’ ὀπισθόκεντροι καὶ μάλ’ ἁδροὶ κωβιοί. | | **67** | μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστρους ὄνους. | | **68** | χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων. | | **69*** | συαγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους. | | **70** | λεκίδα κἠμβάφια δύο. | | **71** | τόν τε πολυτίματον ἔλοφ’, ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος, ἕνα μόνον· καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο | | **72** | οὔτε 〈οἱ〉 γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς. | | **76-77 tit*** | ΗΡΑΚΛΗΣ Ο ΕΠΙ ΤΟΝ ΖΩΣΤΗΡΑ | | **76** | 〈ὁ〉 Πυγμαρίων λοχαγὸς ἐκ τῶν κανθάρων τῶν μεζόνων, οὕς φαντι τὰν Αἴτναν ἔχειν. | | **78 tit** | ΗΡΑΚΛΗΣ Ο ΠΑΡΑ ΦΟΛΩΙ | | **78** | ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· | | **79-80 tit** | ΘΕΑΡΟΙ | | **79** | κιθάραι, τρίποδες, ἅρματα, τράπεζαι χάλκιαι, χειρόνιβα, λοιβάσια, λέβητες χάλκιοι, κρατῆρες, ὀδελοί· τοῖς γα μὰν ὑπωδέλοις καιλωτε βαλλίζοντες σιοσσον χρῆμα εἴη. | | **80** | ὀσφύος τε πέρι κἠπιπλόου. | | **81-83 tit** | ΚΥΚΛΩΨ | | **81** | ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ. | | **82** | χορδαί τε ἁδύ, ναὶ μὰ Δία, χὠ κωλεός. | | **83** | φέρ’ ἐγχέας εἰς τὸ σκύφος. | | **84-86 tit** | ΚΩΜΑΣΤΑΙ Η ΑΦΑΙΣΤΟΣ | | **84** | σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους. | | **85** | οὐδὲ ποτθιγεῖν ἐγὼν τεῦς ἀξιῶ. | | **87-89 tit** | ΛΟΓΟΣ ΚΑΙ ΛΟΓΙΝΑ | | **87** | — ὁ Ζεύς μ’ ἐκάλεσε, Πέλοπί γ’ ἔρανον ἱστιῶν. — ἦ παμπόνηρον ὄψον, ὦ ’τάν, ὁ γέρανος. | | **88** | οἱ τοὺς ἰάμβους καὶ τὸν ἄριστον τρόπον, ὃν πρᾶτος εἰσαγήσαθ’ ὡριστόξενος. | | **89** | ἀφύας τε κωρίδας τε καμπύλας. | | **90-92 tit** | ΜΕΓΑΡΙΣ | | **90** | τὰς πλευρὰς οἷόνπερ βατίς, τὰν δ’ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόνπερ βάτος, τὰν δὲ κεφαλὰν ὀστέων οἷόνπερ ἔλαφος οὐ βατίς, τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιος τεοῦ. | | **91** | εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν, φιλόλυρος. | | **93-94 tit** | ΜΗΝΕΣ | | **95-98 tit** | ΝΑΣΟΙ | | **99*-104 tit** | ΟΔΥΣΣΕΥΣ ΑΥΤΟΜΟΛΟΣ | | **99*** | τῆλ’ ἀπε]νθὼν τεῖδε θωκησῶ τε καὶ λεξοῦ[μ’ ὅπως πιστά κ’ ε]ἴμειν ταῦτα καὶ τοῖς δεξιωτέροι[ς δοκῆι. ‘τοῖς θεοῖς] ἐμὶν δοκεῖτε πάγχυ καὶ κατὰ τρόπ[ον καὶ ἐοικό]τως ἐπεύξασθ’, αἴ τις ἐνθυμεῖν γ[α λῆι, | | **5** | ὅσς’ ἐγών]γ’ ὤφειλον ἐνθ[ὼ]ν ὗσπερ ἐκελή[σασθ’ ἐμὲ τῶν παρ’ ὑμέ]ων ἀγαθικῶν κακὰ προτιμάσαι θ’ [ἅμα ἅμα τε κίν]δυνον τελέσσαι καὶ κλέος θεῖον [λαβεῖν, πολεμίω]ν μολὼν ἐς ἄστυ, πάντα δ’ εὖ σαφα[νέως πυθόμε]νος δίοις τ’ Ἀχαιοῖς παιδί τ’ Ἀτρέος φί[λωι | | **10** | ἂψ ἀπαγγ]εῖλαι τὰ τηνεῖ καὐτὸς ἀσκηθὴς [μολεῖν.‘ | | **100** | δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα, οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα. | | **101** | ἁ δ’ Ἁσυχία χαρίεσσα γυνά, καὶ Σωφροσύνας πλατίον οἰκεῖ. | | **102** | ποτιφόριμον τὸ τέμαχος ἦς, | | **105-106 tit** | ΟΔΥΣΣΕΥΣ ΝΑΥΑΓΟΣ | | **107-108 tit** | ΟΔΥΣΣΕΥΣ sive ΑΥΤΟΜΟΛΟΣ sive ΝΑΥΑΓΟΣ | | **107** | ἀλλὰ καὶ ῥέζει τι χρῶμα. | | **tit,ante 109** | ΟΡΥΑ sive ΟΡΟΥΑ | | **109-110 tit** | ΠΕΡΙΑΛΛΟΣ | | **109** | Σεμέλα δὲ χορεύει, καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάραι παριαμβίδας· ἃ δὲ γεγάθει πυκινῶν κρεγμῶν ἀκροαζομένα. | | **110** | ἐκάλεσε γάρ τύ τις ἐπ’ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων. | | **111-112 tit** | ΠΕΡΣΑΙ | | **111** | χρυσὸν καὶ χαλκὸν ὀφείλων. | | **113 tit** | ΠΙΘΩΝ | | **113** | ἢ θύλακον βόειον ἢ κόιν φέρει | | **tit,ante 114** | ΠΟΛΙΤΑΙ | | **114-122 tit*** | ΠΥΡΡΑ ΚΑΙ ΠΡΟΜΑΘΕΥΣ sive ΔΕΥΚΑΛΙΩΝ vel ΛΕΥΚΑΡΙΩΝ | | **114** | τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δή, καὶ λεπὰς ὅσσα. | | **115*** | τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν ἱπποκάμπιον. | | **116** | πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδαμεῖ. | | **117*** | Πύρραν γα μῶται Λευκαρίων. | | **118** | κύλικα, μαγίδα, λύχνον. | | **123*-124 tit** | ΣΕΙΡΗΝΕΣ | | **123*** | λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων. | | **124** | πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας, καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. — οἰβοιβοῖ τάλας. | | **5** | ὃ καὶ πάρα τρίγλα τε μία παχεῖα κἀμίαι δύο διατετμαμέναι μέσαι, φάσσαι τε τοσσαῦται παρῆν σκορπίοι τε. | | **125-126 tit** | ΣΚΙΡΩΝ | | **125** | — τίς ἐστι μάτηρ; — Σακίς. — ἀλλὰ τίς πατήρ; — Σακίς. — τίς ἀδελφεὸς δέ; — Σακίς. | | **127-128 tit** | ΣΦΙΓΞ | | **127** | καὶ τὸ τᾶς Χιτωνέας αὐλησάτω τίς μοι μέλος. | | **128** | ἀλλ’ οὐχ ὁμοῖα 〈τάδε〉 γ’ ἐρινοῖς οὐδαμῶς. | | **129 tit** | ΤΡΙΑΚΑΔΕΣ | | **130-131 tit** | ΤΡΩΕΣ | | **130** | Ζεὺς ἄναξ, ἀν’ ἄκρα ναίων Γαργάρων ἀγάννιφα. | | **131** | ἐκ παντὸς ξύλου κλοιός τε κα γένοιτο κἠκ τωὐτοῦ θεός. | | **132-134 tit** | ΦΙΛΟΚΤΗΤΑΣ | | **132** | οὐκ ἔστι διθύραμβος ὅκχ’ ὕδωρ πίηις. | | **133** | οὔτ’ ἐν κάδωι δηλοίμην οὔτ’ ἐν ἀμφορεῖ. | | **134** | ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο. | | **135 tit** | ΧΟΡΕΥΟΝΤΕΣ sive ΧΟΡΕΥΤΑΙ | | **136-137 tit** | ΧΥΤΡΑΙ | | **136** | ἀλλ’ ὅμως καλαὶ καὶ πῖοι ἄρνες εὑρησοῦντί μοι δέκα νόμους· πωλατιᾶς γάρ ἐντι τᾶς ματρός ... | | **137** | κᾶρυξ ἰὼν εὐθὺς πρία μοι δέκα νόμων μόσχον καλάν. | | **138-239 tit** | E FABVLIS INCERTIS | | **139** | θωσούμεθα· ὁ Ζεὺς ἀναρρύει. | | **140** | ἀγλευκές ἐσθ’ ἄνθρωπος. | | **146** | ἐκ πονηροῦ θαμένους. | | **147** | τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. | | **148** | ἐκ μὲν θυσίας θοῖνα, ἐκ δὲ θοίνας πόσις ἐγένετο. — χαρίεν, ὥς γ’ ἐμὶν 〈δοκεῖ〉. | | **5** | ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία. | | **149** | τί δὲ τόδ’ ἐστί; — δηλαδὴ τρίπους. — τί μὰν ἔχει πόδας τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ 〈ἐστὶν〉 οἶμαι τετράπους. | | **150** | καπυρὰ τρώγων κάρυ’, ἀμυγδάλας .. | | **151** | 〈καὶ〉 φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῆι. | | **152** | ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν. | | **153** | πραύτερος ἐγών γα μολόχας. | | **154** | ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ. | | **155** | οἷον αἰ μύκαι ἄρ’ ἐξεσκληκότες πνιξεῖσθέ 〈με〉. | | **157** | τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας. | | **158** | θρίδακος