# Περὶ τῶν χρόνων τῶν νόσων
*On the Times of Diseases*
**Author:** Γαληνὸς ὁ Περγαμηνός
*Galen of Pergamon*
**Source:** markdown
---
| Reference | Text |
|-----------|------|
| |
**Γαληνοῦ** |
| **t2** | περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν |
| **1** | Οἷόν τι τοῖς ζῴοις ἐστιν ἡ κατὰ τὰς ἡλικίας διαφορά, τοιοῦτον τοῖς νοσήμασιν, οὓς ὀνομάζουσι καιρούς. οὔτε γὰρ |
| **5** | ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς προσηγορίας, οὔθ’ ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα σκοπού‐ μεθα, μόνη δ’ ἡ τῶν νοσημάτων, |
| **10** | ὡς εἴρηται, ἡλικία, χρόνων |
| **2** | ὑπαλλαττομένη, καθάπερ καὶ τὸ ζῷον ἐν ταῖς ἡλικίαις. ἔοικε δὲ τοῦτο τοῖς φθαρτοῖς σώμα‐ σιν ὑπάρχειν πᾶσι, τοῖς μὲν |
| **5** | μᾶλλον, τοῖς δ’ ἧττον, ὡς εἴ γε διαπαντὸς ἔμενεν αὐτῶν ἀπαράλ‐ λακτος καὶ ἄτρεπτος ἡ φύσις, τὴν ἑαυτῆς οὐσίαν φυλάττου‐ σα, οὐκ ἂν ἐφθείρετο. καθάπερ |
| **10** | οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα μέχρι τῆς ἀκμῆς, εἶτ’ ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου τέλους ἀφικνούμεθα φθο‐ ρᾶς. ὅσοι πάσας διεξέρχεσθαι |
| **15** | μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀρρωστημάτων ἕκαστον μετὰ τὴν πρώτην σύστα‐ σιν τῆς γενέσεως αὐτῶν ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον |
| **20** | μέχρι τῆς ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως |
| **3** | εἰς παντελῆ διάλυσιν ἐλθεῖν. τάχα δ’ ἂν ἴσως δόξειε ταύτῃ μόνον διαφέ‐ ρειν ἡ τῶν νοσημάτων κατὰ |
| **5** | χρόνον ἐξαλλαγὴ τῆς κατὰ τὰ ζῷα τῶν ἡλικιῶν, ὅτι τοῖς μὲν ζῴοις ἴδιός ἐστιν ὁ χρόνος τῆς γενέσεως, ἐν ᾧ διαπλάττεται πάντα |
| **10** | τὰ μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δ’ οὐδείς ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς αὐξάνεται. |
| **15** | καὶ τοῦτ’ εἰκότως γίνεται. τὰ μὲν γὰρ ζῷα σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα. διάπλα‐ σιν μὲν οὖν καὶ γένεσιν |
| **20** | ἐπιζητεῖ ἡ τῶν σωμάτων |
| **4** | ἰδιότης, τὰ συμβαίνοντα δ’ αὐτοῖς, ἅτε μηδεμιᾶς δια‐ πλάσεως δεόμενα, κατὰ τὴν πρώ‐ την εἰσβολὴν εὐθέως τὴν γένεσιν |
| **5** | ἴσχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγ‐ μονῆς γένεσις, ὁποία ζῴου κυουμένου διάπλασις; ἢ τίς ἐρυ‐ σιπέλατος, ἢ τίς, εἰ οὕτως ἔτυχε, |
| **10** | πυρετοῦ; φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρ‐ ξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ’ |
| **15** | ἐκείνου μόνον τῷ μεγέθει. θερμό‐ τερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μεί‐ ζονι μετ’ ὀδύνης θ’ ἅμα καὶ τάσε‐ ως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μι‐ |
| **20** | κρά, τοὐντεῦθεν δ’ αὐξάνεται μέχρι |
| **5** | ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναπο‐ |
| **5** | παύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται γὰρ αἱ τῆς φλεγμο‐ νῆς λύσεις, ἄν γε μέλλῃ λύε‐ σθαι. περὶ τούτων γὰρ ὁ λόγος ἡμῖν ἔστω πρότερον, ἀναβε‐ |
| **10** | βλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυο‐ μένων νοσημάτων ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ |
| **15** | γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ’ εἷς ὁ |
| **6** | ἄχρι τῆς ἀκμῆς αὐξανομένου τοῦ πάθους. οὕτω δ’ ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων ἁπάν‐ των τε τῶν ἄλλων. καὶ γὰρ |
| **5** | ὁ πυρετὸς ἐν γένει μέν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης δ’ οὐκ ἀπο‐ τέτμηται χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ’ ἐπειδὰν πρῶ‐ |
| **10** | τον ἄρξηται τὸ σῶμα θερμό‐ τερον ἑαυτοῦ γίνεσθαι πυρε‐ τώδει θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ’ ἑτέρῳ καιρὸς ἐκ‐ δέχεται τὴν αὔξησιν τοῦ πά‐ |
| **15** | θους, ἄχρι τῆς παντελοῦς |
| **7** | τῶν ὄντων ἔσχατόν τι μέγεθος εἶναι δοκοῦμεν. οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν |
| **5** | ἀπάντησιν, ὡς ἐπιδεῖξαι ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχον ὥσπερ τοῖς ζῴ‐ οις διαπλαττομένοις ἀνακείμε‐ νόν τε τούτῳ τὸν πρῶτον χρόνον |
| **10** | ὅροις οἰκείοις περιγραφόμενον. ἐφ’ ὧν ἐστελλόμην ἂν ἤδη δι‐ δάσκων ἃ γινώσκω κατ’ ἐμαυτόν, εἰ μή με κατὰ δή τινα τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον |
| **15** | ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρε‐ |
| **8** | τε καὶ μεγίστους καιροὺς δι‐ αιρῶν τὰ νοσήματα ἀρχὴν τὴν εὐθέως ἄχρι τῆς ἀκμῆς ἀνάβασιν καλεῖ τὸν μεταξὺ καιρὸν ἀφαι‐ |
| **5** | ρῶν ἐκ τοῦ λόγου [τὴν ἀνάβασιν]. ὅπου γὰρ οὐκ εἶναι δοκεῖ και‐ ρὸς ἴδιος τῆς ἀρχῆς ὅλως, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς τὸ μεταξὺ πᾶν ἐπί‐ |
| **10** | δοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει, τὸ μὲν ὁμο‐ λογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογού‐ μενον ἑτοίμως τιθεμένῳ; οὗτος |
| **15** | μὲν οὖν φαίνεται προδιδοὺς ἐσχά‐ |
| **9** | μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμι‐ κρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ |
| **5** | διαφέρουσαν. ἡμεῖς δ’ ἐπιχει‐ ρήσομεν ἤδη δεικνύναι διαλλά‐ τουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ’ αὐτὴν ἀναβάσεως. ἡ δ’ ἀρχὴ τοῦ λόγου |
| **10** | τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων. ὅθεν, οἶμαι, καὶ κινηθέντες οἱ ἰατροὶ σχεδὸν ