# Πνευματικαὶ Γνῶμαι κατὰ Στοιχεῖον *Spiritual Sentences Arranged Alphabetically* **Author:** Εὐάγριος ὁ Ποντικός *Evagrius of Pontus* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **25** | Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι’ ὧν αἱ τιμαί. | | **26** | Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν. | | **27** | Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος. | | **28** | Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα. | | **29** | Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει. | | **30** | Ζωῆς ἀλόγου δαίμων ἡγεμών. | | **31** | Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαί‐ νεται. | | **32** | Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ’ ἑαυτοῦ φθεγγόμενος. | | **33** | Ἱερὸν θεοῦ ἄνθρωπος ἀνεπίληπτος. | | **34** | Κάκιστον κτῆμα βίος ἀδόκιμος. | | **35** | Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. | | **36** | Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος. | | **37** | Νόσημα ψυχῆς γνώμη φιλόδοξος. | | **38** | Ξένος καὶ πένης θεοῦ κολλούριον— | | **39** | Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει. | | **40** | Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι. | | **41** | Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος. | | **42** | Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ. | | **43** | Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγ‐ γυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι. | | **44** | Ὑπερῷον ψυχῆς θεωρία ἀληθής. | | **45** | Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ. | | **46** | Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι. | | **47** | Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός. | | **48** | Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης. |