================================================================================ Περὶ τῶν στοιχείων ἐξ Ἱπποκράτους On the Elements from Hippocrates Γαληνὸς ὁ Περγαμηνός by Galen of Pergamon ================================================================================ ================================================================================ ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ἹΠΠΟΚΡΑΤΗΝ ================================================================================ [t2] ΣΤΟΙΧΕΙΩΝ. [t3] ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. [1] Ἐπειδὴ τὸ στοιχεῖον ἐλάχιστόν ἐστι μόριον, οὗπερ ἂν ᾖ στοιχεῖον, ἐλάχιστον δ’ οὐ ταὐτὸν αἰσθήσει τε φαίνεται καὶ ὄντως ἐστί· πολλὰ γὰρ ὑπὸ σμικρότητος ἐκφεύγει τὴν αἴσθησιν· εὔδηλον, ὡς οὐκ ἂν εἴη τῶν φύσει [5] τε καὶ ὄντως ἑκάστου πράγματος στοιχείων ἡ αἴσθησις κριτήριον. εἰ γοῦν ἐθελήσαις ἰὸν καὶ καδμείαν καὶ λιθάρ‐ γυρον καὶ μίσυ τρίψας ἀκριβῶς ὁμοῦ πάντα καὶ χνοώδη ποιήσας ἐπιτρέπειν αἰσθήσει τὴν διάγνωσιν, ἓν εἶναί σοι τὰ πάντα δόξει. κἂν εἰ μὴ τέτταρα δὲ μόνον, ἀλλὰ καὶ \| [1 . 414] πολὺ πλείω κατὰ τὸν αὐτὸν τρόπον ἀναμίξαις ἀλλήλοις, ἓν εἶναί σοι καὶ ταῦτα φανεῖται πάντα καίτοι γ’ οὐχ ἓν ὄντα. ταῦτ’ ἄρα καὶ ὁ Ἱπποκράτης ἐπισκεπτόμενος ἀν‐ θρώπου φύσεως στοιχεῖα τῶν μὲν ὡς πρὸς τὴν αἴσθησιν [5] ἁπλουστάτων τε καὶ πρώτων καταφρονεῖ, τὰ δ’ ὄντως τε καὶ φύσει ζητεῖ. καὶ γὰρ δὴ καὶ ἡ χρεία τούτων εἰς τὰς ἰάσεις οὐδὲν ἥττων ἐστὶ τῶν πρὸς τὴν αἴσθησιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικται. καὶ φαίνεσθαι μὲν στοιχείοις τοῖς αἰσθητοῖς τούτοις συγχωρήσειεν ἄν τις, εἶναι δ’ οὐ συγχω‐ [10] ρήσειεν. οὐ γὰρ δὴ τὸ φαινόμενον ἁπλούστατόν τε καὶ [15] τις ἕτερος ἄνθρωπος ἢ ζῷον ἄλλ’ ὀξυωπέστατόν ἐστιν, ἄλλα δ’ ἡμῶν ἑκάστῳ φανεῖται τὰ στοιχεῖα. μὴ τοίνυν οὕτως, [1 . 415] ἀλλὰ τὰ πρῶτά τε \ εἰς ἄλλα διαλυθῆναι δυνάμενα ζητῶμεν, εἰ μέλλοιμεν ἢ ἀνθρώπου φύσεως ἤ τινος ἄλλου τῶν ὄντων ἐπιστήμην ἀκριβῆ λήψεσθαι. [5] Τίς οὖν ἐστι τῆς τούτων εὑρέσεως ἡ μέθοδος; ἐμοὶ μὲν οὐκ ἄλλη τις ἢ ἣν ὁ Ἱπποκράτης εἰσηγήσατο δοκεῖ. χρὴ γὰρ διελέσθαι πρῶτον μέν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ στοιχεῖον ἢ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια, δεύτερον δ’ εἰ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια, πόσα τε καὶ τίνα καὶ [10] ὁποῖα ταῦτ’ ἐστὶ καὶ ὅπως ἔχοντα τῆς πρὸς ἄλληλα κοι‐ νωνίας. ὅτι μὲν οὖν οὐχ ἕν ἐστι τὸ πρῶτον στοιχεῖον, ἐξ οὗ τό θ’ ἡμέτερον σῶμα καὶ τὰ τῶν ἄλλων ἁπάντων γέ‐ γονεν, ἐκ τῶνδε δείκνυσιν ὁ Ἱπποκράτης· αὐτὴν γὰρ ἄμει‐ νον εἶναί μοι δοκεῖ παραθεμένῳ αὐτοῦ τὴν ῥῆσιν οὕτως [15] ἐξηγήσασθαι· „Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὥνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν ἓν ἐών.“ [1 . 416] Κάλλιστά μοι φαίνεται καὶ διὰ βραχυτάτης λέξεως \ τὸ ἐπικαιρότατον αὐτοῦ τῆς ἀποδείξεως εἰπεῖν ὑπὲρ τοῦ μὴ δύνασθαι τὸ στοιχεῖον ἓν εἶναι τὴν ἰδέαν τε καὶ τὴν [5] ἐσχάτης ἀτοπίας ἐστὶ καὶ ὄντως ἀνθρώπου μηδενὸς τῶν ἐναργῶν πεφροντικότος, ἄντικρυς δῆλον. ἰδέᾳ δὲ καὶ δυ‐ νάμει δύναιτ’ ἄν τις ἓν εἶναι λέγειν τὰ πάντα, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρόν τε καὶ Δημόκριτον τὰς ἀτόμους. ἐκ ταὐτοῦ δ’ εἰσὶν αὐτοῖς χοροῦ καὶ οἱ τὰ ἐλάχιστα καὶ ἄναρμα [10] καὶ ἀμερῆ τιθέμενοι στοιχεῖα. πρὸς τοὺς τοιούτους οὖν ἅπαντας ὁ Ἱπποκράτης κοινὴν τὴν ἀντιλογίαν ποιούμενος ἀποδείκνυσιν οὐχ ἓν εἶναι τὴν ἰδέαν τε καὶ τὴν δύναμιν τὸ στοιχεῖον οὐδὲ μνημονεύσας ἐκείνων, οἳ καὶ τῷ ἀριθμῷ τὸ ὂν ἓν εἶναί φασιν, ὡς ἐμπλήκτων τελέως. ἴδωμεν οὖν, [15] εἰ ὀρθῶς συνελογίσατο καὶ δεόντως ἀντεῖπε τοῖς ἓν [εἶναι] [1 . 417] τῇ φύσει τὸ στοιχεῖον ὑποτιθεμένοις, εἴτ’ οὖν \ εἴτ’ ἄναρμον εἴτ’ ἐλάχιστον εἴτ’ ἀμέριστον αὐτὸ προσαγο‐ ρεύειν ἐθέλουσιν. οὐδὲ γὰρ ἔτι δεηθησόμεθα τῆς κατὰ μέρος ἐν αὐτοῖς διαφορᾶς, ἂν τὸ καθόλου τε καὶ κοινὸν [5] ἁπασῶν τῶν αἱρέσεων ἀνέλωμεν. ὑπόκειται γὰρ ἅπασι τούτοις ἄποιον εἶναι τὸ πρῶτον στοιχεῖον οὔτε λευκότητα σύμφυτον ἔχον ἢ μελανότητα ἢ ὅλως ἡντινοῦν χροιὰν οὔτε γλυκύτητα ἢ πικρότητα ἢ θερμότητα ἢ ψυχρότητα οὔθ’ ὅλως ἡντινοῦν ἑτέραν ποιότητα. „Νόμῳ γὰρ χροιὴ νόμῳ [10] γλυκὺ νόμῳ πικρὸν, ἐτεῇ δ’ ἄτομα καὶ κενόν“ ὁ Δημό‐ κριτός φησιν ἐκ τῆς συνόδου τῶν ἀτόμων γίγνεσθαι νομί‐ ζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν, φύσει δ’ οὐδὲν εἶναι λευκὸν ἢ μέλαν [15] ταὐτὸ βούλεται τῷ οἷον νομιστὶ καὶ πρὸς ἡμᾶς, οὐ κατ’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν. [ὅπερ δ’ αὖ πάλιν ἐτεῇ [1 . 418] καλεῖ παρὰ τὸ ἐτεὸν, ὅπερ ἀληθὲς δη\ νομα.] καὶ εἴη ἂν ὁ σύμπας νοῦς αὐτοῦ τοῦ λόγου τοιόσδε· νομίζεται μέν τι παρὰ τοῖς ἀνθρώποις λευκὸν εἶναι καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ τἆλλα πάντα τὰ τοι‐ [5] αῦτα, κατὰ δὲ τὴν ἀλήθειαν ἓν καὶ μηδέν ἐστι τὰ πάντα. καὶ γὰρ αὖ καὶ τοῦτ’ εἴρηκεν αὐτὸς ἓν μὲν τὰς ἀτόμους ὀνομάζων, μηδὲν δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμ‐ πασαι σώματ’ οὖσαι σμικρὰ χωρὶς ποιοτήτων εἰσὶ, τὸ δὲ κενὸν χώρα τις, ἐν ᾗ φερόμενα ταυτὶ τὰ σώματ’ ἄνω τε [10] καὶ κάτω [σύμπαντα] διὰ παντὸς τοῦ αἰῶνος ἢ περιπλέκεταί πως ἀλλήλοις ἢ προσκρούει καὶ ἀποπάλλεται καὶ διακρί‐ νεται δὲ καὶ συγκρίνεται πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύ‐ τας ὁμιλίας κἀκ τούτου τά τ’ ἄλλα συγκρίματα πάντα ποιεῖ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ παθήματ’ αὐτῶν καὶ τὰς [15] αἰσθήσεις. ἀπαθῆ δ’ ὑποτίθενται τὰ σώματ’ εἶναι τὰ [1 . 419] ἀδιαίρετα, \ ἀλλοιοῦσθαι κατά τι δυνάμενα ταύτας δὴ τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἶναι διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαί τί φασιν ἐκεί‐ [5] νων οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ξη‐ ραίνεσθαι οὔθ’ ὑγραίνεσθαι, πολὺ δὲ δὴ μᾶλλον ἔτι μήτε λευκαίνεσθαι μήτε μελαίνεσθαι μήτ’ ἄλλην τιν’ ὅλως ἐπι‐ δέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν. εὐλόγως οὖν ὁ Ἱπποκράτης ἀντιλέγων αὐτοῖς ἐρεῖ μηδέποτ’ ἂν ἀλγέειν [10] τὸν ἄνθρωπον, εἰ τοιαύτη τις ἦν ἡ φύσις αὐτοῦ· τὸ γὰρ ἀλγῆσον χρὴ δήπου δύο ταῦτ’ ἔχειν ἐξ ἀνάγκης, ἀλλοιωτόν τε καὶ αἰσθητικὸν ὑπάρχειν· εἴτε γὰρ μηδέποτε μηδεμίαν ἀλλοίωσιν ἐπιδέχοιτο, φυλάξει διὰ παντὸς ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν· οὐ φυλάττει δέ γε τὸ ἀλγοῦν· εἴτε μετα‐ [15] βάλλοι, καθάπερ οἱ λίθοι τε καὶ τὰ ξύλα θερμαινόμενά τε καὶ ψυχόμενα καὶ διαιρούμενα, μὴ παρείη δ’ αὐτῷ τις [1 . 420] αἴσθησις \ μένης διαθέσεως, ὥσπερ οὐδ’ οἱ λίθοι. καὶ μὴν ἀμφοῖν ἀπολείπεται τὰ τούτων στοιχεῖα μήτ’ ἀλλοιοῦσθαι μήτ’ αἰσθάνεσθαι πεφυκυίας ἀτόμου μηδεμιᾶς. εἴπερ οὖν ἐξ [5] ἀτόμων τινῶν ἦμεν ἤ τινος ἄλλης τοιαύτης φύσεως μονοει‐ δοῦς, οὐκ ἂν ἠλγοῦμεν· ἀλγοῦμεν δέ γε· δῆλον οὖν, ὡς οὐκ ἔσμεν ἐξ ἁπλῆς τινος καὶ μονοειδοῦς οὐσίας. τὸ μὲν δὴ κεφάλαιον τοῦ λόγου τοῦτο πρόδηλον ὑπάρχον ἅπασι τοῖς [10] τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῷ μὴ γεγυμνάσθαι τὸν λογισμὸν οἱ τὰ τοιαῦτ’ εἰσηγούμενοι στοιχεῖα καὶ ἄλλως εἰσὶ φιλόνεικοι μέγιστον εἶναι νομίζοντες κακὸν τὸ μετα‐ θέσθαι πρὸς τὰ βελτίω, πειρατέον αὐτοῖς ἐκθέσθαι τὸν καθόλου τοῦτον λόγον ἐπὶ παραδειγμάτων τινῶν κατὰ μέ‐ [15] ρος. εἰ γάρ τις τῇ λεπτοτάτῃ βελόνῃ τρώσειε τὸ δέρμα, πάντως μὲν ἀλγήσει τὸ ζῷον, ἅψεται δ’ ἤτοι μιᾶς ἢ δυοῖν ἢ καὶ πλειόνων ἀτόμων ἡ βελόνη. πρῶτον μὲν οὖν ὑπο‐ [1 . 421] κείσθω ψαύειν αὐτὴν μιᾶς. ἀλλ’ \ ἄτρωτός τ’ ἦν καὶ ἀναίσθητος. οὔκουν οὔτε πείσεταί τι πρὸς τῆς βελόνης οὔτ’ εἴπερ ἔπαθεν, ᾔσθετ’ ἂν τοῦ παθή‐ ματος. εἰ γὰρ ἐκ μὲν δυοῖν τούτοιν γίγνεται τὸ ἀλγεῖν, [5] ἔκ τε τοῦ πάσχειν τὸ παθητικὸν κἀκ τοῦ τῶν παθημάτων αἰσθάνεσθαι, μέτεστι δ’ οὐδετέρου τούτων ταῖς ἀτόμοις, οὐκ ἀλγήσει τὸ ζῷον, ὅταν ἡ βελόνη ψαύσῃ μιᾶς ἀτόμου. μὴ τοίνυν μιᾶς, ἀλλὰ δυοῖν ψαυέτω. καὶ μὴν ὅπερ ἐπὶ τῆς μιᾶς ἀρτίως, τοῦτ’ ἐπ’ ἀμφοῖν ἐγχωρήσει λέγειν νῦν. [10] εἰ γὰρ μηδετέρα τῶν ἀτόμων μήτ’ ἐτρώθη πρὸς τῆς βελόνης μήτ’ εἴπερ ἐτρώθη, τῆς τρώσεως αἰσθάνεσθαι φύσιν εἶχεν, ἀναίσθητός θ’ ἅμα καὶ ἀνώδυνος ὁ τρωθεὶς ἔσται. ὥσπερ γὰρ οὐδὲν πλέον ἐκ τοῦ δυοῖν προσπεσεῖν ὀστοῖς ἢ χόνδροις ἢ θριξὶ τὴν βελόνην ἢ ἄλλῳ τινὶ τῶν ἀναισθήτων μορίων· [15] ὁμοίως γὰρ αἱ δύο τρίχες ἀναίσθητοί εἰσι τῇ μιᾷ· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οὐδ’ εἰ δυοῖν ἀτόμοιν ἐφάψαιτο, [1 . 422] πλέον οὐδὲν εἰς \ ἐστὶν αἰσθητική. καὶ μὲν δὴ κἂν εἰ τριῶν ἢ τεττάρων ἅψαιτο, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ ἐπί τε ψηφίδων καὶ λίθων καὶ τριχῶν οὕτω κἀνταῦθα πλέον οὐδὲν οὔτ’ εἰς [5] παθήματος οὔτ’ εἰς αἰσθήσεως γένεσιν. οὐδὲν γὰρ οὔτ’ ἐκ τῶν ἀπαθῶν οὔτ’ ἐκ τῶν ἀναισθήτων συντιθέμενον αἰ‐ σθητικὸν ἢ παθητικὸν γίγνεται. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ μηδενὸς αὐτοῦ τῶν μορίων μήτε πάσχοντος μήτ’ αἰσθανο‐ μένου τὸ ὅλον αἰσθανόμενόν τε καὶ πάσχον ἐγίγνετο. δυοῖν [10] οὖν ὄντοιν ὀργάνοιν εἰς τὰς τῶν τοιούτων ἀξιωμάτων εὑρέσεις, ἐμπειρίας καὶ λόγου, κατ’ οὐδέτερον αὐτῶν εὑρε‐ θήσεταί ποτε τὸ σύνθετον ἐξ ἀναισθήτων θ’ ἅμα καὶ ἀπα‐ θῶν αἰσθητικὸν καὶ παθητικόν. ἀλλ’ εἴτε ἀδάμαντας πολ‐ λοὺς ἢ καὶ ὅ τι βούλει τῶν δυσπαθεστάτων ἀθροίσας [15] τιτρώσκειν ἐπιχειρήσαις, οὔτε τρωθήσεταί ποτε τὸ ἐξ αὐτῶν συντιθέμενον οὔτ’ αἰσθήσεται. διὰ μὲν δὴ τῆς πείρας [1 . 423] οὐδὲν εὕρηταί πω τοιοῦ\ δ’ οὐδ’ ὁ λόγος αὐτὸ προσίεται, μικρὸν ἔμπροσθεν εἴρηται. τῆς γοῦν ἀλγούσης σαρκὸς ἐν τῷ τιτρώσκεσθαι τὸ μηδὲν τῶν ἐλαχίστων αὐτῆς μορίων μήτ’ ἀλγεῖν μήτε τιτρώσκεσθαι [5] πῶς οὐ θαυμαστόν; ἢ τίς τοῦτο προσίεται λογισμός; ἐγὼ μὲν γάρ φημι, κἂν εἰ πάσαις ταῖς ἀτόμοις ἦν αἴσθησις σύμφυτος, ἄτρωτοι δὲ καὶ τελέως ἀπαθεῖς ἦσαν ἐκ τοῦ πε‐ ριπλέκεσθαι μόνον ἀλλήλαις ἐργαζόμεναι τὴν σάρκα, πλέον οὐδὲν ἂν οὐδ’ οὕτω γενέσθαι καθιεμένης τῆς βελόνης. [10] ὥσπερ γὰρ εἰ τοὺς δύο δακτύλους περιπλέξαις ἀλλήλοις καίτοι γ’ αἰσθητικοὺς ὄντας, οὐδεὶς ἕπεται πόνος ἐν τῷ πάλιν ἀφίστασθαί τε καὶ διαλύεσθαι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οὐδ’ εἰ διΐστησί τε καὶ διαλύει τὰς ἀτόμους ἀπ’ [15] τὸ ζῷον. ἢ δειξάτωσαν ἐν τῷ περιπλέκεσθαί τε καὶ πάλιν ἀφίστασθαι τῶν αἰσθητικῶν ὁτιοῦν σωμάτων ἀκολουθοῦσαν [1 . 424] ὀδύνην. ἀλλ’ \ τῷ λόγῳ σκοπουμένοις παντὸς μᾶλλον ἀδύνατον φαίνεται. καὶ μὴν εἰ καὶ τὴν αἴσθησιν ἡμῶν συγχωρησάντων ταῖς ἀτόμοις ὁ χωρισμὸς ἀνώδυνος εὑρίσκεται καὶ λόγῳ καὶ [5] πείρᾳ σκοπουμένοις, εἴπου γέ τοι πρὸς τούτῳ καὶ τὸ μηδ’ αἰσθάνεσθαι λάβοιεν, ὀδυνᾶσθαι δυνήσονται; τὸ μὲν γὰρ ὀδυνᾶσθαι, καθότι καὶ πρόσθεν εἴρηται, δυοῖν τούτοιν ἐξ ἀνάγκης δεῖται συνιόντων ἀλλήλοις, ἀλλοιώσεώς θ’ ἅμα καὶ αἰσθήσεως· ἔχουσι δ’ οὐδέτερον αὐτῶν αἱ ἄτομοι. δεόν‐ [10] τως οὖν εἰ καὶ θάτερον αὐταῖς ὑπάρχειν ὑπόθοιο, μένουσιν ἔτ’ ἀνώδυνοι. καὶ γὰρ εἰ ἀπαθεῖς μὲν, αἰσθητικὰς δ’ εἶναι συγχωρήσειας, οὐκ ἀλγήσουσιν, ὅτι μηδὲ πείσονται, καὶ εἰ πάσχειν μὲν, ἀλλ’ ἀναισθήτους ὑπάρχειν, οὐκ ἀλγήσουσιν, ὅτι μηδ’ αἰσθήσονται. χρὴ γὰρ, ὡς εἴρηται, καὶ πάσχειν [15] καὶ τοῦ πάθους αἰσθάνεσθαι τὸ μέλλον ὀδυνήσεσθαι. οὔκουν οὐδ’ ἐξ ἀπαθῶν θ’ ἅμα καὶ ἀναισθήτων ἐγχωρεῖ στοιχείων εἶναι τὸ αἰσθητικόν. οὐ μὴν οὐδ’ ἐξ ἀπαθῶν \| [1 . 425] θ’ ἅμα καὶ αἰσθανομένων. οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἀλγήσει ποτὲ, διότι μηδὲ πείσεται. δυνάμει μὲν γὰρ αἰσθητικὸν ἔσται, ἐνεργείᾳ δ’ αἰσθανόμενον οὐδέποτε, καθάπερ καὶ τὸ ἡμέτερον σῶμα καίτοι φανερῶς ὑπάρχον αἰσθητικὸν ὅμως [5] οὐκ αἰσθάνεται, πρὶν παθεῖν ὑπό τινος. ὥστ’ ἐκ τούτου τοῦ [10] ἐξ αἰσθανομένων θ’ ἅμα καὶ πασχόντων ἢ ἐκ πασχόντων μέν, ἀναισθήτων δὲ τὸ αἰσθητικὸν εἶναι [χρὴ] σῶμα. ὁπό‐ τερον μὲν δὴ τούτων ἀληθές ἐστιν, αὖθις ὀψόμεθα. τὸ δὲ μήτ’ ἐξ ἀναισθήτων θ’ ἅμα καὶ ἀπαθῶν μήτ’ ἐξ αἰ‐ σθανομένων μὲν, ἀπαθῶν δὲ δύνασθαί ποτε στοιχείων τὸ [1 . 426] αἰσθανόμενον γενέσθαι σῶμα \ νὸν ἀμφοτέρων τῶν αἱρέσεών ἐστι τὸ ἐξ ἀπαθῶν, ὥστ’ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖον, εἴπερ μηδ’ ἀπαθές. ὅτι δὲ τὸ ἓν ἀπαθές, ἡ ἀπόδειξις σύντομος. οὔτε γὰρ εἰς ὃ με‐ [5] ταστήσεται οὔθ’ ὑφ’ ὅτου πείσεται τὸ ἓν στοιχεῖον ἔχει. μεθιστάμενόν τε γὰρ εἰς ἕτερόν τι μεταστήσεται καὶ πάσχον ὑφ’ ἑτέρου τινὸς πείσεται. πῶς οὖν ἓν ἔτι φυλαχθήσεται; καλῶς οὖν ὁ Ἱπποκράτης συνελογίσατο μὴ ἓν εἶναι τὸ στοιχεῖον, εἰ μέλλοι τι τῶν ὄντων ἀλγήσειν. „οὐδὲ γὰρ ἄν, [10] φησίν, ἦν, ὑφ’ ὅτου ἀλγήσειεν ἓν ἐών.“ ὥστε πάντως μὲν ἑνὸς πλείω τὰ στοιχεῖα. Πόσος δέ τις ὁ σύμπας αὐτῶν ἄριθμός ἐστιν, ἔτ’ ἄδηλον, ἐφεξῆς οὖν τοῦτο ζητείσθω. καίτοι τάχ’ ἂν ἴσως ἄμεινον εἴη περὶ τῶν ὑπολοίπων δυοῖν αἱρέσεων, ὧν [15] ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, πρότερον διελθεῖν, ὧν κοι‐ [1 . 427] νόν ἐστι τὸ ἐξ ἀλλοιουμένων τῶν πρώτων \ ὑπάρχειν ἅπαν τὸ ἀλγεῖν πεφυκὸς σῶμα. τέτταρες μὲν γὰρ [5] ἐξ αἰσθητικῶν μέν, ἀπαθῶν δέ· ὧν ἦν κοινὸν ἀμφοῖν τὸ ἐξ ἀπαθῶν· καὶ τοῦτο δείξαντες ἀδύνατον ἀμφοτέρων ἀπεχωρήσαμεν τῶν δοξῶν. λοιπαὶ δ’ ἦσαν δύο, μία μὲν ἡ ἐξ αἰσθητικῶν θ’ ἅμα καὶ πασχόντων τῶν πρώτων στοι‐ χείων συνιστᾶσα τὸ αἰσθανόμενον σῶμα, δευτέρα δ’ ἡ ἐξ [10] οὐκ αἰσθητικῶν μέν, πασχόντων δέ. κοινὸν γὰρ ἦν καὶ ταύταις τὸ ἐκ πασχόντων. ἴδωμεν οὖν, εἰ κἀν ταύταις ἡ ἑτέρα τῶν αἱρέσεων ἀδύνατος ἢ τὸ μὲν δυνατὸν ἔχουσιν ὁμοίως, ὁποτέρα δ’ αὐτῶν οὐ τὸ δυνατὸν ἔχει μόνον, ἀλλὰ καὶ ὄντως ἀληθής ἐστιν, ὑπολείπεται ζητεῖν. εὑρήσεις οὖν, [15] εἰ προσέχεις τὸν νοῦν, ἀμφοτέρας ἐχούσας τὸ δυνατόν. εἰ [1 . 428] μὲν γὰρ αὐτὰ τὰ μόρια δοκιμάζειν \ τῷ λόγῳ, πάντ’ ἐστὶν αἰσθητικά τε καὶ παθητικὰ τῶν αἰσθητικῶν σωμάτων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς σαρκὸς ἐλέγομεν· εἰ δὲ τὰ πρῶτα στοιχεῖα σκοποίης, ἐνδέχεται [5] τούτων ἀναισθήτων μὲν ὑποκειμένων, εἰς ἄλληλα δὲ τὸ δρᾶν καὶ πάσχειν ἐχόντων πολυειδῶς ἐν πολλαῖς ταῖς κατὰ μέρος ἀλλοιώσεσι γενέσθαι ποτὲ τὸ αἰσθητικὸν σῶμα. πᾶσα γὰρ ἡ ἐκ πλειόνων σύνθεσις, ἂν μὲν οἷά πέρ ἐστι τὰ συν‐ τιθέντα, τοιαῦτα φυλάττηται διὰ παντός, οὐδεμίαν ἔξωθεν [10] ἐπικτήσεται νεωτέραν ἰδέαν, ἣ μὴ καὶ τοῖς συντιθεῖσιν ὑπῆρχεν· εἰ δ’ ἐξαλλάττοιτο καὶ μεταβάλλοιτο καὶ πο‐ λυειδῶς ἀλλοιοῖτο τὰ συντιθέντα, δύναιτ’ ἂν ὑπάρξαι τι τῷ συνθέτῳ κατὰ γένος ἕτερον, ὃ μὴ τοῖς πρώτοις αὐτοῦ στοιχείοις ὑπῆρχεν. ἴσως δὲ καὶ παραδείγματος ὑπὲρ σα‐ [15] φηνείας δεήσει τῷ λόγῳ. φημὶ δὴ τὴν οἰκίαν ἐκ λίθων καὶ [1 . 429] πλίνθων καὶ ξύλων καὶ κεράμων \ κτήσασθαι κατὰ γένος ἕτερον, ὃ μὴ καὶ τοῖς συντιθεῖσιν αὐτὴν ὑπῆρχε. σκληρότητα γοῦν ἕκαστον ἐκείνων εἶχε καὶ σχῆμα καὶ χρῶμα καὶ βάρος καὶ μέγεθος, ἃ καὶ τῷ δημιουρ‐ [5] γήματι πρόσεστι. σκληρότης μὲν γὰρ καὶ χρῶμα καὶ βάρος ἀκριβῶς ταὐτὰ τοῖς συντιθεῖσιν· οὐ γὰρ δὴ σκληρὰ μὲν ἐκεῖνα, μαλακὴ δ’ αὕτη, καὶ βαρέα μὲν ἐκεῖνα, κούφη δ’ αὕτη, καὶ πυρρὰ μὲν ἐκεῖνα, μέλαινα δ’ αὕτη. σχῆμα δὲ καὶ μέγεθος ἔχει μὲν καὶ ἡ οἰκία, διότι καὶ τὰ συντιθέντα [10] αὐτὴν εἶχεν, οὐ μὴν ἀκριβῶς γε ταὐτὸν οὔτε μέγεθος οὔτε σχῆμα τοῖς συντιθεῖσι πρὸς τὸ ὅλον. ἀλλ’ οὐ τοῦτο ζη‐ τεῖται νῦν, εἰ μείζων ἡ οἰκία τῶν πλίνθων ἢ εἰ προμήκης μὲν αὕτη, τετράγωνοι δ’ αἱ πλίνθοι, ἀλλ’ εἰ διὰ τοῦτο καὶ μεγέθους καὶ σχήματος αὐτῇ μέτεστιν, ὅτι καὶ τοῖς συν‐ [15] τιθεῖσιν αὐτήν. ἐπεί τοι τίς οὐκ οἶδεν, ὡς ἡ διαγώνιος [1 . 430] εὐθεῖα τὸ τετράγωνον χω\ ὡς ἐξ ἐκείνων τῶν δύο τριγώνων συνιόντων ἓν ἀποτελεῖται τετράγωνον; ἀλλὰ καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον σχή‐ ματα. καὶ μὲν δὴ καὶ δύο ἡμικύκλια συντιθέμενα τὸν [5] ὅλον ἀπεργάζεται κύκλον, ὥστ’ ἐξ ἄλλων μὲν ἄλλο τι γε‐ νέσθαι συγχωρήσομεν, οὐ μὴν ἀνομοιογενὲς ἔσται. καὶ γὰρ τὰ σχήματα σχημάτων ἐστὶν ἀπεργαστικὰ καὶ τὰ σμικρό‐ τερα μεγέθη τῶν μειζόνων, οὐ μὴν ἤτοι σχήματα μεγεθῶν ἢ μεγέθη σχημάτων, ὥστ’ ἐκ μὲν τῶν μὴ μεταβαλλόντων [10] τὰς ποιότητας στοιχείων οὐκ ἐγχωρεῖ γενέσθαι τι τῶν ἑτε‐ ρογενῶν, ἐκ δὲ τῶν μεταβαλλόντων ἐγχωρεῖ· δύναται γὰρ ἐν πολλαῖς ταῖς μεταξὺ μεταβολαῖς τὸ τέως μέλαν αὖθις γενέσθαι λευκὸν καὶ τὸ τέως λευκὸν αὖθις μέλαν καὶ τὸ νῦν ἀναίσθητον αὖθις αἰσθητικόν. ὅσοι μὲν οὖν ἐκ πυρός [15] τε καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς μεταβαλλόντων τε καὶ κεραννυμένων καὶ ἀλλοιουμένων δι’ ὅλων ἀξιοῦσι γίγνεσθαί τι τῶν συνθέτων σωμάτων αἰσθητικὸν ἐνδεχόμενα λέγου‐ [1 . 431] σιν, \ μένων ἀλλήλοις οὕτως ὥσπερ ἐν σωρῷ πυρῶν καὶ κριθῶν [5] φάσκειν αἰσθητικὸν ἀπεργάζεσθαι σῶμα ἢ ὥσπερ οἱ πρὸ τούτων ἔλεγον τὰς ἀτόμους· οὐδὲ γὰρ ἐνδέχεται τῶν στοι‐ χείων ἀπαθῶν μενόντων ἐξ ἀναισθήτων πολλῶν συνελθόν‐ των ἓν αἰσθητικὸν ἀπεργασθῆναι σῶμα. δέδεικται γὰρ, ὡς οὐδὲν ἑτερογενὲς δύναται προσελθεῖν τοῖς συντιθεμέ‐ [10] νοις· αἴσθησις δέ γε πάντη γένους ἐστὶν ἑτέρου σχήματός τε καὶ βάρους καὶ σκληρότητος, ἃ ταῖς ἀτόμοις ὑπῆρχεν, ὥσπερ αὖ καὶ τῶν ἄλλων, ἃ πυρὶ καὶ ἀέρι καὶ γῇ καὶ ὕδατι. καὶ γὰρ παρὰ τὰ χρώματα καὶ τοὺς χυμοὺς καὶ τοὺς ἀτμοὺς καὶ πάνθ’ ἁπλῶς εἰπεῖν τἆλλα τὰ τοῖς σώμα‐ [15] σιν ὑπάρχοντα τὸ τῆς αἰσθήσεως ἕτερόν ἐστι γένος, ὥστ’ οὔτ’ ἐξ ἀτόμων οὔτ’ ἐκ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος [1 . 432] ἐγχωρεῖ γενέσθαι τὸ αἰσθητικὸν σῶμα μενόν\ των καὶ τοιούτων, οἷά πέρ ἐστι κατὰ τὴν ἑαυτῶν φύσιν. ἢ τοίνυν ἐξ αἰσθητικῶν τῶν πρώτων στοιχείων ἢ ἐξ ἀναι‐ σθήτων μέν, ἀλλὰ μεταβάλλειν τε καὶ ἀλλοιοῦσθαι πεφυ‐ [5] κότων ἀναγκαῖόν ἐστι συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι. ταυτὶ μὲν οὖν, ὅτι τε πλείω πάντως ἑνός ἐστι τὰ στοιχεῖα καὶ ὅτι παθητικά, δείκνυσιν. εἰ δ’ ἐκ τῶν πρώτων αἰσθη‐ τικῶν ἁπάντων ἢ οὐκ αἰσθητικῶν, οὔπω δείκνυσιν· ἄμφω γὰρ ἐνδέχεσθαί φημι. ὅτι μέντοι πάντως ἐστί τινα τὰ μὴ [10] αἰσθητικὰ, πρόδηλον ἐκ τοῦ καὶ τῶν συνθέτων εἶναί τινα τοιαῦτα. ἐπεὶ δ’ αὐτάρκως ἀποδέδεικται τοῦτο τοῖς γ’ ὁπωσοῦν ἀκολουθεῖν ἀποδείξει μεμαθηκόσιν, ἐφεξῆς ἂν εἴη διελθεῖν ἄμεινον, ὃ πολλάκις τ’ ἐλέγομεν καὶ πολλαχοῦ τῶν Ἱπποκράτους συγγραμμάτων ἐπεδείκνυμεν, ὡς ἓν τῶν [15] ὁμοειδῶν εἰπὼν ἡμῖν ἐπιτρέπει τὰ λοιπὰ τὰ τὴν αὐτὴν [1 . 433] ἐκείνῳ δύναμιν ἔχοντα προστιθέναι τῷ λόγῳ. \ νῦν οὕτω μοι δοκεῖ πεποιηκέναι δείξας μὲν αὐτὸς ἐξ ἑνὸς φαινομένου τὸ τῆς δόξης ἀδύνατον, ἀπολιπὼν δ’ ἡμῖν ἐκ τῶν τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἐχόντων ἀποδεικνύναι πο‐ [5] λυειδῶς. ἓν μὲν γὰρ τῶν φαινομένων ἐστὶ τὸ ἀλγεῖν ἡμᾶς· ἐδείχθη δὲ τοῦτο γενέσθαι μὴ δυνάμενον ἄνευ τοῦ πάσχειν· ᾧ πάλιν εἵπετο τὸ πλείω πάντως ἑνὸς εἶναι τὰ στοιχεῖα. τὸ γὰρ ἓν οὐχ οἷόν τ’ ἦν πάσχειν οὐδενὸς ὄντος τοῦ δια‐ τιθέντος αὐτό. ὥσπερ οὖν ἐκ τῶν ἀλγούντων σωμάτων, [10] οὕτω κἀκ τῶν ἡδομένων ἔχεις ἀποδεικνύναι ταὐτὸν καὶ ὥσπερ ἐκ τούτων, οὕτω κἀκ τῶν αἰσθανομένων, ὥσπερ αὖ κἀγὼ νῦν ἐξεπίτηδες ἐποίησα πολλαχόθι τοῦ λόγου. καὶ μὴν εἰ μήθ’ ἡδονὴ μήτε πόνος, ἀλλὰ μηδ’ αἴσθησις ὅλως ἐστὶ τοῖς ἀπαθέσι στοιχείοις, οὐδὲ μνήμη δήπουθεν οὐδ’ [15] ἀνάμνησις οὐδὲ φαντασία· ῥίζα γάρ τις αὐτῶν ἐστι καὶ οἷον πηγὴ πάντων ἡ αἴσθησις· εἰ δὲ μηδὲν τούτων, οὐδ’ \| [1 . 434] ἄλλο τῶν ψυχικῶν ἔργων οὐδὲν, ὥστ’ οὐδὲ ψυχή. θαυμά‐ ζειν οὖν ἄξιον τῶν παλαιῶν ἀνδρῶν· τὸ τάχος τῆς ἑρμη‐ νείας· ἐν ἐλαχίστοις γὰρ ὁ Ἱπποκράτης ὀνόμασιν ἅπαντ’ ἐνεδείξατο ταῦτα καὶ ἰσχυρῶς ἀπέδειξεν, ὡς οὐκ ἔστιν ἓν [5] τὸ στοιχεῖον· ἀλλὰ γὰρ ἐπειδὴ καὶ περὶ τούτων διεληλύ‐ θαμεν, ἴδωμεν, ὅπως συνάπτει τῷ προειρημένῳ λόγῳ τὸν ἐφεξῆς· ἔχει δ’ ἡ σύμπασα ῥῆσις ὧδε· „Ἐγὼ δέ φημι, εἰ ἓν „ἦν ὥνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν, ὑφ’ „ὅτου ἀλγήσειεν ἓν ἐών· εἰ δ’ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη [10] „καὶ τὸ ἰώμενον ἓν εἶναι.“ εἰ ἓν, φησίν, ὑπῆρχεν ὁ ἄν‐ θρωπος, οὐκ ἂν ἤλγεεν. εἰ δέ γε καὶ ἤλγεεν, ἀναγκαῖον ἂν ἦν ἓν εἶναι καὶ τὸ ἰώμενον. κατὰ δὲ τὸν αὐτὸν τρόπον τοῦ σχήματος τοῦ συλλογιστικοῦ καὶ τὸν ἀπὸ τῆς ἰάσεως ἐρωτᾷ λόγον, ὥσπερ ἠρώτησε καὶ τὸν ἀπὸ τῶν ἀλγημάτων· [15] ἀκόλουθον γὰρ λαβὼν τῷ προτέρῳ τὸ δεύτερον, εἶτ’ αὖθις προσλαβὼν τὸ ἀντικείμενον τῷ ἑπομένῳ περαίνει τὸ ἀντι\|‐ [1 . 435] κείμενον τῷ ἡγουμένῳ. εἴπερ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐ‐ δέποτ’ ἂν ἤλγησεν· ἀλγεῖ δέ γε· οὐκ ἄρ’ ἕν ἐστιν. ὡσαύτως δὲ καὶ ὁ ἀπὸ τῆς ἰάσεως ἐρωτηθήσεται λόγος· εἰ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ, καὶ ὁ τρόπος τῆς ἰάσεως εἷς ἔσται· ἀλλὰ [5] μὴν οὐχ εἷς· οὐκ ἄρ’ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ. δεῖ τοίνυν κἀνταῦθα πάλιν, ὡς καὶ πρόσθεν ἐποιήσαμεν, ὅτι τε τῷ προτέρῳ τὸ δεύτερον ἀκολουθεῖ καὶ ὅτι καλῶς προσλαμβά‐ [10] λόγῳ. ὅτι μὲν οὖν, εἴπερ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλ‐ γησεν, ἐν τοῖς πρὸ τούτου λόγοις ὑπεμνήσαμεν, ὅτι δ’ εἴπερ ἤλγησεν, ἕνα τῆς ἰάσεως ἐχρῆν εἶναι τὸν τρόπον, ὧδ’ ἂν μάλιστα μάθοις, εἰ λογίσαιο τὸ διὰ μηδὲν τῶν ἔξωθεν πάσχον ἐκ λοιπῆς τῆς οἰκείας φύσεως πάσχειν. μιᾶς οὖν [15] ἑκάστῳ τῆς οἰκείας ὑπαρχούσης φύσεως ἔσται μὲν δήπου [1 . 436] καὶ τὸ πάθος ἕν. ἀκολουθ\ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος μία· τοῦτο δ’ ἦν ἡ ἴασις· ὥστε καὶ ἡ ἴασις ἔσται μία τοῦ δι’ ἑαυτὸ πάσχοντος, ὥσπερ καὶ τὸ ἰώμενον ἕν. ὅτι δέ γ’ ἅπαντα ταῦτα τὰ νῦν εἰρημένα [5] ψευδῆ προφανῶς ἐστιν, οὐ δέομαι λέγειν, ἀλλ’ ἕπεται τῇ πρώτῃ τῶν ὑποθέσεων, ἣν ἀδύνατόν γε παντὸς μᾶλλον οὖσαν ἐκ περιουσίας ὁ Ἱπποκράτης προσήκατο καὶ οὐδὲν ἧττον ἀπέδειξε κἀκ ταύτης τῆς ὑποθέσεως, ὅπερ ἐξ ἀρχῆς αὐτῷ προὔκειτο· τὸ μὲν γάρ, εἰ ἓν ἦν τὸ στοιχεῖον, οὐκ [10] ἂν ἀλγεῖν ἡμᾶς ἀληθές, τὸ δέ γ’ ὑποθέσθαι, κἂν εἰ ἓν ἦν τὸ στοιχεῖον, ἀλγεῖν ἡμᾶς οὐκ ἀληθές. ἀλλ’ ὅμως ὑποτίθεται τοῦτο δεικνὺς ἐκ τῶν ἑπομένων αὐτῷ τὸ καὶ οὕτως ἀνα‐ τρέπεσθαι τὴν ἀρχήν· ἓν γὰρ καὶ τὸ νόσημα καὶ τὸ εἶδος τῆς ἰάσεως ἔσται καὶ τὸ ἰώμενον ἕν. οὐχὶ δέ γε τὸ ἰώμε‐ [1 . 437] νον ἕν ἐστιν. ἡ ὑπόθεσις ἄρα ψευδὴς τὸ ἓν εἶναι \ στοιχεῖον. ὅτι δ’ οὐχ ἓν τὸ ἰώμενον, ἐναργές. καὶ γὰρ θερ‐ μαινόμενος ὅδε τις ἐθεραπεύθη καὶ ἄλλον εὑρήσεις, ὃς οὐδὲν ἧττον ἐθεραπεύθη ψυχόμενος εἴθ’ ὑγραινόμενος, οὐκ [5] ὀλίγους δ’ εὑρήσεις, οἳ διὰ τῶν ξηραινόντων ἰάθησαν. ἀλλ’ οὐδ’ εἰ διὰ τῶν στρυφνῶν ἢ πικρῶν ἐθεραπεύθη τις, ἤδη καὶ πάντες· εἰσὶ γὰρ οἳ διὰ τῶν ἁλμυρῶν ἢ γλυκέων. οὕτω δὲ καὶ διὰ τῶν μὲν ἐπεχόντων τὴν κοιλίαν ὅδε τις, ἕτερος δὲ διὰ τῶν ὑπαγόντων καὶ διὰ μὲν τῶν πυκνούντων ὅδε [10] τις, διὰ δὲ τῶν ἀραιούντων ἄλλος, καὶ καθόλου φάναι τρό‐ πον ἰάσεως οὐδένα δυνατὸν εὑρεῖν, οὗ μὴ καὶ τοὐναντίον ἐξευρήσεις. ὥστ’ ὀρθῶς εἶπεν, ὅτι τὸ ἰώμενον οὐχ ἕν ἐστιν. ἀλλὰ μὴν ἐκ ταύτης γε τῆς προτάσεως καὶ τῆς ἑτέρας, ἣν ἐξ ὑποθέσεως ἔλαβε, τὸ μὴ ἓν εἶναι τὸ στοιχεῖον ἐπεραίνετο [15] καὶ γίγνεται σύμπας ὁ ἐρωτώμενος λόγος τοιοῦτος· εἰ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ, καὶ ὁ τρόπος τῆς ἰάσεως εἷς ἔσται· [1 . 438] οὐχὶ δέ γ’ ὁ τρόπος τῆς \ θρωπος] ἀλγεῖ. μηκέτ’ οὖν ἐπιζητῶμεν τὸ κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος εἰρημένον ὑπ’ αὐτοῦ μηδ’ ἑτέρως ἐξηγώ‐ μεθα παρὰ ταυτὶ τὰ νῦν εἰρημένα σαφῶς γ’ ἤδη τὴν ἅπα‐ [5] σαν γνώμην ἐπιστάμενοι τἀνδρός. ἀλλ’ ἐπειδὰν εἴπῃ· „Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς „ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν „ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν· „οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε [10] „πῦρ οὔτε ὕδωρ οὔτε γῆν οὔτ’ ἄλλο οὐδέν, ὅ τι μὴ φανερόν „ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ·“ ὅταν ταῦτα λέγῃ, μὴ συνάπτοντές τε καὶ ψιλοῦντες ἀναγιγνώσκωμεν ὡς ἓν μέρος λόγου τὸ ΕΝΕΟΝ, ὅπερ οἱ πολλοὶ τῶν Ἱπποκρατείων ἐποίη‐ σαν, ἀλλὰ δασύνοντές τε καὶ διϊστάντες εἰς δύο μέρη [15] λόγου, ὡς εἰ καὶ οὕτως εἶπεν· „οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε πῦρ οὔτε ὕδωρ οὔτε γῆν [1 . 439] οὔτ’ ἄλλο οὐδέν, ὅ τι μὴ φανερόν ἐστιν \ ἐν τῷ ἀνθρώπῳ.“ Ὅτι γὰρ ὁ πρῶτος λόγος αὐτῷ σύμπας περὶ τοῦ μὴ ἓν εἶναι τὸ στοιχεῖόν ἐστιν, ἀποδέδεικται μὲν κἀξ ὧν ὀλίγον ἔμπροσθεν εἶπεν, οὐδὲν δ’ ἧττον κἀξ ὧν [5] εὐθὺς ἐν ἀρχῇ μετὰ τὴν προγεγραμμένην ταύτην ῥῆσιν ἐπιφέρει· „Φασὶ γὰρ ἕν τι εἶναι ὅ τί ἐστι καὶ τοῦτ’ εἶναι [10] πάλιν· „Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὥνθρωπος „αἷμα μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολὴν φάσκουσιν εἶναι „τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα.“ Εἶτ’ ἐφεξῆς ἀρξά‐ μενος αὐτοῖς ἀντιλέγειν πρώτην μὲν ἐκείνην γράφει τὴν ῥῆσιν, ἣν πρώτην ἐξήγημαι, κοινῇ πρός τε τοὺς ἰατροὺς καὶ [15] τοὺς φυσικοὺς ἰσχύουσαν, εἶτ’ ἰδίᾳ πρὸς τοὺς ἰατροὺς ἀν‐ τιλέγει κατὰ τήνδε τὴν ῥῆσιν· „Ἀξιῶ δ’ ἔγωγε τὸν φά‐ [1 . 440] „σκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον \ „δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γί‐ „γνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς [5] „νον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γὰρ εἶναι μίαν γέ τινα ὥρην, „ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἐνεόν. τὰ αὐτὰ δὲ λέγω „καὶ περὶ τοῦ φάσκοντος φλέγμα μοῦνον εἶναι τὸν ἄνθρω‐ „πον καὶ περὶ τοῦ χολὴν φάσκοντος εἶναι.“ Τελειώσας δὲ τοῦτον τὸν λόγον ἐφεξῆς πάλιν ἐπιφέρων ἐρεῖ· „Πρῶτον [10] „μὲν οὖν ἀνάγκη τὴν γένεσιν γενέσθαι μὴ ἀφ’ ἑνός. πῶς „γὰρ ἂν ἕν γ’ ἐόν τι γεννήσειεν, εἰ μή τινι μιχθείη;“ Καὶ πάλιν ἐφεξῆς· „Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, „ὅτε γε οὐδ’ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς „ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα.“ Καὶ πάλιν ἐφεξῆς· [15] „Ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν „ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου μὴ ἓν εἶναι τὸν [1 . 441] „ἄνθρωπον.“ Καὶ πάλιν ἐν τοῖς \ [5] ταῦτα πάλιν οὐδὲν ἄλλ’ ἢ τοῖς ἓν εἶναι τὸ στοιχεῖον ἀξιοῦσιν ἀντιλέγει σαφῶς. δῆλον οὖν, ὅτι καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου τοῦτ’ εἶπεν, ὅπερ ἡμεῖς ἐξηγησάμεθα, τὸ μήτ’ ἀέρα μόνον εἶναι τὸν ἄνθρωπον μήτε πῦρ μήτ’ ἄλλο μηδέν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ὑπάρχον ἐν τῷ σώματι. [10] καὶ γὰρ αὖ καὶ ὅταν εἴπῃ· „Οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν „ὥνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι, ὁρέον‐ „τες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν „ὑπερκαθάρσεσι τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας „φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, [15] „ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα,“ πόθεν ὁρ‐ μηθέντες ἔνιοι τὸν ἄνθρωπον ἓν εἶναί φασι, διηγεῖται κἄπειτα δ’ ἀντιλέγων αὐτοῖς γράφει· „Καίτοι τὸ μὲν πρῶ‐ [20] ἐν οἷς μετὰ ταῦτα πεποίηται τὸν λόγον, ὡς οὐχ εἷς χυμός ἐστιν ἡ φύσις τἀνθρώπου, τοῦτ’ ἔστι τὸ στοιχεῖον, ἀλλ’ οἱ [1 . 442] τέτταρες, οὐδὲν ἄλλ’ ἢ ὅπερ ἐξ ἀρχῆς \ μὴ ἓν εἶναι τὸν ἄνθρωπον. ἔστι μὲν οὖν ἠλίθιος ἡ δόξα καὶ τῶν φυσικῶν φιλοσόφων καὶ τῶν ἰατρῶν, ὅσοι τὸ στοιχεῖον ἓν εἶναί φασιν ἢ τοῦ παντὸς ἢ τἀνθρώπου. [5] Καὶ μᾶλλον ἔστι θαυμάσαι, πῶς οἱ τὰ τοιαῦτα λέγοντες ἐν εὐδοξίᾳ τινὶ παρὰ τοῖς ἀνθρώποις ἦσαν, ἢ ἀπορῆσαι τῆς ἀντιλογίας· ἀλλ’ ὅμως ὁ Ἱπποκράτης ἀντιλέγειν αὐτοῖς ἐπεχείρησεν οὐχ ὡς μέγα τι ποιῶν, ἀλλὰ διὰ τὴν κατέχουσαν δόξαν· οὐδὲ γὰρ οὐδὲ πιθανοῖς τισι [10] λόγοις ἐχρήσαντο καὶ δυσλύτοις οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον, ἀλλὰ πρόχειρόν τε καὶ ῥᾴστην φωραθῆναι τὴν ἀτοπίαν ἔχουσιν· οἵ τε γὰρ τὸ ὕδωρ εἰπόντες εἶναι στοι‐ χεῖον, ὅτι τοῦτο πυκνούμενον μὲν καὶ οἷον πιλούμενον γί‐ γνεται γῆ, ἀραιούμενον δὲ καὶ οἷον χεόμενον ἀήρ, εἰ δ’ ἐπὶ [15] πλέον ἀραιωθείη τε καὶ χυθείη, πῦρ, διὰ τοῦτό φασιν \ [1 . 443] ὑπάρχειν αὐτὸ στοιχεῖον. οἵ τε τὸν ἀέρα, καὶ οὗτοι πῦρ μὲν γίγνεσθαί φασιν ἀραιούμενον, ὕδωρ δὲ πυκνούμενον· εἰ δ’ ἐπὶ πλέον πυκνωθείη, γῆν. οἵ τε τὴν γῆν, ἐκ τοῦ μετρίως μὲν χυθεῖσαν ὕδωρ γίγνεσθαι, περαιτέρω δ’ ἀραιω‐ [5] θεῖσαν ἀέρα καὶ πάνυ σφόδρα τοῦτο παθοῦσαν εἰς πῦρ [10] ἀποτελεῖσθαι, συλλογίζονται καὶ αὐτοὶ τοῦτ’ εἶναι τὸ στοι‐ χεῖον. καίτοι πρόχειρός γ’ ἡ ἀτοπία τῶν λόγων. ὑπὲρ γὰρ τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰρηκότες ἅπαντες οὐ τοῦτ’ οἴονται δεικνύναι, ἀλλ’ ὅ τί περ ἂν αὐ‐ τῶν ἕκαστος ὀνομάσῃ στοιχεῖον. οὐκ ἔστι δὲ ταὐτὸν ἢ [15] περὶ τῆς εἰς ἄλληλα μεταβολῆς εἰπεῖν ἀέρος καὶ πυρὸς \ [1 . 444] καὶ ὕδατος καὶ γῆς ἢ περὶ στοιχείων· οὐ γὰρ δὴ ταύτῃ γε στοιχεῖον ἕκαστον αὐτῶν, ᾗ μεταβάλλειν εἰς ἄλληλα πέφυ‐ κεν, ἀλλ’ ᾗ πρῶτόν τ’ ἐστὶ καὶ ἁπλούστατον. ἐπεί τοι καὶ Πλάτων ὑπὲρ τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν ἐν Τιμαίῳ [5] διείλεκται κοινὴν ὑποβεβλῆσθαι πᾶσιν ὕλην μίαν ἀποδεῖξαι βουλόμενος. ἀλλ’ οὗτος μὲν ὡς ἂν εἰδὼς ἀποδεικνύειν εἰς δέον ἐχρήσατο τῇ τῶν πρώτων σωμάτων εἰς ἄλληλα μετα‐ βολῇ, Θαλῆς δὲ καὶ Ἀναξίμανδρος καὶ Ἀναξιμένης καὶ Ἡράκλειτος ἓν ἐξ αὐτῶν ὁτιοῦν ἄλλος ἄλλο θέμενος εἶναι [10] στοιχεῖον ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν ἀποδεικνύναι πειρῶνται. καί μοί γε δοκοῦσιν ἅπαντες ἐκεῖνοι τὴν ὕλην ὀνειρώττειν, ἣ κοινὴ πᾶσιν ὑποβέβληται τοῖς στοιχείοις, καὶ ταύτην μίαν ὁρῶντες ἓν ὑπολαμβάνειν εἶναι καὶ τὸ στοι‐ χεῖον. εἶτα δέον εἰπεῖν, εἴπερ ἄρα τὸ κοινῇ πᾶσιν ὑποβε‐ [15] βλημένον, ἀέρι καὶ πυρὶ καὶ ὕδατι καὶ γῇ, τοῦτ’ εἶναι τὸ στοιχεῖον, οἵδ’ ὑπερέβησαν μὲν ἐκεῖνο, τῶν τεττάρων δ’ ἓν [1 . 445] ὁτιοῦν ἀπεφήναντο κοινῇ μὲν γνώμῃ τῆς \ τες χρησάμενοι, θέμενοι δ’ οὐ ταὐτὸν [ἅπαντες] στοιχεῖον. ᾧπερ δὴ καὶ σκώπτων αὐτοὺς ὁ Ἱπποκράτης εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ὧδέ πώς φησι· „Γνώμῃ μὲν γὰρ τῇ αὐ‐ [5] „τέῃ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτά.“ Κἄπειτα τούτῳ συνάπτων· „Ἀλλὰ τῆς μὲν γνώμης, φησί, τὸν ἐπί‐ „λογον τὸν αὐτὸν ποιέονται.“ Τίς δ’ ἦν ὁ αὐτῶν ἐπίλογος; ὃν ἔμπροσθεν εἴπομεν. οἵ τε γὰρ τὴν γῆν λέγοντες εἶναι στοιχεῖον ἐκ τοῦ χεομένην αὐτὴν ὕδωρ γίγνεσθαι καὶ μᾶλ‐ [10] λον ἀραιωθεῖσαν ἀέρα κἄπειτα πῦρ, ἐκ τούτου συλλογί‐ ζονται γῆν εἶναι τὸ στοιχεῖον, κατὰ ταὐτὰ δὲ καὶ οἱ τὸν ἀέρα καὶ τὸ πῦρ εἰπόντες καὶ τὸ ὕδωρ, ὡς ἔμπροσθεν ἐδή‐ λωσα. πάντες οὖν ἐπίλογον ἕνα λέγουσιν ἐπὶ διαφόροις ὑποθέσεσι πρῶτον μὲν οὐκ ἐπιφέροντες οἰκεῖον συμπέ‐ [15] ρασμα· τὸ γὰρ οἰκεῖον ἦν εἰπεῖν, ἓν ἄρα τὸ ὑποκείμενον [1 . 446] ἅπασι καὶ οὐσία μία, \ [5] μέμφεται ἐν μὲν τῷ φάναι· „Καὶ ἐπιλέγει ἕκαστος τῷ „ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ γέ ἐστιν οὐδέν“ σαφῶς ἐνδεικνύμενος, ὡς ἀναπόδεικτα φλυαροῦσι καὶ παρα‐ λογίζονται σφᾶς αὐτοὺς μᾶλλον ἢ συλλογίζονται, ἐν δὲ τῷ προσγράψαι· „Ὅτε γὰρ τῇ μὲν αὐτέῃ γνώμῃ πάντες χρέον‐ [10] „ται, λέγουσι δ’ οὐ τὰ αὐτά, δῆλον ὅτι οὐδὲ γινώσκουσιν „αὐτά“ ἐν τούτῳ πάλιν αὐτὸ τοῦτ’ ἐνδεικνύμενος, ὡς οὐκ αἰσθάνονται διαφόρων τε καὶ μαχομένων πραγμάτων ἀπό‐ δειξιν ἐπιχειροῦντες πάντες τὴν αὐτὴν λέγειν. ὅθεν καὶ „ᾧ ἂν τύχῃ μάλιστα, φησίν, ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν [15] „ὄχλον“, περιγίγνεσθαι δοκεῖ τῷ λόγῳ καὶ μάλιστ’ εἰπὼν πρὸς τὸν ὄχλον, ἀπαιδεύτων δηλονότι πλῆθος ἀνθρώπων [1 . 447] οὐκ εἰδότων, ὅ τί ποτ’ ἐστὶν ἀπόδειξις. διὸ καὶ \ θῶς ἐπήνεγκεν· „Ἀλλ’ ἔμοιγε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρω‐ „ποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν ἐν τοῖσιν οὐνόμασι τῶν [5] θοῦν.“ Ὁ γάρ τοι Μέλισσος ἀλλόκοτα μὲν καὶ αὐτὸς ἀπ‐ εφήνατο περὶ τοῦ παντός, ὡς ἕν τ’ εἴη καὶ ἀμετάβλητον καὶ ἄπειρον, ἐξ ὧν δ’ οἱ τὸν ἀέρα λέγοντες ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ ἢ τὴν γῆν εἶναι τὸ ἓν καὶ τὸ πᾶν ἐπιχειροῦσιν, ἐκ τούτων ἂν δόξειεν ὁ τοῦ Μελίσσου λόγος ὀρθοῦσθαι. [10] εἰ γὰρ χρὴ δυοῖν ἀτόποιν οὕτω δογμάτοιν αἵρεσιν ποιή‐ σασθαι, κινδυνεύει νοῦν ἔχειν μᾶλλον ὁ τοῦ Μελίσσου λόγος· ὃ γὰρ ὑπέθετο κατ’ ἀρχάς, οὐκ ἀνατρέπει κατὰ τὴν ἐφεξῆς διέξοδον ὡς οὗτοι. θέντες γὰρ εἶναι τὸ στοιχεῖον τῶν ὄντων ἓν ἐν τοῖς ἐφεξῆς μνημονεύουσι τῆς μεταβολῆς [15] αὐτοῦ τέτταρα ποιοῦντες τὰ ὄντα. βέλτιον δ’ ἦν ἀμετά‐ βλητον ὑποθέσθαι τοῦτο τὸ ἕν, εἰ ὄντως ἕν ἐστιν· εἰ γὰρ μεταβάλλει, πῶς ἕν ἐστιν ἔτι; δεόντως οὖν ὁ Ἱπποκράτης [1 . 448] ἅπαντας ἔφη τοὺς \ τὸ ὕδωρ ἢ τὴν γῆν εἶναι στοιχεῖον ὀρθοῦν τὸν τοῦ Μελίσσου λόγον, καίτοι γ’ ἄτοπον ὄντα δεινῶς καὶ παρὰ πᾶσαν ἐνάρ‐ γειαν εἰρημένον, ὡς μηδ’ ἀντιλογίας χρῄζειν. ἐπὶ πλέον δὲ [5] περὶ τῆς ἀτοπίας αὐτοῦ καὶ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως διείλεκται. Καὶ μὲν δὴ καὶ τὸ εἶδος τῶν λόγων ὡσαύτως [10] σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκοπεῖν·“ εἶτ’ αὐτὸ τοῦτ’ ἀποδείξας καὶ διὰ τοῦτο μηδ’ ἀντιλογίας τινὸς δεῖσθαι φή‐ σας τὸν Μελίσσου τε καὶ Παρμενίδου λόγον ἐναργῶς ἑκά‐ τερον ἄτοπον ὄντα προϊόντος τοῦ συγγράμματος ἀντιλέγων αὐτοῖς εὑρίσκεται. ταὐτὸν δὴ τοῦτο καὶ ὁ Ἱπποκράτης [15] ἔπαθεν· ἐνδειξάμενος γάρ, ὡς ἀναιροῦσι τὴν ἰατρικὴν τέ‐ χνην οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον καὶ ὡς οὐκ ἔστιν [1 . 449] αὐτοῖς ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν, ὅμως ἐν \ ταῦτα φαίνεται διαβάλλων αὐτῶν τὴν δόξαν. ὅτι δὲ καὶ τὰς τῆς φυσιολογίας ἀρχάς, ὡς Ἀριστοτέλης ἔλεγε, καὶ τὰς τῆς ἰατρικῆς, ὡς Ἱπποκράτης φησίν, ἀναιροῦσιν οἱ ἓν εἶναι λέ‐ [5] γοντες τὸ ὄν, ἄντικρυς δῆλον· ἡ γὰρ φυσιολογία περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ ὅλως ἐν μεταβολῇ σωμάτων ἐστίν. εἰ δ’ ἕν ἐστι μόνον τὸ ὄν, ἀνῄρηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ ἰατρικὴ πρῶτον μὲν κἀκ τοῦ γενέσεως καὶ φθορᾶς οἷον ὑπηρέτις ὑπάρχειν, εἰ μὴ δοθείη ταῦτ’ [10] εἶναι, συναναιρεῖται καὶ αὕτη· ἔπειτα δὲ καὶ οἱ τρόποι τῶν ἰάσεων οἱ πολλοὶ καὶ πολυειδεῖς οὗτοι πρὸς τῶν ἓν ἡγουμένων εἶναι τὸ ὂν ἀνατρέπονται. ἢ γὰρ οὐδ’ ὅλως πείσεταί τι τὰ σώμαθ’ ἡμῶν ἢ εἴπερ πάσχει, καθ’ ἕνα τρό‐ πον πείσεται, ὥστε καὶ τὸ ἰώμενον ἓν ἔσται. εἰ δὲ τοῦτ’ [15] ἀληθές, ἀπόλωλε δηλονότι σύμπασα ἡ ἰατρική. πολλῶν μὲν γὰρ ὄντων τῶν ἰωμένων ἔργον ἰατροῦ τὸ πρόσφορον \| [1 . 450] ἑκάστῳ τῶν νοσημάτων ἐξευρεῖν· ἑνὸς δ’ ὑπάρχοντος κατ’ εἶδος τοῦ τ’ ἰωμένου καὶ τοῦ νοσοῦντος οὐδεὶς κίνδυνος [5] „φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς „ἰητρικὴν ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν·“ εἶτ’ ἐπήνεγκεν· „Οὔτε γὰρ τὸ πάμπαν ἠέρα „λέγω τὸν ἄνθρωπον εἶναι“ τοῦτ’ ἔστιν οὐ παντελῶς ἓν οὐδὲ μόνον. ὁ γὰρ τοῦτο λέγων προσωτέρω ἢ κατὰ τὴν [10] ἰατρικὴν ἀποφαίνεται τὰς ἀρχὰς τῆς τέχνης ἀνατρέπων· χρὴ γάρ, εἴπερ τι καὶ ἄλλο, καὶ τοῦτο συγκεχωρῆσθαι τοῖς ἰατροῖς, ὡς πολλαὶ μὲν αἱ τῶν νοσημάτων ἰδέαι, πολλαὶ δ’ αἱ τῶν ἰαμάτων. τοῦτ’ οὖν ὁ μὴ συγχωρῶν ἀναιρεῖ τὰς ἀρχὰς τῆς ἰατρικῆς, ὥστε προσωτέρω ἢ κατὰ τὴν ἰατρικήν [15] ἐστιν ὁ λόγος· ὁ γὰρ ἀντιλέγων τοῖς ἀναιροῦσιν ἡστινοσ‐ οῦν τέχνης τὰς ἀρχὰς οὐχ ὁ τεχνίτης ἐστὶ τῆς ἀναιρουμέ‐ νης τέχνης, ἀλλ’ ἕτερός τις, ὅπερ ἄν σοι δῆλον γένοιτο κἀκ [1 . 451] τῆς τοῦ Ἀριστοτέλους ῥήσεως \ „καὶ τῷ γεωμέτρῃ οὐκέτι λόγος ἐστὶ πρὸς τὸν ἀνελόντα τὰς „ἀρχάς, ἀλλ’ ἤτοι ἑτέρας ἐπιστήμης ἢ πασῶν κοινῆς, οὕτως „οὐδὲ τῷ φυσικῷ.“ τοῖς γὰρ ἀναιροῦσι τὰ ἐναργῶς φαι‐ [5] νόμενα ἢ κοινῇ πάντας ἀνθρώπους μέμφεσθαι προσῆκεν, ὡς ἀνατρέπουσι τὸν βίον, ἤ τινα τέχνην ὑπὲρ τῶν ἀρχῶν ἀγω‐ νιζομένην προστήσασθαι παρὰ τὰς κατὰ μέρος ἁπάσας, αὐτὴν δ’ ἑκάστην τῶν κατὰ μέρος τεχνῶν ἐπὶ ταῖς ἀρχαῖς συγχωρηθείσαις οὕτω προϊέναι. φαίνονται τοίνυν ὁ μὲν [10] Ἀριστοτέλης τε καὶ Ἱπποκράτης ὡσαύτως διατεθεῖσθαι τὸν [15] ἀέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν στοιχεῖα τιθεμένων, ἀλλ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῖς ἓν ὁτιοῦν αὐτῶν εἰποῦσιν εὑ‐ [1 . 452] ρίσκεται \ εἰ, διότι μηδὲν τῶν τεττάρων εἰλικρινὲς ἐν τῷ σώματι φαί‐ νεται, διὰ τοῦτ’ ἀπιστηθήσεται πάντα· κατὰ γὰρ τὸν αὐ‐ τὸν οἶμαι τρόπον ἀπιστήσει τις ἐκ κηροῦ καὶ ῥητίνης καὶ [5] πίττης καὶ στέατος συγκεῖσθαι τὴν τετραφάρμακον καλου‐ μένην, ὅτι μηδὲν αὐτῶν ὁλόκληρον καὶ παντελὲς ἐν αὐτῇ περιεχόμενον φαίνεται. καὶ τί δεῖ λέγειν περὶ τῶν οὕτω δι’ ὅλων ἀλλήλοις κραθέντων, ὅπου γε καὶ τὰ ξηρὰ φάρ‐ μακα τὰ ἐκ καδμείας καὶ στίμμεως καὶ χαλκοῦ κεκαυμένου [10] συγκείμενα καλῶς λειωθέντων τῶν ἁπλῶν οὐδὲν εἰλικρινὲς ἔτι διασωζόμενον ἔχει οὐδ’ ἔστι λαβεῖν τι μόριον οὐδὲ τὸ σμικρότατον αὐτῶν, ἐν ᾧ τῶν εἰρημένων ὁτιοῦν ἓν ἄκρατόν τε καὶ ἄμικτον ἑτέρου θεάσῃ. μὴ τοίνυν μηδ’, ἐπειδὴ καὶ κατὰ τὰ τῶν ζῴων σώματα τῶν τεττάρων στοιχείων οὐδὲν εἰλι‐ [15] κρινὲς οὐδὲ παντελές ἐστιν, ἀπιστῶμεν ἐκ τούτων αὐτὰ κε‐ [1 . 453] κρᾶσθαι \ εἶναι συγχωρῶμεν, ἀφαιρώμεθα δὲ τὰ ζῷα τῆς ἐκ τούτων γενέσεως, ὥσπερ ἔξωθέν ποθεν ἥκοντα καὶ οὐκ ἐν τῷ κόσμῳ γεγονότα. ἢ δεῖξαί μέ σοι κελεύεις γῆν ἐν τοῖς τῶν [5] ζῴων σώμασιν εἰλικρινῆ καὶ ἄμικτον αὐτὸς μηδ’ ἐν τῷ κόσμῳ τοιαύτην δεῖξαι δυνάμενος; ὅ τι γὰρ ἂν λάβῃς αὐ‐ τῆς μόριον, εὐθὺς τοῦτο καὶ θερμότητός τινος καὶ νοτίδος καὶ ἀερώδους οὐσίας μετέχει, τῆς ἀμίκτου γῆς, ἣν δὴ καὶ στοιχεῖον ἐπινοοῦμεν, ἐσχάτως πυκνῆς οὔσης καὶ βαρείας [10] καὶ ψυχρᾶς καὶ ξηρᾶς. ἀλλ’ οἷον ἐν τῷ κόσμῳ τὸν λίθον ἐπιδεικνύεις μοι σὺ γεῶδες σῶμα, τοιοῦτον ἐν τοῖς ζῴοις ἐπιδείξω σοι τό τε τῶν ὀστῶν γένος καὶ τὸ τῶν χόνδρων καὶ τὸ τῶν τριχῶν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ κἀν τοῖς ὀστρακοδέρμοις ζῴοις τὸ καλούμενον ὄστρακον, ἀκριβῶς [15] εἰς γῆς ἰδέαν ἀπεξηραμμένον καὶ πεπιλημένον, ὥστ’, εἰ ζη‐ τεῖς ἐν τοῖς ζῴοις γῆν, ἔχεις θεάσασθαι τοιαύτην, οἵαν [1 . 454] κἀν τῷ \ οὐκ ἂν οὐδ’ ἐν ἐκείνῳ ῥᾳδίως ἐξεύροις, ὥσπερ οὐδ’ ὕδωρ καθαρὸν καὶ ἀμιγὲς ἁπάντων τῶν ἄλλων οὐδὲ πῦρ οὐδ’ ἀέρα· νενόθευται γὰρ ἅπαντα τοῖς ἑτερογενέσι καὶ ἀναμέ‐ [5] μικται καὶ μετείληφεν ἢ μᾶλλον ἀλλήλων ἢ ἧττον. ἀλλά τοι κἀν τῇ μίξει τοῖς γε νοῦν ἔχουσιν ἡ τοῦ κρατοῦντος ἰδέα φαίνεται. μὴ τοίνυν μηδ’ ἐν τοῖς τῶν ζῴων σώμασιν ἄμι‐ κτόν τι ζήτει, ἀλλ’ ἀρκείτω σοι τουτὶ μὲν ψυχρὸν καὶ ξηρὸν καὶ πυκνὸν ἰδόντι τὸ μόριον ἀναμνησθῆναι γῆς, τουτὶ [10] δ’ ἀραιὸν καὶ ὑγρὸν καὶ ῥυτὸν εἰς ἔννοιαν ὕδατος ἀφι‐ κέσθαι. ἀναμιμνησκέτω δέ σε καὶ ἡ πολλὴ θερμασία κατὰ τὸ σῶμα τοῦ ζῴου πυρὸς ἥ τε τοῦ πνεύματος φύσις, ἧς χωρὶς οὐχ οἷόν τε συστῆναι ζῷον, ἀέρος μὲν μάλιστα, σὺν αὐτῷ δὲ καὶ πυρός [ἀναμιμνησκέτω σε]. μηδέ με γῆν αἰ‐ [15] τήσῃς αὐτὴν καθ’ αὑτὴν ἐν ζῴου σώματι μηδὲ τῶν ἄλλων [1 . 455] μηδὲν \ μάκῳ τὸν κηρόν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται, εἰ καὶ τοὺς πυροὺς καὶ τὰς κριθὰς καὶ τὰς φηγοὺς καὶ τὰ σῦκα καὶ τῶν ἄλλων ὀσπρίων τε καὶ ἀκροδρύων ἕκαστον [5] οὐκ ἐκ γῆς καὶ ὕδατος οἴει γεγονέναι σαφῶς ὁρῶν ἐντεῦθεν αὐτοῖς ὑπάρχουσαν τὴν γένεσιν. ἆρ’ οὖν οὐδ’ ὅλως ἀέρος μετέχει ἢ πυρὸς εἰς γένεσιν οὐσίας; καὶ μὴν εἰ γῆν ὕδατι δεύσειας, οὐδὲν ἔσται σοι πλέον πηλοῦ· τῶν δ’ ὀσπρίων ἕκαστον καὶ τῶν ἀκροδρύων οὐκ αὐτὸ δὴ τοῦτο πηλός [10] ἐστιν, ὅτι καὶ πυρὸς καὶ ἀέρος μετείληφε δι’ ὅλων ἀλλήλοις κεκραμένων. ἀλλ’ ἴσως σὺ μὲν τὰς φηγοὺς καὶ τὰ σῦκα συγχωρεῖς ἐκ τῶν τοῦ κόσμου στοιχείων γεγονέναι καὶ πρό γε τούτων αὐτῶν τὰ φυτὰ μικρὸν μὲν ἑκάστου σπέρμα θεώμενος εἰς τὴν γῆν καταβαλλόμενον, ὃ τοῦ ὅλου φυτοῦ [15] οὐδὲ μυριοστόν ἐστι μόριον· ἅπασαν δὲ τὴν ἄλλην οὐσίαν ἐκ τῶν τοῦ κόσμου στοιχείων ὁρῶν γιγνομένην ἀπορεῖς περὶ τῶν ζῴων ὥσπερ οὐχὶ κἀκείνων ἐντεῦθεν τρεφομένων· ὄϊες \| [1 . 456] μὲν γὰρ τὰς πόας, σύες δὲ καὶ ταύτας καὶ τὰς φηγούς, [5] αὐξάνεται. πότερον οὖν αἶγες μὲν καὶ σύες καὶ ὄϊες ἐκ τῶν τοῦ κόσμου γεγόνασι στοιχείων, οἱ δὲ ταῦτ’ ἐσθίοντες ἐξ ἄλλου τινὸς ἢ τὴν πρώτην γένεσίν τε καὶ αὔξησιν ἢ τὴν νῦν ἔχουσι τροφήν; καὶ μὴν ἄλογα ταῦτα πάντα καὶ ἄτοπα καὶ πολλῆς ἀμαθίας μεστά. καὶ γὰρ ὄσπρια καὶ καρποὶ [10] πάντες ἐκ τῶν τοῦ κόσμου στοιχείων γεγόνασι κἀκ τούτων τὰ ζῷα καὶ γεννᾶται καὶ τρέφεται καὶ αὐξάνεται καὶ χρὴ θαρρούντως ἀποφαίνεσθαι γῆν καὶ ὕδωρ καὶ πῦρ καὶ ἀέρα πάντων εἶναι κοινὰ καὶ πρῶτα στοιχεῖα. πρῶτα γάρ ἐστι ταῦτα καὶ ἁπλούστατα σώματα τῶν ἐν τῷ κόσμῳ· τὰ [15] δ’ ἄλλα πάντα καὶ φυτὰ καὶ ζῷα ἐκ τούτων σύγκειται καὶ [1 . 457] Ἱπποκράτης οὐ μόνον, ὅτι ταῦτ’ ἐστὶ στοιχεῖα \ ἐν τῷ κόσμῳ, προϊὼν [αὐτὸς] ἀποφαίνεται κατὰ τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, ἀλλὰ καὶ τὰς ποιότητας αὐτῶν, καθ’ ἃς εἰς ἄλληλα δρᾶν καὶ πάσχειν πέφυκεν, αὐτός ἐστιν ὁ πρῶ‐ [5] τος ὁρισάμενος. Οὐ παρακολουθοῦντες δ’ οἱ πολλοὶ τῇ κατὰ τὸν λόγον ὁμωνυμίᾳ συγχέονταί τε καὶ ταράττονται, καθά‐ περ καὶ Ἀθήναιος ὁ Ἀτταλεύς, ἅμα μὲν στοιχεῖα τιθέμενος τἀνθρώπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ [10] ὑγρόν, ἅμα δ’ ἐναργῆ φάσκων εἶναι τὰ στοιχεῖα καὶ ἀπο‐ δείξεως μὴ δεῖσθαι καὶ ποτὲ μὲν ὀνομάζων αὐτὰ ποιότητας καὶ δυνάμεις, ἐνίοτε δὲ σώματα συγχωρῶν ὑπάρχειν, εἶτα δεδιὼς ἀέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν ὁμολογῆσαι. καίτοι σχεδὸν οὐδεὶς τῶν νεωτέρων ἰατρῶν οὕτως ἅπαντα τὸν [15] κατὰ τὴν ἰατρικὴν τέχνην ἐξειργάσατο λόγον ὡς ὁ Ἀθήναιος· ἀλλ’ ὅμως κἀκεῖνος ἁμαρτάνων φαίνεται καὶ ταῦτα καὶ ἄλλα πάμπολλα καὶ οἱ λοιποὶ πάντες. οὐδένα γὰρ οἶδα τὴν παλαιὰν ἰατρικὴν ἀκριβῶς μεταχειρισάμενον οὐδ’ ἐξερ‐ γασάμενόν τε καὶ τελεώσαντα τὰς ὑπ’ ἐκείνων ἡμῖν πα‐ [1 . 458] ραδο\ ἀφείλοντο πολλὰ τῶν ὀρθῶς εἰρημένων, ὅπου γε καὶ ὁ Ἀθήναιος ἐναργῆ φησιν εἶναι τὰ στοιχεῖα καὶ μηδ’ ἀποδείξεως δεῖσθαι. πότερον γὰρ ᾗ στοιχεῖα, ταύτῃ τὴν [5] ἐνάργειαν αὐτοῖς μαρτυρεῖ ἢ κατὰ τὰς οὐσίας, αἷς συμβέ‐ βηκεν αὐτοῖς εἶναι στοιχείοις; εἰ μὲν γὰρ κατὰ τὰς οὐσίας, τί οὐχὶ καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσερὰ πᾶσιν ἀνθρώποις φαίνεσθαί φησι καὶ μήτε διδασκαλίας τινὸς μήτ’ ἀποδείξεως προσδεῖσθαι διὰ τὴν ἐνάργειαν; ἅπαντες γοῦν γνωρίζουσιν [10] ἄρτον καὶ φακῆν καὶ πτισάνην καὶ κρέας καὶ χόνδρον καὶ μελίκρατον, ἀλλὰ τίνας ἢ πότε βλάπτειν ἢ ὠφελεῖν ἕκαστον τούτων πέφυκεν, οὐκέτι γιγνώσκουσιν, ἐν τούτῳ δ’ ἦν αὐ‐ τοῖς ὑγιεινοῖς ἢ νοσεροῖς ὑπάρχειν· ὥστ’ ἄρτον μὲν ἴσασι καὶ κρέας καὶ πτισάνην, ὑγιεινὸν δὲ καὶ νοσερὸν οὐκ [1 . 459] ἐπίστανται. οὕτω δὲ καὶ τῶν φαρμάκων ἑλλέβορον, \ [5] οὐκ ἴσασιν· ὥστ’ οὐδὲ τὸ ὑγιεινὸν ἢ νοσερὸν αὐτῶν ἐπί‐ στανται. καὶ τοίνυν καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ οὐδείς ἐστιν ὃς οὐκ ἐναργῶς γιγνώσκει ταῖς αἰσθήσεσιν ἁπάσαις. ἀλλ’ εἰ στοιχεῖα ταῦτ’ ἐστίν, οὐκέτι γιγνώσκουσιν οὐ μόνον οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλ’ οὐδὲ τῶν φιλο‐ [10] σόφων ἔνιοι. ἀλλ’ ἴσως φήσουσιν οἱ ἀπ’ Ἀθηναίου μηδ’ αὐτοὶ περί γε τούτων ἀποφαίνεσθαι μηδέν, ἐπέκεινα γὰρ εἶναι τῆς ἰατρικῆς τέχνης, ἀρκεῖν δ’ αὐτοῖς τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἃ κἀν τοῖς ζῴοις ἐναργῶς δεῖξαι δύνανται, στοιχεῖα καὶ τῶν σωμάτων ὑπο‐ [15] θέσθαι καὶ τῆς ὅλης ἰατρικῆς. τὸ μὲν οὖν ὥσπερ ζῴου τῆς ἰατρικῆς τέχνης ὑποθέσθαι στοιχεῖα τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅσης ἀλογίας ἔχεται, τί [1 . 