================================================================================ Ἀποσπάσματα Ἀντιόπης Fragments of Antiope Εὐριπίδης by Euripides ================================================================================ ================================================================================ ΕΥΡΙΠΙΔΟΥ ΑΝΤΙΟΠΗ ================================================================================ [1] (ΒΟΥΚΟΛΟΣ) [1] ἔχεις, εὖ μοι διδοίης δεσπότηι θ’ ὃς Οἰνόης σύγχορτα ναίει πεδία ταῖσδ’ Ἐλευθεραῖς [2] τὸν μὲν κικλήσκω Ζῆθον· ἐζήτησε γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν [3] Ἀμφίονα [4] (ΑΜΦΙΩΝ) [1] λύρα βοῶν ... ῥύσι’ ἐξερρύσατο [5] χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνωιδίας [6] Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω [7] (ΖΗΘΟΣ) [1] κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων [8] ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος τὰ μὲν κατ’ οἴκους ἀμελίαι παρεὶς ἐᾶι, μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται, ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται, [5] φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ἦι. [9] ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉 ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉 [5] οὔτ’ εἰκὸς ἂν καὶ πιθανὸν 〈οὐδὲν〉 ἂν λάκοις κοὔτ’ ἂν ἀσπίδος κύτει 〈καλῶσ〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ νεανικὸν βούλευμα βουλεύσαιό 〈τι〉 [10] ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι ματάιζων καὶ πόνων εὐμουσίαν ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν, σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν, [5] ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα, [11] (Ἀμφ.) .. κρεῖσσον ὄλβου κτῆμα ... [12] ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει [13] βροτοῖσιν εὐκρὰς οὐ γένοιτ’ ἂν ἡδονή. [14] τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ, εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ. τί δῆτ’ ἐν ὄλβωι μὴ σαφεῖ βεβηκότες [5] οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; [15] ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν, μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα. [16] εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν θηράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα. [17] ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἄριστος· μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ τολμῶντα λίαν οὔτε προστάτην χθονός. [18] τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω, κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος. [19] γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾶι, σὺν ὄχλωι δ’ ἀμαθία πλεῖστον κακόν. [20] καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῶι μένειν. [21] (ΧΟΡ.) ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός. [22] (Ζῆθ.) [1] πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα; [23] ἐν τούτωι 〈γέ τοι〉 [24] κόσμος δὲ σιγῆς στέφανος ἀνδρὸς οὐ κακοῦ τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται, κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει. [25] πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσι κακόν· γνώμηι φρονοῦντες οὐ θέλους’ ὑπηρετεῖν ψυχῆι τὰ πολλὰ πρὸς φίλων νικώμενοι. [26] (Ἀμφ.) [1] ἐγὼ μὲν οὖν ἄιδοιμι καὶ λέγοιμί τι [27] (ΑΝΤΙΟΠΗ) [1] πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά. [28] Ὑσιαὶ [29] ἡνίκ’ ἠγόμην πάλιν κύουσα τίκτω [30] (Χορ.) [1] φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι [31] (Ἀμφ.) [1] οὐδὲ γὰρ λάθραι δοκῶ θηρὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν [32] (Ἀντ.) [1] ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῶιεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίαι [5] νικᾶι, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε. [33] εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν [34] φρονῶ δ’ ἃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία. [35] (Ἀμφ.) [1] τὸ δοῦλον οὐχ ὁρᾶις ὅσον κακόν; [36] (Χορ.) [1] φεῦ, φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῆι γένος πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός. [37] εἶδον δὲ θαλάμοις ... βουκόλων κομῶντα κισσῶι στῦλον εὐίου θεοῦ [38] (Βουκ.) [1] οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή, [39] (ΑΓΓΕΛΟΣ) [1] εἰ δέ που τύχοι πέριξ ἑλίξας ... εἷλχ’ ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί. [40] τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Χρόνου, δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός. [41] εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι; [42] κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους, δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν [43] κῆδος καθ’ αὑτὸν τὸν σοφὸν κτᾶσθαι χρεών. [44] πᾶσι δ’ ἀγγέλλω βροτοῖς ἐσθλῶν ἀπ’ ἀνδρῶν εὐγενῆ σπείρειν τέκνα. [45] οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας γνώμας διώκειν οὐδ’ εἰς ἀργίαν βλέπειν. [46] νόσον ἔχειν [47] εὐθύδημον [48] [1] [ το]ύ̣σδε μηδ’ ὅπως φευξούμεθα. [ ἡμ]ᾶς [Ζεὺ]ς ἐγέννησεν πατήρ, σώσ]ει μεθ’ ἡμῶν τ’ ἐχθρὸν ἄνδρα τείσεται. ἷ]κται δὲ πάντως εἰς τοσόνδε συμφορᾶς [5] ὥσ]τ’ οὐδ’ ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθα Δί]ρ̣[κ]η̣ς νεῶρες αἷμα μὴ δοῦναι δίκην. [ ]σι δ’ ἡμῖν εἰς τόδ’ ἔρχεται τύχη [ ]θανεῖν δεῖ τῶιδ’ ἐν ἡμέρας φάει [ ]τροπαῖα πολεμίων στῆσαι χερί· [10] [ μ]εν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε, [ ὃς τ]ὸ λαμπρὸν αἰθέρος ναίεις πέδον, [ τ]οσοῦτον μὴ γαμεῖν μὲν ἡδέως, [ ]τα δ’ εἶναι σοῖς τέκνοις [ἀνω]φελῆ· [ κ]αλὸν τόδ’, ἀλλὰ συμμαχεῖν φίλοις. [15] [ ]πρὸς ἄγραν τ’ εὐτυχῆ θείης [μολ]εῖν, ὅπως ἕ]λωμεν ἄνδρα δυσσεβέστατον. [20] δρασμοῖς επ[.........] δε [....]κην τίνες δὲ χοἰ συνδρῶντες; ἐκ ποίας χ̣θ̣ο̣[νός; σημήνατ’, εἴπαθ’ ὡ[ς ἔ]ν[εστ’] αὐτοὺς ἑλε[ῖν. δεινὸν νομίζων αὐτὸς οὐκ ἀτιμάσας [25] .]αλαιτισ[ ..]ανκατε [........]ω πειρω[ ...] αιπο[.......]αφ[...]σ̣το φθεγμ[ Desunt versus triginta [ ]σας ἥδομαι κα[κ]ῶν ἑκά[ς. [30] οὐκ ἀσφαλὲς τόδ’ εἶπας, ἄνθρωπε, στέγος. [30] δρᾶν δεῖ τι· κείνους δ’ οἶδ’ ἐγὼ τεθνηκό[τας. [35] [ ]δορυφόρου[ς] ἔξω θύρ[ας. [40] [ φ]ρουρεῖτε περίβολον πέτρας [ ]ντες, κἄν τις ἐκπίπτηι δόμων, [ ]δὲ παῖδα Νυκ̣τέως̣ ἐμῆι [ ]σαι χειρὶ καὶ τάχ’ εἴσεται [ ]ντας ὡς μάτην λόγωι [45] [ συ]μμάχους ἀνωφελεῖς. [48 (50)] []ι[ θε]όν; (Λύκ.) ἰώ μοί μοι. [55] ὦ] γαῖα Κάδ[μου κ]αὶ πόλ[ισ]μ’ Ἀσωπικόν. [60] τὴν δ’ ἐν νεκροῖσιν οὐ στένεις δάμαρτα σήν; [65] ἀλλ’ ἦ τιν[ων π]εφύκαθ’ ὧν οὐκ οἶδ’ ἐγώ; [70] [ Διὸ]ς κήρυγ[μ’ ἀφικόμη]ν φέρων· [75] ἐπεὶ δ’ ὁρίζει καὶ δ[.........κ]ακά, αὐτή τε δεινῆς [συμφορᾶς ἀπη]λλάγη παῖδάς τε τούσδ’ [ἀνηῦρε]ν ὄντας ἐκ Διός. ὧν χρή ς’ ἀκούειν [καὶ χθ]ονὸς μοναρχίαν ἑκόντα δοῦνα[ι ]ε Καδμείας, ἄναξ. [80] ὅταν δὲ θάπτηις ἄλοχον εἰς πυρὰν τιθεὶς σαρκῶν ἀθροίσας τῆς ταλαιπώρου φύσιν ὀστᾶ πυρώσας Ἄρεος εἰς κρήνην βαλεῖν, ὡς ἂν τὸ Δίρκης ὄνομ’ ἐπώνυμον λάβηι κρήνης [ἀπό]ρρους ὃς δίεισιν ἄστεως [85] πεδία τ[ὰ Θήβ]ης ὕδασιν ἐξάρδων ἀεί. ὑμεῖς δ’, [ἐπε]ιδὰν ὅσιος ἦι Κάδμου πόλις, χωρεῖτε, [παῖδε]ς, ἄστυ δ’ Ἰσμηνὸν πάρα ἑπτάσ[τομ]ον πύλαισιν ἐξαρτύετε. σὺ μεν.[....]ντο πνεῦμα πολεμίων λαβὼν [89] . . . . . . . . . . . . . . . . . . . . . . . . [90] Ζήθωι [τάδ’ εἶ]πον· δεύτερον δ’ Ἀμφίονα λύραν ἄ[νωγ]α διὰ χερῶν ὡπλισμένον μέλπειν θεοὺ[ς ὠι]δαῖσιν· ἕψονται δέ σοι πέτραι τ’ [ἐ]ρυμναὶ μουσικῆι κηλούμεναι δένδρη τε μητρὸς ἐκλιπόνθ’ ἑδώλια, [95] ὥστ’ εὐμ[ά]ρειαν τεκτόνων θήσει χερί. Ζεὺς τήνδε τιμὴν σὺν δ’ ἐγὼ δίδωμί σοι, οὗπερ τόδ’ εὕρημ’ ἔσχες, Ἀμφίων ἄναξ. λευκὼ δὲ πώλω τὼ Διὸς κεκλημένοι [48 (100)] καὶ λέκτρ’ ὁ μὲν Θηβαῖα λ[ήψ]εται γάμων, ὁ δ’ ἐκ Φρυγῶν κάλλιστον ε[ὐ]ναστήριον, τὴν Ταντάλου παῖδ’· ἀλλ’ ὅσον τάχιστα χρὴ σπεύδειν θεοῦ πέμψαντος οἷα βούλεται. [105] ἔδειξας [εἰς φῶς] τάσδ’ ἀβουλίας ἐμὰς εσσφρα[....] δοκοῦντας οὐκ εἶναι Διός. πάρεστε καὶ ζῆθ’· ηὗρε μηνυτὴς χρόνος ψευδεῖς μὲν ἡμᾶς, σφῶιν δὲ μητέρ’ εὐτυχῆ. ἴτε νυν, κρατύνετ’ ἀντ’ ἐμοῦ τῆσδε χθονὸς [110] λαβόντε Κάδμου σκῆπτρα· τὴν γὰρ ἀξίαν σφῶιν προστίθησιν Ζεὺς ἐγώ τε σὺν Διί. Ἑρμῆ[ι..]..[..]... Ἄ̣ρ̣εο̣ς εἰς κρήνην [β]αλῶ γυναῖκα θάψας, τῆς [δ’ ὅπως] θανοῦσα γῆς νασμοῖσι τέγγηι πεδία Θηβαίας χθονός, [115] Δίρκη παρ’ ἀνδρῶν ὑστέρων κεκλημένη. [910N] ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, [5] ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῆι τε συνέστη χὤθεν χὤπως· τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν [911N] Χρύσεαι δή μοι πτέρυγες περὶ νώτωι καὶ τὰ Σειρήνων πτερόεντα πέδιλ’ ἁρμόζεται· βάσομαι δ’ εἰς αἰθέρα πουλὺν ἀερθεὶς