# Ἀπόσπασμα
*Fragment*
**Author:** Εὐθύδημος ὁ ἰατρός
*Euthydemus the Physician*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**ἐν τῷ περὶ ταρίχων** |
| **1** | †ἄμφακες μὲν πρῶτον στόμα καὶ κριται αντα καὶ θιοην† γναθμὸν 〈ὃν〉 ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται. |
| **5** | ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν Ἀλεξανδρεῖς ἐκόμισσαν. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων κυβίων τε καὶ εὐχόρτου †λικιβάττεω· |
| **10** | Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐξ ἀγαθοῖο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ’ 〈ἐν〉 στάμνοισι τεθέντα |