================================================================================ Ἐπικὰ Ἀποσπάσματα Epic Fragments Εὔμηλος ὁ Κορίνθιος by Eumelus of Corinth ================================================================================ [t2-8] ΚΟΡΙΝΘΙΑΚΑ [2] πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες. [3] ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. [5] ἣν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτηι δῶκεν ἅπασαν. Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν, εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος, [8] 〈Ἰσθμοῖ’〉 εὐδαίμων πιτυώδεος ὄλβιος αὐχήν, ================================================================================ ΕΥΡΩΠΙΑ ================================================================================ [12] ὄφρα θεῶι δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο. [16] Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι. [19] οἳ δ’ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι δούρασι τ’ ἀμφιγύοις κορύθεσσί τε λαμπομένηισιν Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δ’ αἴγλη [5] νειόθεν Οὔλυμπόνδε δι’ ἠέρος ἀστράπτουσα.