ἀπολελεμμένας τὸν καυλόν. | | **159** | μακωνίδες, μάραθα, τραχέες τε κάκτοι, τοὶ σὺν ἄλλοις μὲν φαγεῖν ἐντὶ λαχάνοις εἰς τοπιον, αἴ κα τις ἐκτρίψας καλῶς παρατιθῆι νιν, ἁδύς ἐστ’· αὐτὸς δ’ ἐπ’ αὐτοῦ χαιρέτω. | | **160** | θρίδακας, ἐλάταν, σχῖνον ... ῥαφανίδας, κάκτους ... | | **161** | ὃ δέ τις ἄγροθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν, ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ’, ἀτράκτυλον, | | **164** | κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύνοντες αὐτοὺς χναύομες. | | **165** | ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες. | | **166** | σκῶπας, ἔποπας, γλαῦκας. | | **168*** | οἵαπερ ἁ δέσποινα, τοία χἀ κύων. | | **169** | ἀγρὸν τὰν πόλιν ποιεῖς. | | **170** | ἀλλ’ ἀεὶ τοὶ θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, | | **5** | οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐδέν; — οὐδὲ μὰ Δία δεύτερον, τῶνδε 〈γ’〉 ὧν ἁμὲς νὺν ὧδε λέγω μέλλει τάδ’ εἶν αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γ’ ἔθ’ ωὑτὸς εἶμεν; — οὐκ ἐμίνγα κα. | | **10** | οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κεῖνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπους· ὃ μὲν γὰρ αὔξεθ’, ὃ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. | | **15** | ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος. καὶ τὺ δὴ κἠγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες, | | **171** | ἆρ’ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν ὦν. | | **5** | οὕτως ἔχειν καὶ περί 〈γα〉 τὠγαθοῦ; τό γα ἀγαθὸν τὸ πρᾶγμ’ εἶμεν καθ’ αὕθ’, ὅστις δέ κα εἰδῆι μαθὼν τῆν’, ἀγαθὸς ἤδη γίνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, | | **10** | ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν. | | **172** | Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἓν μόνον, ἀλλ’ ὅσσαπερ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τῶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν, ἀτενὲς οὐ τίκτει τέκνα | | **5** | ζῶντ’, ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. | | **173** | θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτως λέγειν καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν | | **5** | ὄνος δ’ ὄνωι κάλλιστον, ὗς δέ θην ὑί. | | **179** | ἅμα τε καὶ λόγων ἀκούσας ἁδύμων .. | | **180*** | καρκίνος .. ἦνθ’ ἐκ βυθοῦ θαλασσίου. | | **182** | ἀλλὰ χρὴ εἴμειν ἕν τε λῆμα πᾶσι καὶ λῆσιν μίαν. | | **185** | ἀλλὰ τᾶς κλεινᾶς Συρακοῦς. | | **188** | βάσσον τὸ χωρίον. | | **189** | τρὶς ἀπεδόθη ζόος. | | **207** | μόρων νέον τὸ φυτόν. | | **216*** | ὅκκ’ ἀργύριον ἦι, πάντα θεῖ κἠλαύνεται. | | **217** | ὅ τοι κακὸς θαρσεῖ μάλ’ αὐτόθεν [ἔπειτα φεύγει]. | | **218** | γυναικάνδρεσσι ποθεινοί. | | **219** | αἴ κά τυ βλείης σφενδόναι. | | **221** | ἔνθα δέος, ἐνταῦθα καἰδώς. | | **228** | ἱαρὸν ἁ συμβουλία ἐστὶ χρῆμα. | | **229** | ἐν πέντε κριτῶν γούνασι κεῖται. | | **232*** | μέγα τὸ στόμα τοῦ ἐνιαυτοῦ. | | **233*** | ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. | | **235** | γέρρα Νάξια | | **238*** | ἁ Κορινθία, ἔοικας χοιροπωλήσειν. | | **239** | Σικελὸς ὀμφακίζεται. |