460] ἂν ἐγὼ νῦν ἐπεξίοιμι; κεκωμῴδηται γὰρ \ τὸ δόγμα καὶ ψόγον καὶ καταγέλωτ’ οὐ σμικρὸν ἔτι τε πρὸς τούτοις ἀπιστίαν οὐκ ὀλίγην τῷ παλαιῷ προσετρίψατο λόγῳ· τίς γὰρ ἂν μᾶλλον αὐτὸν προὔδωκεν ἢ ὁ μήτ’ ἀπό‐ [5] δειξιν φάσκων ἔχειν τὰ στοιχεῖα διὰ τὴν ἐνάργειαν ἀξιῶν τε ταὐτὰ τῆς ἰατρικῆς καὶ τῶν ζῴων ὑποτίθεσθαι στοι‐ χεῖα; τὸ δὲ φοβούμενον εἰπεῖν ὕδωρ καὶ γῆν καὶ ἀέρα καὶ πῦρ ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν ὀνομάζειν ὅτι μηδὲν ἄλλ’ ἐστὶν ἢ ἀναισθήτως ἔχειν ὁμωνυμίας, ἐγώ μοι [10] δοκῶ δείξειν, οὐχ ἵν’ Ἀθήναιον ἐλέγξαιμι σφαλλόμενον, ἀλλ’ ἵν’ ὁμοίως ἐκείνῳ τοὺς λοιποὺς ἁμαρτάνειν κωλύσαιμι. καὶ δείξω γε δι’ αὐτῶν τῶν πραγμάτων, ὡς οὐκ ἐνδέχεται χωρὶς τῆς λογικῆς θεωρίας οὐδὲν ἀκριβῶς οὐδένα καταστή‐ σασθαι δόγμα. τὰ γοῦν ἐμοὶ συμβάντα θεοὺς ἐπομνύμενος [15] ἦ μὴν οὕτως ἐρεῖν ὡς ἐγένετο καὶ δὴ πειράσομαι διηγή‐ σασθαι. ἡνίκα τὸ πρῶτον ὁ τούτων διδάσκαλος ἐπεχείρει [1 . 461] με διδάσκειν τὴν \ βῶς μοι διελέσθαι τὴν ὁμωνυμίαν· οὐ γὰρ εἰδέναι, κατὰ τίνος ὑποκειμένου πράγματος ἐπιφέρει τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὀνομάτων· ὡς γὰρ [5] λευκὸν, ἔφην, αὐτό τε τὸ χρῶμα λέγεται· φαμὲν γὰρ τῶν χρωμάτων τὸ μὲν λευκὸν εἶναι, τὸ δὲ μέλαν, τὸ δ’ ἐρυ‐ θρόν, τὸ δὲ ξανθόν, τὸ δ’ ὠχρόν· ἔτι τε πρὸς τούτοις τὰ δεδεγμένα τὰς χρόας σώματα· λευκὸν γὰρ τὸν κύκνον καὶ τὸ γάλα, μέλανα δὲ τὸν κόρακα καὶ τὸν Αἰθίοπα καλοῦ‐ [10] μεν· οὕτως, ἔφην, ἀκούω καὶ θερμὸν λεγόντων ἐνίοτε μὲν αὐτὸ τὸ σῶμα, καθάπερ εἰ τύχοι τὸ πῦρ, ἐνίοτε δὲ τὴν ἐν αὐτῷ ποιότητα μόνην. οὐ τοίνυν, ἔφην, γιγνώσκω, ἐπειδὰν εἴπῃς θερμόν, ὅ τί ποτε δηλοῦν ἐθέλεις, εἴτε τὴν ποιότητα μόνην εἴτε τὸ δεδεγμένον αὐτὴν σῶμα. ὁ δὲ πρὸς μὲν [1 . 462] τοῦτο καὶ μάλ’ ἑτοίμως ἀπεκρίνατο μὴ τὴν ποιότητα μό\ ἀλλὰ καὶ σύμπαν τὸ σῶμα θερμὸν ὀνομάζειν ὁμολογῶν. ἐφεξῆς δέ μου πάλιν ἐρομένου· πότερον οὖν ἐκεῖνο τὸ σῶμα λέγεις μοι στοιχεῖον, ὅ τί περ ἂν ἄκρως ᾖ θερμόν, ἢ [5] κἂν μετρίως ᾖ τοιοῦτον, ἔσται καὶ τοῦτο στοιχεῖον; ὡσαύ‐ τως δὲ καὶ περὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὴν αὐτὴν ἐρώτησιν ποιησαμένου μου „τί δὲ τοῦτο, ἔφη, σοὶ δια‐ „φέρει;“ ταραττόμενος ἤδη καὶ μὴ καθὼς πρόσθεν ἑτοίμως ἀποκρινόμενος. ὅτι πολὺ διαλλάττει, ἔφην, ἢ ἄπειρόν τι [10] πλῆθος ὑποθέσθαι στοιχείων ἢ πεπερασμένον. ἄπειρον μὲν γὰρ ἔσται τὸ μετρίως θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὑποθεμένοις στοιχεῖον, οὐκ ἄπειρον δὲ τὸ ἄκρως. ἓν γὰρ καθ’ ἕκαστον ἔσται γένος, ὥστ’ εἶναι τὰ πάντα στοιχεῖα τέτταρα πεπερασμένα. „οὕτω τοίνυν, ἔφη, νόει [15] „καὶ τέτταρα“. δῆλον οὖν, εἶπον, ὅτι καὶ ἄκρα ταῖς ποιό‐ τησι καὶ ἁπλᾶ καὶ πρῶτα. „τί γὰρ τοῦτο, εἶπεν, ἔτι πολυ‐ [1 . 463] „πρα\ „ἀλλ’ οὕτως, ἔφη, λέγω καὶ οὕτω νόει“. πῶς κελεύεις με νοῆσαι, πάλιν ἐπανηρώτων ἐγώ, τὸ ἄκρως θερμὸν ἢ ὑγρὸν [5] ἱκανῶς „ὅτου ἂν, ἔφη, τὸ θερμὸν ἐπικρατήσῃ, θερμὸν ὀνο‐ μάζω σῶμα καὶ ὑγρὸν αὖ καὶ ξηρὸν καὶ ψυχρὸν ὡσαύτως, ἐν ᾧ κρατεῖ καὶ πλεονεκτεῖ τῶν εἰρημένων ἕκαστον.“ ὀνο‐ μάζειν μὲν οὖν, ἔφην, οὕτως οὐδὲν κωλύει. καὶ γὰρ ὀνο‐ μάζεται καὶ ἄρτος θερμὸς καὶ φακῆ καὶ πτισάνη καὶ βα‐ [10] λανεῖον, ἀλλ’ οὐχ ἡγοῦμαί σε τούτων ἕκαστον ἀξιοῦν με νοῆσαι στοιχεῖον, ἀλλὰ μόνον ἐκεῖνο τὸ ἄκρως θερμόν· οὕτω δὲ καὶ τὸ ἄκρως ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. ἁπλοῦν γὰρ εἶναι χρὴ καὶ ἄμικτον, οὐ σύνθετον οὐδὲ μεμιγμένον ἤδη τὸ στοιχεῖον· „οὕτως οὖν, ἔφη, νόει· πτισάνην γὰρ [15] καὶ φακῆν οὐκ ἂν εἴποιμι στοιχεῖον.“ καὶ μὴν, εἶπον, εἰ [1 . 464] τὸ ἄκρως θερμὸν σῶμα νοή\ θέως ἐννοῶ καὶ οὐδὲν ἄλλο. „νόει τοίνυν, ἔφη, πῦρ“. οὕτως οὖν, ἔφην, βούλει με καὶ τὸ ἄκρως ὑγρὸν ὕδωρ νοῆσαι; συνεχώρησε καὶ τοῦτο πάνυ μόγις. ἐπὶ πῦρ οὖν [5] αὖθις ἥκομεν, ἔφην, ἀέρα τε καὶ ὕδωρ καὶ γῆν, ὧν κατ’ ἀρχὰς ἀπεχωρήσαμεν. ὁ δὲ „σὺ γὰρ, ἔφη, τοιαῦτα τα‐ „ράττεις τὸν λόγον“ καὶ ἅμα πρὸς τοὺς ἄλλους ἀποβλέψας μαθητὰς „οὗτος, ἔφη, τραφεὶς ἐν διαλεκτικῇ καὶ τῆς ἐκεῖθεν ἀναπλησθεὶς ψώρας—οὕτω γὰρ δὴ καὶ ὠνόμασεν αὐτός— [10] ἀναστρέφει πάντα καὶ διαστρέφει καὶ κυκᾷ σοφιζόμενος ἡμᾶς, ἵν’ ἐπιδείξηται τὴν λογικὴν παρασκευήν. ἥκει γοῦν ἀξιῶν ἡμᾶς ὁμώνυμα νοῆσαι τὰ θερμά, ἓν μὲν ὡς ποιό‐ [15] κρατήσει ποιότητος [θερμὸν ὀνομάζειν]. ἀλλ’ ἡμεῖς, ἔφη, σοφίσματα λύειν οὐκ εἰώθαμεν. αὐτὸς τοίνυν, ὡς ἔπλεξεν\|, [1 . 465] οὕτω καὶ λυέτω.“ ταῦτα μὲν ἐμοὶ συνέπεσεν ἔτος ἐννεακαι‐ δέκατον ἄγοντι καὶ τοῦ λοιποῦ τὰ πλείω μὲν ἐσιώπων ὑπὲρ τοῦ μὴ δοκεῖν ἐρίζειν, αὐτὸς δ’ ἀνεσκεπτόμην παρ’ ἐμαυτῷ τά τ’ ἄλλα καὶ τὸν περὶ τῶν στοιχείων λόγον. [5] ἐθαύμαζον δὲ καὶ πῶς οὐκ αἰσθάνεται συγχέων ἑαυτὸν ὁ Ἀθήναιος, ὃς θερμὸν μὲν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζων ἀπαξιοῖ πῦρ εἰπεῖν καὶ ἀέρα καὶ γῆν καὶ ὕδωρ. ναί φησι. τὰ γὰρ προσεχῆ λαμβάνω τῶν ζῴων, οὐχὶ τὰ κοινὰ πάντων σωμάτων στοιχεῖα. καλοῦσι δὲ προσεχῆ τὰ [10] οἷον ἴδια καὶ μηδενὸς ἄλλου τῶν ἁπάντων. ἐμοὶ δὲ καὶ κατ’ ἀρχὰς εὐθὺς εἴρηται πάμπολυ διαφέρειν τὰ φαινόμενα στοι‐ χεῖα τῶν ὄντως στοιχείων. ἔοικα δὲ καὶ νῦν ἐρεῖν ὑπὲρ αὐτῶν διὸ μακροτέρων. εἴπερ ἐλάχιστόν τι καὶ ἁπλούστα‐ τόν ἐστι μόριον τὸ στοιχεῖον, εἴη ἂν ὡς πρὸς τὴν αἴσθησιν [1 . 466] ὀστοῦν καὶ χόνδρος καὶ σύνδεσμος \ πιμελὴ καὶ σὰρξ καὶ νεῦρον καὶ μυελὸς ἶνες τε καὶ ὑμένες καὶ ἁπλῶς εἰπεῖν ἅπαντα τὰ ὁμοιομερῆ στοιχεῖα τῶν ἀν‐ θρωπίνων σωμάτων. ἆρ’ οὖν ὁ Ἀθήναιος ἔθετό που ταῦτα [5] στοιχεῖα; καὶ μὴν αὐτός ἐστιν ὁ γράφων ἕκαστον μὲν τῶν ὁμοιομερῶν ἐκ τῶν πρώτων γεγονέναι στοιχείων, ἐκ δὲ τῶν ὁμοιομερῶν ἤδη τἆλλα συγκεῖσθαι τοῦ ζῴου μόρια. τῆς [10] ρὸν καὶ τὸ ὑγρὸν ἀποκριθήσεται. καὶ μὲν δὴ καὶ ὀστοῦ καὶ χόνδρου καὶ τριχὸς ὡσαύτως ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν εἶναι φήσει τὰ στοιχεῖα. καιρὸς οὖν ἤδη πυνθάνεσθαί σε, ὁποῖον ὑγρὸν ἢ ξηρὸν ἢ ψυχρὸν ἢ θερμὸν ἀπεφήνατο. κατὰ μὲν γὰρ τὴν ἐπικράτησιν ὑγρὸν [15] μὲν ἡ σάρξ, ὁ χόνδρος δὲ ψυχρόν. ὡσαύτως δὲ τὸ μὲν ὀστοῦν ξηρὸν καὶ ψυχρόν, ἡ πιμελὴ δ’ ὑγρὸν καὶ θερμὸν ἕκαστόν τε τῶν ἄλλων ὁμοιομερῶν ἢ τοῖον ἢ τοῖόν ἐστιν ἐπι‐ [1 . 467] κρατείᾳ \ ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ἀποφαίνοιτό τις εἶναι στοιχεῖον, ὀστοῦν καὶ νεῦρον καὶ χόνδρος ὅσα τ’ ἄλλα τοιαῦτα γενή‐ σεται πρῶτα στοιχεῖα τῶν ἀνθρωπίνων σωμάτων; ἀλλ’ οὐ [5] ταῦτά φησιν ὁ Ἀθήναιος, ἀλλὰ τὰ τούτων συνθετικὰ ὄν‐ τως εἶναι στοιχεῖα. δῆλον οὖν, ὡς ὑπερβαίνει τὴν αἴσθη‐ σιν ἐπὶ τὰ πρῶτα καὶ ὄντως ἁπλᾶ τῷ λογισμῷ προϊών, ἃ μηκέτ’ ἐγχωρεῖ λέγειν ἐπικρατείᾳ τοῖα ἢ τοῖα γίγνεσθαι. σύνθετα γὰρ αὖ πάλιν ἔσται κἀκεῖνα καὶ διχῆ σφαλησό‐ [10] μεθα τοῦ προσήκοντος, ὅτι τε τῶν αἰσθητῶν ἀπεχωρήσαμεν ὡς ἁπλούστερόν τι ζητοῦντες καὶ ὅτι μηδ’ ἐν τοῖς ἀδή‐ λοις ἤδη τὸ ἁπλοῦν ἔχομεν· ἐν μὲν γὰρ τοῖς φαινομέ‐ νοις, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὁμολογούμενον ἡμῖν ὑπ‐ [15] στατα μόρια πρὸς τὴν αἴσθησιν εἶναι χόνδρον καὶ πιμελὴν [1 . 468] καὶ \ ταῦτ’ ἀπολιπόντι, διότι πρὸς τὴν φύσιν ἐστὶ σύνθετα, κἂν ταῖς αἰσθήσεσιν ἁπλᾶ φαίνηται, καὶ μηδέπω μηδὲν τῶν ἁπλῶν λέγοντι τίς ἂν εὐσχήμων ἀπολογία γίγνοιτο πρὸς [5] τὸ μὴ οὐ περιττά τε καὶ μάταια φλυαρεῖν; εἰ μὲν γὰρ τὸ κατ’ ἐπικράτησιν ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν ὀνομάζεις, ἔχεις ἐναργῶς ἤδη τὰ στοιχεῖα γιγνωσκόμενα νεῦρον καὶ ὑμένα καὶ χόνδρον καὶ σύνδεσμον καὶ σάρκα καὶ τῶν ἄλλων ἕκαστον ὧν εἴπομεν. εἰ δὲ τὸ πρὸς τὴν φύσιν [10] ἁπλοῦν ζητεῖς, ἄμικτόν τε καὶ ἄκρατον εἶναι χρὴ τοῦτο καὶ ἄκρον τῇ ποιότητι. πάλιν οὖν ἥκεις ἐπὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν· ἐν τούτοις γὰρ μόνοις εὑρήσεις ἀμίκτους τε καὶ ἀκράτους τὰς ποιότητας, ἄκραν μὲν ἐν πυρὶ θερμό‐ τητά τε καὶ ξηρότητα, ἄκραν δ’ ἐν ὕδατι ψυχρότητα καὶ [15] ὑγρότητα καὶ τῶν ἄλλων ἐν ἑκατέρῳ κατὰ τὴν οἰκείαν φύ‐ [1 . 469] σιν. κἂν εἰ μὴ τέτταρα δὲ βουληθείης, \ ἐξ αὐτῶν ἢ τρία στοιχεῖα, τάχ’ ἂν ἔχοις τινὸς εὐπορῆσαι λογισμοῦ. τὸ δ’ ἅμα μὲν ἄκρως ὑγρὸν ὁμολογεῖν εἶναι τὸ [5] ἐσχάτως ἠλίθιον, εἰ μή τι ἄρα τὰς ποιότητας αὐτὰς λέγεις στοιχεῖα μόνας καὶ οὐ τὰ δεδεγμένα ταύτας σώματα. γε‐ νήσεται γὰρ οὕτως οὐ τὸ ὕδωρ στοιχεῖον, ἀλλ’ ἡ ὑγρότης, οὐδὲ τὸ πῦρ, ἀλλ’ ἡ ἄκρα θερμότης. εἰ δὲ τοῦτο, πρῶτον μὲν πυρὸς ἀνωτέρω καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς ἀνα‐ [10] βήσεται τῷ λόγῳ ὁ μηδ’ ἐπὶ ταῦτα προελθεῖν ὑπομένων ὡς πόρρω τῆς ἰατρικῆς ὄντα, δεύτερον δὲ φανερῶς ἐξελεγ‐ χθήσεται μὴ γιγνώσκων, ὅπη διαφέρει στοιχεῖον ἀρχῆς. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης ὅτι τε ταύτης ἐγγενομένης τῇ ὕλῃ πῦρ ἀποτελεῖται, τοῖς φιλοσό‐ [15] φοις ὡμολόγηται πᾶσιν, οἷς ὁ Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ὕλη τ’ ἐστὶν ἡ ἅπασιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος ἥ τ’ ἐγ‐ [1 . 470] γιγνομένη \ λόγηται καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς ἔστι τοῦ αἰῶνος ἀγέννητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γιγνόμενόν τε καὶ ἀπογιγνόμενον αὐτῆς ἡ ποιότης ἐστὶ καὶ ὡς ὁμογενὲς εἶναι [5] χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν ᾖ στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ [10] ματος οὐχ ἁπλοῦ. καὶ μὴν εἰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἐλέγετο τριχῶς ἢ ὡς ποιότης ἢ ὡς ἄμικτον ἢ ὡς μεμιγμένον σῶμα, φαίνεται δ’ οὔθ’ ἡ ποιότης στοιχεῖον οὔτε τὸ κεκραμένον σῶμα καὶ μεμιγμένον, ὑπολείπεται τὸ ἄκρατόν τε καὶ ἄμικτον σῶμα καὶ ἁπλοῦν ταῖς ποιότησι [15] στοιχεῖον εἶναι. πάλιν οὖν ἥκεις ἐπὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν, ἐν οἷς πρώτοις ἄκρα θερμότης καὶ ψυχρότης [1 . 471] καὶ ξηρότης καὶ ὑγρότης ἐστί. \ ταῦθ’ ὁμολογεῖν εἶναι στοιχεῖα, διότι μήτ’ ἐξαιροῦμεν ἐκ τοῦ σώματος αὐτῶν τι μήτ’ ἐντίθεμεν, ἐσχάτως ἠλίθιον. τὰ γὰρ ἐκ τῶν στοιχείων γεγονότα προσφερόμενοι πάν‐ [5] τως δήπου καὶ τὰ στοιχεῖα τοῖς σώμασιν [ἡμῶν] ἐν‐ τίθεμεν. ἀλλ’ οὐκ εἰλικρινῆ, φασίν, οὐδὲ μόνα. κακῶς οὖν ἐλέγετο τὸ μήτ’ ἐξαιρεῖν μήτ’ ἐντιθέναι στοιχεῖον· ἐχρῆν γὰρ οὐχ ἁπλῶς οὕτως εἰπεῖν, ἀλλ’ ὅτι μὴ μόνον μηδ’ ἄμικτον μηδ’ αὐτὸ καθ’ αὑτό. καίτοι καὶ τοῦτ’ αὐτὸ τί ποτε βού‐ [10] λεται περαίνειν αὐτοῖς; οὔτε γὰρ ἄχρηστος ἡ περὶ τῶν στοιχείων θεωρία διὰ τοῦτ’ ἂν εἰκότως νομισθείη, διότι μηδὲν αὐτῶν ἄμικτον ἑτέρου τοῖς σώμασιν [ἡμῶν] προσ‐ φερόμεθα, οὔτε διὰ τοῦτο πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ κακῶς εἴρηται στοιχεῖα, διότι τοῖς μὲν ἐξ αὐτῶν χρώμεθα [15] γεγονόσι, μόνον δ’ αὐτῶν ἕκαστον ἰδίᾳ καὶ καθ’ αὑτὸ παν‐ [1 . 472] τοῖς τοῦ κόσμου στοιχείοις \ καὶ πίνοντες καὶ λουόμενοι καὶ ἄλλως ὁπωσοῦν, ἀέρι δὲ περικειμένῳ πανταχόθεν ἡμῖν καὶ διὰ τῆς εἰσπνοῆς ἑλκο‐ μένῳ. καὶ μὲν δὴ καὶ κατεψυγμένοι πολλάκις ἐδεήθημεν [5] πυρός. οὔκουν οἶδα, τί ποτ’ ἔστιν ὃ περαίνουσι φάσκοντες μήτ’ ἐξαιρεῖν τι τοῦ σώματος μήτ’ ἐντιθέναι πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν. ἐγὼ μὲν γὰρ καὶ τὸν ἐν τῷ κρύει παρὰ πυρὶ θαλπόμενον ἀντεισάγειν φημὶ τῷ σώματι πῦρ καὶ ὅστις ὕδατος πίνει, καὶ τοῦτον ἀντεισάγειν ὕδωρ [ἐν τῷ [10] σώματι] καὶ τὸν ἀναπνέοντα δὲ κατὰ τὸν αὐτὸν λόγον ἀέρα. καὶ μέν γε καὶ ὅσα τῶν ζῴων ἢ ψάμμον ἢ γῆν ἢ λίθους ἢ βόρβορον ἢ ὀστᾶ σιτεῖται, καὶ ταῦτα φανερῶς ἐπεισάγει γῆν. εἰ δ’ ὅτι μήτε μέχρι τοῦ καυθῆναι θάλ‐ πεταί τις παρὰ τῷ πυρὶ μήτ’ ἄχρι τοῦ διαρραγῆναι πίνει, [15] διὰ τοῦτ’ οὐχ ἡγοῦνται τῶν στοιχείων οὐδὲν ἡμᾶς ἐπεισά‐ γειν τῷ σώματι, θαυμάζειν χρὴ τὴν σοφίαν τῶν ἀνδρῶν οὐδ’ ἀχρὶ τοσούτου συνιέναι δυναμένων, ὡς, εἰ παντελῶς \| [1 . 473] ἀπόλοιτο τῶν στοιχείων ὁτιοῦν, εὐθὺς καὶ τὸ ζῷον φθα‐ ρήσεται. ἀπολεῖται δ’ εἰ μὲν ἐκπυρωθείη, τὸ ψυχρὸν στοι‐ χεῖον, εἰ δ’ ἐσχάτως καταψυχθείη, τὸ θερμόν. οὕτω δὲ [5] ὑγρόν, εἰ δ’ ὑγράναις, τὸ ξηρόν· ὥστ’ αὐτὸ τοὐναντίον ἢ ἐκεῖνοι λέγουσιν, ἀεὶ μὲν ἀφαιρεῖται καὶ προστίθεται τῶν στοιχείων τι· μέτρῳ μέντοι τοῦτο γίγνεται τοῖς γε μὴ βου‐ λομένοις διαφθεῖραι τὸ ζῷον· ἡ γὰρ ἄμετρος αὐτῶν χρῆσις εἰς ὄλεθρον τελευτᾷ. [10] Τὸ δὲ συνέχον ἐν τῷ λόγῳ καὶ μάλιστα λανθάνον αὐτοὺς ἤδη πᾶν ἀποκαλύψαι πειράσομαι. πάντα γὰρ ὅσα γένεσιν ἔχει καὶ φθορὰν σώματα διτταῖς ὑπό‐ κειται μεταβολαῖς ἀλλοιουμένης θ’ ἅμα καὶ ῥεούσης αὐτῶν τῆς οὐσίας. ἀλλοιοῦται μὲν θερμαινομένη καὶ ψυχομένη [15] καὶ ξηραινομένη καὶ ὑγραινομένη. μόναι γὰρ αὗται αἱ ποιότητες ὅλην μεταβάλλουσι δι’ ὅλου τὴν οὐσίαν, ὡς καὶ [1 . 474] μετ’ ὀλίγον εἰρήσεται. \ κρίσεις καὶ προσέτι κατὰ τὴν ἄδηλον καλουμένην διαπνοήν, ὥσθ’ ἵνα σώζηται, διττῆς καὶ τῆς ἐπανορθώσεως δεῖται, τῆς μὲν ἑτέρας τὸ ὑπερβάλλον ἐν ταῖς ποιότησι κολαζούσης, [5] τῆς δὲ λοιπῆς τὴν τοῦ κενουμένου βάσιν ἀναπληρούσης. ἀλλ’ ἡ μὲν καθαιροῦσα τὴν ἀμετρίαν ἐναντία δήπου ποιό‐ της ἐστὶ τῆς πλεοναζούσης, ἡ δὲ τὸ λεῖπον ἀναπληροῦσα ποιότης ἐναντία μὲν οὐκ ἔστιν, ὁμοιοτάτην δ’ εἶναι χρὴ τῇ κενωθείσῃ πρότερον οὐσίᾳ· μέλλει γὰρ ἀντ’ ἐκείνης [10] ἔσεσθαι τῷ ζῴῳ. τουτὶ μὲν οὖν ἐστι τὸ τρέφεσθαι τοῖς σώμασιν ἔκ τινος οὐσίας ὁμοίας τῇ πρότερον κενωθείσῃ [15] ἀλλὰ φάρμακα προσαγορεύομεν. οὐκ ἔχοντες δ’ εὑρεῖν χωρὶς οὐσίας οὐδὲ μίαν ποιότητα σὺν ταῖς οὐσίαις αὐτὰς ἀναγκαζόμεθα παραλαμβάνοντες ἐπιφέρειν τοῖς δεομένοις σώ‐ [1 . 475] μασιν, ἄκρας μὲν ποιότητος χρῄζοντες, τὸ \ πῦρ ἢ ὕδωρ ἢ γῆν ἢ ἀέρα, μετρίας δέ, τὸ μεμιγμένον ἐκ τῶν στοιχείων· ἐπειδὰν μὲν θερμῆναι βουλώμεθα, τοιοῦτον αἱρούμεθα φάρμακον, ἐν ᾧ πλείων μέν ἐστιν ἡ τοῦ πυρὸς [5] μοῖρα τῆς ἐναντίας, ἐπειδὰν δὲ ψῦξαι, ἐν ᾧ τοὔμπαλιν· ἔστι δ’ ὅτε συναμφότερον ἅμα πρᾶξαι προαιρούμενοι καὶ ἀλλοιῶσαι καὶ θρέψαι τοιαύτην ζητοῦμεν οὐσίαν, ἥτις καὶ τὴν ὡς σιτίου καὶ τὴν ὡς φαρμάκου χρείαν παρέξει. μὴ τοίνυν ἀξιούτωσαν ἅπαν ζῷον ἢ γῆν ἢ ὕδωρ ἢ πῦρ ἢ [10] ἀέρα προσφέρεσθαι μόνον αὐτὸ καθ’ αὑτὸ χωρὶς τῶν ἄλ‐ λων εἰλικρινὲς τὸ στοιχεῖον. οὔτε γὰρ ὡς σιτίον οὔθ’ ὡς φάρμακον δεήσεται προσφέρεσθαι· τὸ γὰρ ὅμοιον ἦν τῷ τρεφομένῳ σιτίον. ὅμοιον δὲ τῷ συνθέτῳ καὶ κεκραμένῳ σώματι καὶ πάντων μετέχοντι τῶν στοιχείων ἕτερον οἶμαί [15] τι τοιοῦτόν ἐστιν ἐξ ἁπάντων ἐκείνων γεγονός. οὔθ’ ὡς [1 . 476] φάρμακον ἀεὶ χρήσιμόν ἐστι τὸ \ [5] ποτὲ μὲν ὡς ἁπλῶν καὶ μόνων, ἐνίοτε δ’ ὡς ἐπικρατούν‐ των, ἢ πάντως γ’ ὡς συντιθέντων ἐκεῖνο τὸ σῶμα τὸ μέλ‐ λον ἡμῖν ἢ τροφῆς ἢ φαρμάκου τὴν χρείαν παρέξειν. Ὅτι δ’ ἀπὸ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα πολλάκις ὁ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀν‐ [10] θρώπου βιβλίῳ θερμὸν μὲν καλῶν οὔτε τὴν ποιότητα μό‐ νην οὔτε τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὁμωνύμως ὀνομαζό‐ μενον, ἀλλὰ τὸ μετέχον ἄκρας θερμότητος σῶμα, ψυχρὸν δ’, ἐν ᾧ ψυχρότης ἄκρα, ξηρὸν δ’, ἐν ᾧ ξηρότης ἄκρα, ἐξ αὐτῶν ἄν σοι τῶν λέξεων κατάδηλον γένοιτο. ἐπειδὰν μὲν [15] γὰρ λέγῃ· „Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν ἐς τὴν ἑωυ‐ „τοῦ φύσιν ἕκαστον τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώ‐ [1 . 477] „που, \ „ξηρὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρὸν καὶ τὸ θερμὸν πρὸς „τὸ θερμόν“, οὐ τὰς ποιότητας αὐτὰς μόνας λέγει ξηρὸν καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἀλλὰ τὰς οὐσίας, ἐν αἷς [5] αἱ ποιότητες· αὗται γὰρ ἀποχωροῦσι τελευτῶντος τοῦ σώ‐ ματος τοῦ ἀνθρώπου καὶ αὗται τοῖς τοῦ παντὸς ἀναμί‐ γνυνται στοιχείοις, αἱ ποιότητες δὲ φθείρεσθαι μὲν ἂν λέ‐ [10] φέρων ὁ Ἱπποκράτης φησί· „Τοιαύτη δὲ καὶ τῶν ζῴων „ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων πάντων· γίγνεταί τε ὁμοίως „πάντα καὶ τελευτᾷ ὁμοίως πάντα· ξυνίσταταί τε γὰρ αὐ‐ „τέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων καὶ „τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τωὐτὸ ὅθεν περ ξυνέστη [15] „ἕκαστον, ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.“ ἐναργῶς γὰρ κἀνταῦθα δῆλός ἐστιν οὐ τὰς ποιότητας μόνον ὀνομάζων θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ στοι‐ [1 . 478] χεῖα· πάντων γὰρ τῶν σωμάτων ἐκ τούτων ἐστὶν ἡ \ νεσις καὶ πάντων εἰς ταῦθ’ ἡ τελευτή. καί σε καὶ τούτῳ τὸν νοῦν ἤδη προσέχειν ἀξιῶ τῷ λαθόντι πολλοὺς τῶν ἰατρῶν, οἳ νομίζουσι φυγεῖν τὸν Ἱπποκράτην τὸ πάντων [5] τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀποφαίνεσθαι ταῦτα [10] „θρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον.“ ἔν τε τοῖς ἐφεξῆς [λόγοις] οὕτω φαίνεται χρώμενος. ἀλλὰ τοῦτό γε παρορῶσιν οἱ πολλοὶ τῶν Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων ἔτι πρὸς τούτοις νομίζοντες ἄλλο τι λέγειν αὐτὸν ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, οὐ τὰ κοινὰ πάντων στοιχεῖα. τὰς [15] μὲν γὰρ ποιότητας αὐτῶν ὅτι μὴ βούλεται στοιχεῖα τίθεσθαι τῶν σωμάτων, ἐξ ὧν ἤδη παρεθέμην αὐτοῦ ῥήσεων ἐναρ‐ γῶς ἐπιδεδεῖχθαι νομίζω κἀκ ταύτης οὐχ ἥκιστα· „Καὶ [1 . 479] „πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ \ „μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον τοῦ „ἑτέρου πουλὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, „ἡ γένεσις οὐκ ἂν γένοιτο.“ οὐ γὰρ δὴ ἐκ τῶν ποιοτήτων [5] μόνων ἡγεῖται τὴν γένεσιν τοῖς ζῴοις ὑπάρχειν, αἵ γε μηδ’ εἶναι δύνανται χωρὶς τῶν σωμάτων, ἀλλ’ ἐκ τῶν σωμάτων αὐτῶν δηλονότι τῶν τὰς ἄκρας ποιότητας δεδεγμένων· ἐκεῖνα γάρ ἐστι τὰ κοινὰ πάντων στοιχεῖα, τὰ δ’ ἐπικρα‐ τείᾳ τούτων ὀνομαζόμενα θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν [10] καὶ ὑγρὸν ἴδια καθ’ ἕκαστον ὑπάρχει. φέρε γὰρ ἵν’ ἐπ’ [15] ἄλλων ἁπάντων, ὧν τὰ μόρια τῆς αὐτῆς ἀλλήλοις ἰδέας ἐστὶ σύμπαντα. γέγονε δὲ ταῦτα πάλιν ἔκ τινων ἑτέρων προσεχῶν ἑαυτοῖς στοιχείων, αἵματος καὶ φλέγματος καὶ [1 . 480] χολῆς διττῆς, \ ἐσθιομένων καὶ πινομένων, ἃ δὴ πάλιν ἐξ ἀέρος καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἐγένετο, ταῦτα δ’ οὐκ ἐξ ἑτέρων σωμά‐ των, ἀλλ’ ἐξ ὕλης τε καὶ ποιοτήτων ἐστί. καὶ διὰ τοῦτο [5] πυρὸς μὲν καὶ ἀέρος ὕδατός τε καὶ γῆς ἀρχὰς εἶναι λέγο‐ μεν, οὐ στοιχεῖα, ταυτὶ δ’ αὐτὰ τῶν ἄλλων ἁπάντων στοι‐ χεῖα. μόρια γάρ ἐστιν ἐλάχιστα τῶν ἄλλων ἁπάντων ἁπλᾶ καὶ πρῶτα. τὸ μὲν οὖν ἐξ ἀέρος τε καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἁπάσας τὰς πόας καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς [10] ἀπ’ αὐτῶν ἔχειν τὴν γένεσιν οὐδεὶς ἂν ἀμφισβητήσειε νοῦν ἔχων, οὐ μὴν οὐδ’ ὅτι τροφὴ τοῖς ζῴοις ταῦθ’ ἅπασιν, [ἀμφισβητήσει τις] οὐδ’ ὡς ἐκ τούτων ἡμῖν οἱ χυμοὶ γε‐ γόνασιν οἱ κατὰ φύσιν ἐν τῷ σώματι φαινόμενοι. τίνες δ’ εἰσὶν οὗτοι καὶ πόσοι, ζητοῦσιν ἡμῖν ὁ δεύτερος λόγος [15] εἰς τοῦτ’ ἀποκείσεται, νυνὶ δὲ κεφαλὴν ἐπιθεῖναι τῷ προ‐ τέρῳ λόγῳ πειραθῶμεν. \| [1 . 481] Ἐκ μὲν γὰρ τῶν χυμῶν τούτων ἕκαστον [5] θις ἀλλήλοις συντιθεμένων ἕτερον ὄργανον καὶ μεῖζον γεν‐ νᾶται κἀκείνων αὖθις ἀλλήλοις ἐπιπλεκομένων ἡ τοῦ παν‐ τὸς σώματος ἀποτελεῖται σύμπηξις. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. καὶ μέντοι καὶ ὅπως ἐγίγνωσκεν ὁ Ἱπποκράτης ὑπὲρ ἁπάντων τῶν ἐξ ἀνα‐ [10] τομῆς φαινομένων, ἰδίᾳ μοι γέγραπται. νυνὶ δὲ περὶ τῶν ἀνωτέρω στοιχείων, ἃ τὴν αἴσθησιν διαφεύγει, πρόκειται διελθεῖν, ὑπὲρ ὧν καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀν‐ θρώπου διείλεκται, τὰ μὲν ἴδια καὶ προσεχῆ τοῦ σώματος ἡμῶν στοιχεῖα τοὺς τέτταρας εἶναι φάμενος χυμούς, τὰ δὲ [15] κοινὰ πάντων ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν. ἀπὸ γὰρ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα, δι’ ἃς καὶ [1 . 482] στοιχεῖα γέγονε. θερμότητος γὰρ ἄκρας ἐγγενομένης \ ὕλῃ στοιχεῖον ἔσται τὸ σύμπαν ἤδη, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος. οὐ γὰρ δὴ τῷ ξανθὸν ἢ λευκὸν ἢ μέλαν ὑπάρχειν ἢ τῷ κοῦφον ἢ [5] βαρὺ τὸ στοιχεῖον εἶναι κρίνεται, κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τῷ πυκνὸν ἢ ἀραιὸν ἢ μανὸν οὐδὲ τῷ θλίβειν ἢ τέ‐ μνειν ἢ θλᾶν οὐδ’ ἁπλῶς εἰπεῖν ἑτέρᾳ τινὶ ποιότητι πλὴν [10] χείων εἰσὶν αἴτιαι καὶ φυτῶν καὶ ζῴων δημιουργοί. τὸ μὲν οὖν εἰς ἄλληλα μεταβάλλειν τὰ στοιχεῖα καὶ πρὸς τῶν ἀμφὶ τὸν Θαλῆν συγκεχώρηται διὰ τὴν ἐνάργειαν καίτοι μαχό‐ μενόν γε ταῖς ὑποθέσεσιν αὐτῶν, ὡς ἐδείκνυτο· τὸ δ’ ἐκ ταύτης τῆς ὁμολογίας παρεπόμενον [ἤδη], ὑποβεβλῆσθαί τινα [15] κοινὴν οὐσίαν ἅπασι τοῖς στοιχείοις, Ἱπποκράτει μέν γε καὶ τοῦτ’ ἀποδέδεικται διὰ μιᾶς ἐκείνης ῥήσεως, ἣν ἁπασῶν πρώτην παρεθέμην, ἐν ᾗ φησιν, ὡς οὐκ ἂν ἠλγοῦμεν, εἴπερ [1 . 483] ἓν ἦν \ ἀμφότερα διδάσκειν ἔλεγον, ὡς πλείω τ’ ἐστὶ τὰ στοιχεῖα καὶ ἀλλοιοῦσθαι πεφυκότα. τοῦτ’ οὖν καὶ νῦν αὖθις ἀνα‐ λάβωμεν, ἵν’ ἐπιθῶμεν ἤδη τῷ προτέρῳ λόγῳ τὴν προσ‐ [5] ήκουσαν τελευτήν. ἐπεὶ γὰρ ἀλλοιοῦσθαι πέφυκεν ἡ οὐσία, τίνες αἱ δυνάμεναι τοῦτο δρᾶν ὑπάρχουσι ποιότητες, ἐφεξῆς ἴδωμεν. ὁ μὲν οὖν Ἱπποκράτης ὡς ἂν βραχυλογίᾳ χρώμε‐ νος παλαιᾷ μετὰ τὸ προειπεῖν ὡς, εἴπερ ἓν ἦν ὁ ἄνθρω‐ πος, οὐδέποτ’ ἂν ἤλγεεν, ἐφεξῆς ἤδη κέχρηται τῷ θερμῷ [10] καὶ τῷ ψυχρῷ καὶ τῷ ξηρῷ καὶ τῷ ὑγρῷ πρὸς ἁπάσας τὰς ἀλλοιώσεις ἐκ μὲν τοῦ φαίνεσθαι λαβών, ὅτι τὰ πλησιά‐ ζοντα σώματα μεταβάλλειν εἰς ἄλληλα πέφυκε τῷ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ἐκ δὲ τοῦ προδεδεῖχθαι τὸ τὴν οὐσίαν ἀλλοιοῦσθαι πᾶσαν εἰδὼς ἀνατρεπόμενον, ὡς [15] οὐκ ἔστι διάκρισίς τε καὶ σύγκρισις ἡ φαινομένη τῶν σω‐ [1 . 484] κριτον ἐνόμιζον \ Ἐμπεδοκλῆς, ὁ μὲν τὰς ὁμοιομερείας εἰσάγων, ὁ δ’ ἀμετά‐ βλητα νομίζων εἶναι τὰ τέτταρα στοιχεῖα. ἡμεῖς δ’ ἐξα‐ πλώσαντες τὸν λόγον εἰς ὅσον σαφέστερον εἰς τοσοῦτον καὶ [5] πιστότερον ἐργασόμεθα, γενήσεται δὲ τοιοῦτός τις· εἴπερ ἀλ‐ γοῦμεν, οὔτε μία τὸ εἶδος οὔτ’ ἀπαθὴς ἡμῶν ἐστιν ἡ οὐσία· καὶ μὴν εἴπερ πάσχει, θερμαινομένη τε καὶ ψυχομένη καὶ ξη‐ ραινομένη καὶ ὑγραινομένη πείσεται· τῶν γὰρ ἄλλων οὐδεμία ποιοτήτων ἀλλοιοῦν οἵα τ’ ἐστὶ τὸ πλησιάζον ὅλον δι’ ὅλου. [10] οὔτε γὰρ εἰ τὸ βαρὺ τῷ κούφῳ πλησιάσειεν ἢ τῷ βαρεῖ τὸ κοῦφον, ἢ τὸ κοῦφον ἔσται βαρὺ ἢ τὸ βαρὺ κοῦφον οὔτ’ εἰ τῷ τραχεῖ τὸ λεῖον καὶ τὸ πυκνὸν τῷ μανῷ καὶ τὸ παχὺ τῷ λεπτῷ. τῶν τοιούτων γὰρ οὐδὲν ἀλλοιοῦν δύναται τὸ πλησιάζον ὅλον δι’ ὅλου. ὑπολείπεται οὖν ἔτι τὸ μαλακὸν [15] καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον· ἀλλά τοι καὶ τού‐ [1 . 485] των τὸ μὲν μαλακὸν \ ἐστι φύσεως, τὸ δὲ σκληρὸν καὶ τὸ κραῦρον ἐκ τῆς τῶν ξηρῶν, ἕτεραι δ’ οὐκ εἰσὶ παρὰ ταύτας ἁπταὶ ποιότη‐ [5] ποιότησιν αἱ τῆς ὕλης ἀλλοιώσεις οὐχ ἕπονται, πρόδη‐ λον παντί. τῷ γένει μὲν γάρ εἰσιν ἁπταὶ καὶ αὗται, διενηνόχασι δὲ τῶν ἰδίως ἁπτῶν τῷ μήτε κατὰ πάντα τὰ γένη τῶν ζῴων συνίστασθαι μήθ’ ὅλως ἀλλοιοῦν τὴν ὑπο‐ κειμένην οὐσίαν. εἴπερ οὖν αὗται μὲν ἴδιαί τινων ὑπάρ‐ [10] χουσι ζῴων, αἱ δὲ τὴν ὅλην οὐσίαν ἀλλοιοῦσαί τε καὶ με‐ ταβάλλουσαι πρῶταί τ’ εἰσὶ τῇ φύσει καὶ κοιναὶ πάντων τῶν ὄντων καὶ τῶν στοιχείων δημιουργοί, δῆλον, ὡς ὑγρό‐ της καὶ ξηρότης καὶ ψυχρότης καὶ θερμότης ἑκάστου τῶν ὄντων συνιστᾶσι τὴν οὐσίαν. ὀρθῶς οὖν ὁ Ἱπποκράτης οὐκ [15] ἀνθρώπου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τὴν φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνίστασθαί φησι. καὶ γὰρ δρᾷ ταῦτ’ εἰς ἄλληλα φανερῶς, ὡς ἅπαντες [1 . 486] ὁμολογοῦσι, καὶ τὸ \ κρίσεως, ἀλλ’ ἐκ τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι δι’ ὅλης τῆς οὐσίας αὐτῶν. ἐμοὶ δὲ καὶ θαυμάζειν ἐπέρχεται τοῦ Ἀθηναίου μήτε ταῦτα τὰ νῦν εἰρημένα μήθ’ ὅσα προσέθη‐ [5] κεν Ἀριστοτέλης ἢ Χρύσιππος εἰπόντος, ἀλλ’ ἀξιοῦντος ἐναργῆ τὰ στοιχεῖα χωρὶς ἀποδείξεως λαμβάνεσθαι, καίτοι γ’ ἐν οἷς αὐτὸς ἀντεῖπεν Ἀσκληπιάδῃ, μέμνηταί πως καὶ τούτων οὐχ ἁπάντων μὲν ἀκριβῶς οὐδ’ ἀγωνιστικῶς οὐδὲ [10] ὅμως δ’ οὖν μέμνηται σπαράττων ἀτάκτως αὐτά. τούτῳ μὲν οὖν ἄξιον μέμψασθαι προδιδόντι τὴν Ἱπποκράτειον φυσιολο‐ γίαν, ἐμοὶ δ’ ἂν εἴη καιρὸς ἐνταῦθα καταπαύειν τὸν πρῶτον λόγον. ὅσα γὰρ ἄλλα ταῖς ἀπαθῆ μὲν τὴν οὐσίαν ὑποτι‐ θεμέναις αἱρέσεσι, παραπλεκούσαις δὲ τὸ κενὸν ἐναντιοῦται, [15] τὰ μὲν ὑπ’ Ἀριστοτέλους τε καὶ Θεοφράστου λέλεκται, τὰ [1 . 487] δ’ ἂν καὶ ἡμεῖς εἴποιμεν ἰδίᾳ πρὸς ἑκάστην \ ἀντειπόντες. ἀλλ’ ἐκεῖνα μὲν ἐκ περιουσίας, ἱκανὰ δὲ τὰ νῦν εἰρημένα πρὸς ἐπιστημονικὴν ἀπόδειξιν. οὔτε γὰρ ὡς οὐ χρὴ δι’ ὅλης ἑαυτῆς ἀλλοιοῦσθαι τὴν οὐσίαν, ἀντειπεῖν [5] ἔστιν· ἀναιρήσομεν γὰρ οὕτω καὶ πόνον καὶ ἡδονὴν καὶ αἴσθησιν καὶ μνήμην καὶ λογισμὸν καὶ αὐτὴν τὴν ψυχήν· οὔθ’ ὡς ἄλλη τις ποιότης ἀλλοιοῦν δι’ ὅλων πέφυκε παρὰ τὰς εἰρημένας τέτταρας. εἰ δὲ τοῦτο, καὶ πρῶτος Ἱππο‐ κράτης ἁπάντων ἐξευρὼν φαίνεται τὰ στοιχεῖα τῆς τῶν [10] ὄντων φύσεως καὶ πρῶτος αὐτάρκως ἀποδείξας. εἰ δ’ οὐκ ἐπέγραψε τὸ σύγγραμμα περὶ στοιχείων ὡς Ἀσκληπιάδης ὁ ἰατρός, οὐδὲν ἂν εἴη τοῦτό γε ζήτημα. τὰ γὰρ τῶν πα‐ λαιῶν ἅπαντα περὶ φύσεως ἐπιγέγραπται τὰ Μελίσσου καὶ Παρμενίδου καὶ Ἐμπεδοκλέους Ἀλκμαίωνός τε καὶ Γοργίου [15] καὶ Προδίκου καὶ τῶν ἄλλων ἁπάντων Ἀριστοτέλης τ’ ἔν τε τοῖς περὶ οὐρανοῦ κἀν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ἐξ‐ είργασται τὸν περὶ τῶν στοιχείων λόγον ὥσπερ Χρύσιππος [1 . 488] ἐν τῷ περὶ \ έγραψε τὰ βιβλία περὶ στοιχείων οὐδὲ χρὴ τοὔνομα ζητεῖν, ἀλλὰ τὴν δύναμιν ἐξετάζειν τῶν λόγων. εἴτε γὰρ περὶ φύσεως εἴτε περὶ στοιχείων εἴτε περὶ γενέσεως καὶ φθορᾶς [5] εἴτε περὶ οὐσίας ἐπιγράψειέ τις τὴν νῦν ἡμῖν ἐνεστῶσαν πραγματείαν, οὐδὲν δήπου διοίσει. τῷ δὲ συνηθέστερον εἶναι σχεδὸν ἅπασι τοῖς νῦν ἐπιγράφειν τε τὰ τοιαῦτα συγγράμματα περὶ στοιχείων ὀνομάζειν τε διὰ παντὸς οὕτω, καὶ ἡμῖν ἔδοξεν ἄμεινον εἶναι περὶ τῶν καθ’ Ἱππο‐ [10] κράτην στοιχείων ἐπιγράψαι. καὶ δὴ δοκῶ μοι πάντα τὸν πρῶτον ἤδη πεπεράνθαι λόγον· εἰ γάρ τί που καὶ σμικρὸν ἔτι διαφεύγει τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων ἀνεξήγητον, αὐτός τις ἕκαστος ἐξ ὧν εἶπον ὁρμώμενος ἐξευρήσει κἀκεῖνο ῥᾳδίως, οἷον ὅτι τε τὴν γένεσιν οὐκ ἐξ ἑνὸς εἶναι χρὴ καὶ [15] ὅτι εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ με‐ [1 . 489] τρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον \ ἑτέρου πολὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. διδάσκει γὰρ ἐνταῦθα περὶ τῆς [5] καὶ ἡμεῖς ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐξηγησό‐ μεθα κἀν τοῖς ἄλλοις τοῖς ἐφεξῆς. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυται τὰ κεραννύμενα, πότερα τῶν ποιοτήτων μόνων, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς [10] ἰατροῖς· ὅθεν οὐδ’ Ἱπποκράτης ἀπεφήνατό τι περὶ τούτων, ἀλλ’ ἠρκέσθη μόνῳ τῷ δι’ ὅλων κεκρᾶσθαι τὰ στοιχεῖα. τούτου γάρ ἐστιν ἡμῖν χρεία πρός τε τὴν περὶ κράσεων πραγματείαν, ἣν ἐφεξῆς τῇδε δίειμι, καὶ προσέτι τὴν περὶ φαρμάκων. εἰρήσεται δὲ κἀν τοῖς τῆς θεραπευτικῆς με‐ [15] θόδου περὶ τῆς χρείας αὐτῶν ἐπὶ πλέον, ἐν δὲ τῷ παρόντι τοσοῦτον εἰπεῖν ἀποχρήσει πρὸς τὸν ἐνεστῶτα λόγον, ὅτι τῶν ὑπ’ Ἀσκληπιάδου λεγομένων ἐν τῷ περὶ στοιχείων [1 . 490] βιβλίῳ πρὸς τοὺς ὅλας \ οὐσίας οὐδὲν ἅψεται τῶν κατὰ τὰς ποιότητας μόνον κε‐ ράννυσθαι λεγόντων, ὥστ’ εἰ καὶ μὴ δι’ ἄλλο τι, διὰ γοῦν [5] μίγνυσθαι τῷ ὕδατι τὸν οἶνον εἰ τύχοι καὶ καταθραύεσθαι μέχρι σμικροτάτων ἑκατέρου τὰ μόρια δρᾶν καὶ πάσχειν αὐτοῖς εἰς ἄλληλα συμβαίνει καὶ μεταδιδόναι τῶν ποιοτήτων ἀλλήλοις ἑτοιμότερον, ὅσῳ περ ἂν εἰς ἐλάττω καταθραυσθῇ καὶ διὰ τοῦτο κινοῦσιν ἐπὶ πλεῖστον οἱ μιγνύντες ἀλλήλοις [10] τὰ τοιαῦτα τὴν εἰς ἐλάχιστα διαίρεσιν αὐτῶν μηχανώμενοι. καὶ μὲν δὴ καὶ τὸ μᾶλλον ἑνοῦσθαι τὰς ποιότητας ἀλλή‐ λαις τῶν ἐπὶ πλέον ἀναμιχθέντων τε καὶ χρονισάντων ὁμολογεῖ τῷ λόγῳ. χρόνου γὰρ δεῖται τὰ σμικρὰ μόρια τῶν κεραννυμένων, ἵν’ εἰς ἄλληλα δράσῃ καὶ πάθῃ τελέως καὶ [15] οὕτως ἓν ἀπεργάσηται τὸ ὅλον καὶ ὅμοιον ἑαυτῷ πάντη. διὰ ταῦτα κἀν τῷ παραχρῆμα μὲν οἷόν τε διαχωρίσαι πά‐ λιν ἀπ’ ἀλλήλων ἔνια τῶν ἀναμιχθέντων· εἰ δ’ ἐπὶ πλέον [1 . 491] χρονίσειεν \ τε καὶ διελεῖν ἀπὸ θατέρου θάτερον· ἀλλὰ περὶ μὲν τοῦ τρόπου τῆς δι’ ὅλων κράσεως εἰρήσεται κἀν τοῖς περὶ φαρ‐ ================================================================================ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ================================================================================ [1] Ἐπὶ δὲ τὸν δεύτερον ἤδη μοι λόγον ἰέναι καιρός. ἀποδείξας γὰρ ὁ Ἱπποκράτης ἁπάντων τῶν ὄντων στοιχεῖα κοινὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἐφεξῆς ἐπὶ γένος ἕτερον στοιχείων μέτ‐ [5] εισιν οὐκέτι πρῶτον οὐδὲ κοινόν, ἀλλὰ τῶν ἐναίμων ζῴων ἴδιον. αἷμα γὰρ καὶ φλέγμα καὶ χολὴ ξανθή τε καὶ μέλαινα στοιχεῖα τῆς γενέσεως ἁπάντων ἐστὶ τῶν ζῴων τῶν ἐναίμων, οὐκ ἀνθρώπου μόνον. ἀνθρώπου δέ γ’ ἴδια μόρια [1 . 493] τὰ ἐλά\ νία δ’ ἐστὶ καὶ τούτων αὐτῶν πρὸς ἔνια τῶν ἐναίμων ζῴων οἷον ἵππον καὶ βοῦν καὶ κύνα καὶ τἆλλ’ ὅσα τοιαῦτα. πάντα γὰρ ταῦτα καὶ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ νεῦρα καὶ συνδέσ‐ [5] μους καὶ ὑμένας καὶ σάρκας, οὐ μὴν ἀκριβῶς γε πάντη τοῖς ἀνθρώποις ὅμοια, τινὰ δὲ καὶ κατὰ γένος ἕτερα, καθάπερ ὁπλὰς καὶ κέρατα καὶ πλῆκτρα καὶ ῥάμφη καὶ λεπίδας. ὥσπερ οὖν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἁπάν‐ των ἦν κοινὰ στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἴδια τῶν ζῴων [10] ἑκάστου πάλιν ἐστὶ τὰ πρῶτα πρὸς αἴσθησιν μόρια, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. μεταξὺ δὲ τούτων τε κἀκείνων ἡμῖν μὲν οἱ τέτταρες χυμοί, τῶν δ’ ἄλ‐ λων ζῴων ἑκάστῳ τοῦθ’, ὅπερ ἂν ὕλη τῆς γενέσεως αὐτῶν ᾖ προσεχής. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν, ἐξ ἧς πρώτης [15] τι γίγνεται μηδεμιᾶς ἐν μέσῳ δεόμενον [ἑτέρας] μεταβολῆς. \ [1 . 494] Ὅτι μὲν οὖν ἐκ τοῦ τῆς μητρὸς αἵματος ἅπαντα γέγονε τὰ τῶν ἐναίμων ζῴων μόρια, πρόδηλον παντί· μετέχοντος δὲ τούτου φλέγματός τε καὶ διττῶν χο‐ λῶν εὐλόγως ἐνταῦθα διέστησαν οἱ μὲν ἐξ αἵματος μόνου [5] τὴν γένεσιν ὑπάρχειν ἡμῖν, οἱ δ’ ἐκ τῶν τεττάρων χυμῶν φάσκοντες. ἔστι μὲν οὖν οὐχ ὁμοίως [δυνατὸν] ἀποδεῖξαι τἀληθὲς ἐνταῦθ’ ὡς ἐπὶ τῶν πρώτων στοιχείων· ἑκάτερος γὰρ ὁ λόγος ἔχει τι πιθανόν. ἐξ ὧν δ’ [οὖν] ὁ Ἱπποκρά‐ της κινηθεὶς ἀληθέστερον εἶναι νομίζει τοὺς τέτταρας εἶναι [10] χυμοὺς ὕλην ἀνθρώπου τῆς γενέσεως, ἐπιδεῖξαι πειράσομαι τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὁμοιομερὲς μέν ἐστι καὶ σὰρξ καὶ νεῦρον, ἀλλ’ ἡ μὲν σὰρξ ἔναιμός τε καὶ μαλακὴ καὶ θερμή· τοὐναντίον δὲ ταύτης τὸ νεῦρον ἄναιμόν τε καὶ σκληρὸν καὶ ψυχρόν. οὐ μὴν οὔτ’ ἐκείνη μαλακὴ καὶ θερμὴ [15] τελέως ἐστὶν οὔτε τὸ νεῦρον σκληρόν τε καὶ ψυχρόν. ἀλλὰ [1 . 495] τὸ μὲν αἷμα τῆς σαρκὸς μαλακώτερόν τε καὶ \ [5] μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’ οὖν ἐκ τῆς αὐ‐ τῆς οὐσίας ἅπαντα γέγονεν ἢ μᾶλλον ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον ἐκ τοῦ παρὰ τῆς μη‐ τρὸς αἵματος εἰς τὴν μήτραν ἰόντος ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν σκληροτέρων σωμάτων πῆξιν [10] εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον, εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων, τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα κἀν τῷ [15] μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν τῶν μορίων ἕκαστον ἔχειν ἐκ τῆς οἰκείας ὕλης· ἓν μὲν γάρ τι φαίνεται τὸ αἷμα καθάπερ καὶ τὸ γάλα. διδάσκει δ’ ὁ λό‐ [1 . 496] γος οὐχ ἓν ὑπάρχειν αὐτὸ καθότι μηδὲ τὸ γάλα. \ γὰρ ἄκρως ἐστὶν ὀρρῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι, τὸ δ’ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δ’ ἕως μὲν ἐκέκρατο πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ ὀρροῦ, [5] διακριθέντα δὲ τήν τ’ οἰκείαν ἰδέαν ἐνεδείξατο καὶ τὴν τοῦ γάλακτος ἔδειξε φύσιν, ὡς οὐκ ἄρ’ ἓν ἦν ἀκριβῶς, ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀρρός, τὸ δὲ τυρός, οὕτως ἐν αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀρρῷ γάλακτος, [10] τὸ δ’ οἷον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς ἔστι θεάσασθαι καὶ τούτων ἐξαιρεθεισῶν οὐ πήγνυται τὸ αἷμα καὶ μὴν καὶ [15] ἔστιν ὅτε δὲ καὶ σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ καί ποτε [1 . 497] πελιδνὸν ἅπαν \ μέλανι καθάπερ τις πορφύρα κατακορής, ὥστ’ οὐχ ἓν ἀκρι‐ βῶς τὸ αἷμα. πάντων γὰρ ἂν οἶμαι καὶ ζῴων καὶ ἀνθρώ‐ πων ὅμοιον ὑπῆρχε διὰ παντός, εἴπερ ἦν ὄντως ἕν. ἀλλὰ [5] ποτὲ μὲν ἐν αὐτῷ πλεονεκτεῖ τὸ παχὺ καὶ μέλαν, ὡς καὶ τὴν χρόαν ἅπαντος τοῦ σώματος μελαντέραν φαίνεσθαι καὶ τὰς οὐλὰς μελαίνεσθαι καὶ κιρσοῦσθαι τὰς ἐν τοῖς σκέλεσι φλέβας ἅμα τινὶ πελιδνῷ χρώματι, ποτὲ δὲ τὸ ξανθόν, ὡς καὶ τοῦτ’ ἔκ τε τῶν τριχῶν ἔστιν ἰδεῖν κἀκ τῆς σύμ‐ [10] παντος τοῦ σώματος χρόας κἀκ τῶν ἐμέτων τε καὶ διαχω‐ ρημάτων, ἔστι δ’ ὅτε τὸ ἐρυθρὸν ἢ τὸ λευκόν, ὡς καὶ ταῦτ’ ἔκ τε τῶν χρωμάτων ὅλου τοῦ σώματος καὶ τῶν τρι‐ χῶν ἐμέτων τε καὶ διαχωρημάτων φαίνεται. καὶ μὲν δὴ κἂν εἰ τὰς φλέβας ἀνατέμοις ὑγιαινόντων ἔτι τῶν ἀνθρώ‐ [15] πων, τοῦ μέν τινος αὐτῶν ξανθὸν ῥυήσεται τὸ αἷμα, τοῦ δ’ ἐρυθρόν, τοῦ δὲ λευκότερον, τοῦ δὲ μελάντερον· κἂν εἰ [1 . 498] τον \ ἴσον ἐν πάσῃ φύσει σώματος οὔθ’ ὑγιαινόντων οὔτ’ ἀρρω‐ στούντων. ἵνα γὰρ ἀπὸ τῶν ἀρρωστούντων ἄρξωμαι, χολῆς τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς [5] ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν· εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νο‐ σοῦσι ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην [μὲν] ἐκκε‐ νώσει χολήν· εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτε‐ [10] ριῶσι κενώσει φλέγμα καὶ σὺν μεγάλῃ βλάβῃ· πάμπολυ δ’ ἐν τοῖς προειρημένοις ὑδέροις καὶ χωρὶς τοῦ βλάψαι. καὶ μὲν δὴ καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν ἐκκαθαίρει μέλαιναν, ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν ἀπαντῶσαν. \| [1 . 499] Ἀσκληπιάδης δ’ ὁ πάντα τὰ καλὰ τῆς τέχ‐ νης ἐπιχειρῶν ἀνατρέπειν τῷ λόγῳ διὰ τοὺς θαυμαστοὺς ὄγκους καὶ πόρους πειρᾶται μεταπείθειν ἡμᾶς, ὡς οὐχ ἕλκει τὸ οἰκεῖον ἕκαστον τῶν φαρμάκων, ἀλλὰ μεταβάλλει [5] καὶ τρέπει καὶ ἀλλοιοῖ διαφθεῖρον εἰς τὴν ἑαυτοῦ φύσιν, ὁποῖον ἂν ᾖ τὸ ἑλχθέν. εἶτα τὴν ἀκολουθοῦσαν ὠφέλειαν οὐ τῇ τοῦ λυποῦντος ἐκκαθάρσει γίγνεσθαί φησιν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως. ὁ μὲν οὖν Ἀσκληπιάδου λόγος οὕτως ἀναισχυντεῖ κατὰ τοῦ φαινομένου. τὸ φαινό‐ [10] μενον δ’ ὡς Ἱπποκράτης τε καὶ οἱ λοιποὶ πάντες ἰατροὶ τῇ πείρᾳ βασανίζοντες ἔμαθον, ὡς εἴρηται πρόσθεν, ἔχει. εἰ [15] λεῖ τὰ καθαίροντα, τί οὐ τὰς φλέβας τέμνομεν ἁπάντων, [1 . 500] εἴτ’ ἰσχνοὶ \ μελαγχολῶντες; ἀλλὰ πολλοῖς μὲν τῶν τοιούτων ἰσχνοῖς οὖσιν ἱκανῶς οὐ σμικρὰν ἤνεγκεν ὠφέλειαν ἡ τοῦ λυποῦν‐ τος χυμοῦ κένωσις. εἰ δ’ αἵματος ἀφελεῖν αὐτῶν ἐτόλμησέ [5] τις, εὐθὺς ἂν ἀπέκτεινεν. ἀλλὰ ταῦτα λέγειν ἀναγκάζου‐ σιν Ἀσκληπιάδην οἱ ὄγκοι καὶ πόροι καὶ τὰ ἄναρμα στοι‐ χεῖα, τούτοις γὰρ ἕπεται τὸ μηδεμίαν εἶναι τῆς φύσεως ἡμῶν ἀλλοτρίαν ποιότητα μηδὲ τὴν τῶν ὁσημέραι διὰ τῆς γαστρὸς ἐκκενουμένων περιττωμάτων, ἀλλ’ ὅταν ἐπισχεθῇ [10] ἡ γαστήρ, τῷ λόγῳ τοῦ πλήθους ἡμᾶς βλάπτεσθαι καὶ εἶναι τὴν ἴασιν ἢ ὀλιγοσιτίαν ἢ ἀσιτίαν παντελῆ. πλῆθος γάρ τοι τοιούτων λόγων ἀποτετόλμηται πρὸς Ἀσκληπιάδου τοῖς ἐναργέσι μαχομένων, οἳ τοὺς μὲν ἀγνοοῦντας τὸ φαι‐ νόμενον ἀπορεῖν ἀναγκάζουσιν, τοὺς δὲ γιγνώσκοντας ἐκ‐ [15] πλήττεσθαί τε καὶ θαυμάζειν τὴν ἀναισχυντίαν τἀνθρώπου. ἀλλὰ πρὸς μὲν τὴν Ἀσκληπιάδου τόλμαν ἐν ἑτέροις ἐπὶ [1 . 501] πλέον λεχθήσεται. τὰ φαινόμενα δ’ ἐναργῶς πάλιν \ λάβωμεν ἑπόμενοι ταῖς Ἱπποκράτους ῥήσεσιν ὡς οὐ μαν‐ τευσαμένου δήπουθεν, ὡς ἰατρός τις ἄπειρος ἢ ἀναίσχυντος εἰς τοσοῦτον ἔσοιτο καθάπερ Ἀσκληπιάδης, ὃς ἤτοι παντά‐ [5] πασιν ἀγνοήσει τὰ οὕτω σμικρὰ τῆς τέχνης ἢ γνοὺς ἀρνή‐ [10] ὑπονοῆσαι μηδένα μήτ’ ἀγνοῆσαί ποτε τὰ τοιαῦτα μήτ’ ἀρ‐ νήσασθαι. Πρὸς μὲν γὰρ τοὺς λέγοντας αἷμα μόνον εἶναι τὸν ἄνθρωπον ἢ ὁτιοῦν ἓν ἄλλο τοσοῦτον εἰπὼν ἠρκέσθη δεικνύειν ἀξιώσας αὐτοὺς „μὴ μεταλλάσσοντα τὴν [15] „ἰδέην τὸν ἄνθρωπον μηδὲ γιγνόμενον παντοῖον, ἀλλ’ ἢ „ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου, ἐν „ᾗ αἷμα ἐνεὸν φαίνεται μοῦνον. εἰκὸς γὰρ εἶναι, φησί, „μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἐνεόν [1 . 502] „[ὅ τί ἐστι].“ \ τῷ αἵματι διὰ παντὸς ὠχρὰν καὶ μέλαιναν, ἐπ’ αὐταῖς δὲ καὶ τρίτον τὸ φλέγμα, τὸ κατὰ φύσιν ἐν ταῖς ἡλικίαις τε καὶ ταῖς ὥραις φαινόμενον διῆλθεν. „ἢν γάρ τινι διδῷς, [5] „φησίν, ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμέεταί σοι „φλέγμα καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμέεταί „σοι χολήν· καὶ ἢν τρώσῃς αὐτῷ, φησί, τοῦ σώματος μέρος [10] „χειμῶνος καὶ θέρεος.“ πρὸς δὲ τὸ ταῦτ’ εἶναι τὴν φύ‐ σιν αὐτοῦ, τοῦτ’ ἔστιν ἐκ τούτων ἅπαντα τὰ μόρια καὶ γεγονέναι καὶ τρέφεσθαι, τάδε φησί· „Πρῶτον μὲν φανε‐ „ρός ἐστι ὥνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα αἰεί, ἕως „ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχον‐ [15] „τος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι, „ὁκόσα ἔγωγε νῦν φημί τε καὶ ἀποδείκνυμι.“ ταῦτ’ ἐάν τις [1 . 503] ἐκποδὼν ποιήσηται τὴν Ἀσκληπιάδειον ἀναι\ νῶς ἀποδείκνυσι τὸ προκείμενον. εἰ γὰρ ἕκαστον τῶν καθαιρόντων φαρμάκων ἕλκει τινὰ χυμὸν καὶ χρόνος οὐ‐ δείς ἐστιν, ἐν ᾧ δοὺς αὐτῶν ὁτιοῦν ἀπορήσεις ἐκκενῶσαι [5] τὸν οἰκεῖον χυμόν, εὔδηλον, ὡς οὐδεὶς χρόνος ἐστίν, ἐν ᾧ μὴ μετέχει τῶν τεττάρων χυμῶν ὁ ἄνθρωπος. ἀλλὰ καὶ ἡ γένεσις ἐξ αἵματος ἦν αὐτῷ τοῦ τῆς μητρὸς οὐ καθαροῦ δήπουθεν ὄντος, ἀλλ’ ἐπιμεμιγμένου φλέγματί τε καὶ χο‐ λαῖς. ἐδείχθη γὰρ ἅπας ἄνθρωπος ἐν παντὶ καιρῷ ταῦτ’ [10] ἔχων ἐν ἑαυτῷ. εἰ τοίνυν καὶ γέγονεν ὁ ἄνθρωπος ἐκ τού‐ των καὶ τὴν αὔξησιν καὶ τὴν τροφὴν ἐκ τούτων ἔχει, ταῦτ’ ἐστὶν ἡ φύσις αὐτοῦ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα. [15] τινὰ δὲ πίστιν οὐ σμικρὰν φέρει τοῦ τε τὸν οἰκεῖον χυ‐ μὸν ἕκαστον τῶν καθαιρόντων ἕλκειν καὶ τοῦ τὸν ἄνθρω‐ πον ἁπάντων δεῖσθαι τῶν εἰρημένων χυμῶν. αὐτίκα γέ [1 . 504] τοι τὰ κατὰ τὰς ὑπερ\ δείκνυται τὸν οἰκεῖον χυμὸν ἕκαστον τῶν φαρμάκων ἕλκειν. „Ἀλλ’ ὁκόταν τις πίῃ, φησί, φάρμακον, ὅ τι χολὴν ἄγει, „πρῶτον μὲν χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα, ἔπειτα δ’ ἐπὶ [5] „τῇ χολῇ ἐμέουσι χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶν‐ „τες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν. ταὐτὰ δὲ πάσχουσι „[φησί] καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων. „πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα δὲ χολὴν ξαν‐ „θήν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν καὶ [10] „ἐν τῷδε ἀποθνήσκουσιν.“ ἡ μὲν οὖν ῥῆσις αὕτη. πρόδη‐ λον δ’ ἐξ αὐτῆς συλλογίσασθαι, διότι τὸν οἰκεῖον ἐπισπᾶται χυμὸν ἕκαστον τῶν καθαιρόντων φαρμάκων. ὁπόταν γὰρ ἀσθενέστερον ἑαυτοῦ τὸ ζῷον ὑπάρχῃ νενικημένον ὑπὸ τοῦ φαρμάκου, ὡς πλησίον ἥκειν θανάτου, τότ’ ἀφίσταται μὲν [15] ἡ τοῦ προτέρου κένωσις χυμοῦ, διαδέχεται δ’ αὐτὴν ἑτέρα. καίτοι δυοῖν θάτερον ἐχρῆν [κατὰ τὸν Ἀσκληπιάδην], ἢ μηκέτι κενοῦσθαι μηδένα χυμὸν ἢ φέρεσθαι διὰ παντὸς [1 . 505] τὸν ἐξ ἀρχῆς. ἀρρωστοῦντος μὲν \ μάκου μηδένα, δρῶντος δ’ ὃ πέφυκε δρᾶν, ἐκεῖνον μόνον ἐχρῆν φέρεσθαι, ὃν ἐξ ἀρχῆς ἐκένου. οὐ γὰρ δή που πρό‐ τερον μέν, ὅτ’ ἰσχυρὸν ἦν ἔτι τὸ σῶμα, καὶ συντήκειν [αὐτὸ] [5] καὶ μεταβάλλειν εἰς ὅπερ πέφυκε τὸ φάρμακον ἱκανὸν ἦν. ἐπεὶ δ’ ἀσθενὲς ἐγένετο, νῦν οὐκέτ’ εἰς αὐτὸ δρᾶσαι δυ‐ νήσεται. καὶ μὴν ὅτι γε δρᾷ, πρόδηλον. ἐκκενοῦται γὰρ οὐδὲν ἧττον ἐν τῷδε καὶ διαλύεται καὶ φθείρεται τὸ σῶμα. πῶς οὖν οὐκέθ’ ὅμοιος τῷ πρόσθεν ὁ κενούμενος φαίνεται [10] χυμός; οὐκ ἄλλως ἢ ὅτι πᾶς ἐκεῖνος ὀλίγου δεῖν ἐκκεκένω‐ ται τοῦ σώματος. ὥστ’ οὐδὲ ζῆν ἔτι δυνατὸν [εἶναι] τῷ ζῴῳ τῶν στοιχείων αὐτοῦ τινος παντάπασιν ἀπολλυμένου, ἀλλὰ διαλύεσθαί τε καὶ φθείρεσθαι καὶ ῥεῖν ἑξῆς, ὅστις ἂν ἔτι τῶν ὑπολοίπων χυμῶν ἑτοιμότερος ᾖ κενοῦσθαι. διὰ τοῦτ’ [15] οὖν, εἴτε χολῆς μελαίνης εἴτε φλέγματος ἀγωγὸν εἴη τὸ [1 . 506] φάρμα\ ἕπεται χυμὸς ὡς ἂν θερμότατός τε καὶ λεπτότατος ὑπάρ‐ χων. εἰ δ’ αὖ τῆς ξανθῆς χολῆς εἴη τὸ φάρμακον ἀγωγόν, ἐφεξῆς τὸ φλέγμα κατὰ τὰς ὑπερκαθάρσεις, ἔπειθ’ ἡ μέ‐ [5] λαινα κενοῦται· βαρυτάτη γὰρ αὕτη καὶ παχεῖα καὶ δυσ‐ κίνητος· ὕστατον δὲ πάντων τὸ αἷμα τῷ μάλιστ’ οἰκεῖον εἶναι τῇ φύσει. Διὸ καὶ ὅσοι τῶν ἰατρῶν τε καὶ φυσικῶν ἐξ αἵματος μόνου γίγνεσθαι καὶ τρέφεσθαι τὸ ζῷον ἀπεφή‐ [10] ναντο, χρὴ καὶ τούτων ἐπαινεῖν τὴν γνώμην ὡς εἰκότα γι‐ γνωσκόντων· ἀλλ’ ὁ Ἱπποκράτης γε φυσικώτερον ἔτι καὶ τούτων ἐκ τῶν τεττάρων χυμῶν καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν καὶ τὴν θρέψιν εἶναί φησι τοῖς σώμασιν ἡμῶν, ἅμα μέν, ὡς καὶ πρόσθεν εἴρηται, παμπόλλην ὁρῶν ἐν τοῖς [15] ὑγιαίνουσι ποικιλίαν τῆς τῶν σωμάτων ἰδέας οὐκ ἂν γενο‐ μένην, εἴπερ εἷς ἦν ὁ στοιχειώδης χυμός, ἔπειτα δὲ καὶ τὰς [1 . 507] τῶν μορίων φύσεις [οὕτω] πάμπολυ διαφερούσας \ κὼς οὔτ’ ἐκ μιᾶς οὐσίας γεγονέναι κατ’ ἀρχὰς εὐθὺς οὔτε μιᾶς εἴδει κεχρῆσθαι τροφῆς. ἅπαντα δὲ ταῦτα τὰ νῦν ὑπ’ ἐμοῦ λεγόμενα διὰ βραχυτάτης ἐνεδείξατο ῥήσεως ὁ Ἱπποκράτης [5] ὧδέ πως εἰπών· „Ὡς γὰρ τὰ φυόμενά τε καὶ σπειρόμενα ὁκό‐ „ταν ἐς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν αὐτῷ ἐνεὸν „ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ καὶ πικρὸν καὶ γλυκὺ καὶ ἁλμυρὸν „καὶ παντοῖον· πρῶτον μὲν οὖν πλεῖστον τούτου εἵλκυσεν ἐς „ἑωυτό, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ [10] „ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτον δέ τι καὶ τὰ φάρμακα ποιέει „ἐν τῷ σώματι.“ διὰ τούτου τοῦ λόγου καὶ περὶ θρέψεως καὶ κενώσεως τῆς ἐν ταῖς καθάρσεσιν ἀκριβῶς ἡμᾶς ἐδί‐ [15] μὴν ἀλλὰ καὶ νῦν ἤδη τὸ κεφάλαιον ὁρᾶν ὑπάρχει. φυ‐ σικὴ γάρ ἐστί τις δύναμις ἑλκτικὴ τῶν οἰκείων ἑκάστῳ τῶν [1 . 508] ὄντων ὥσπερ ἐν τῇ λίθῳ \ ταύτῃ τῇ δυνάμει καὶ τὰ τῶν θρέψεων καὶ τὰ τῶν καθάρσεων ἐπιτελεῖται ἑλκούσῃ μὲν ἀεὶ τὸ οἰκεῖον, ὅταν ᾖ δαψιλές, ἅμα δ’ αὐτῷ πολλάκις ἐπισπωμένῃ καὶ τὸ [5] μὴ τοιοῦτον, οἷόν τι καὶ τοῖς καθαίρουσιν ὑπάρχει φαρ‐ μάκοις. ὁπόταν γὰρ ἅπαν ἐκκενώσῃ τὸ ἐπιπολάζον ἢ χολῆς ἢ φλέγματος—οὕτω δὲ καλῶ τὸ περιεχόμενον ἐν ταῖς φλεψίν—, ἐξ αὐτῶν ἕλκει λοιπὸν τῶν στερεῶν σω‐ μάτων τὴν οἰκείαν ἰκμάδα βίᾳ καὶ μόγις ἀναλύοντά τε καὶ [10] οἷον ἀναστοιχειοῦντα καὶ φθείροντα τὸ ζῷον. ἐν δὲ τῷ σφοδρῷ τῆς ὁλκῆς συνέπεταί τις τῶν ἄλλων χυμῶν, ὃς ἂν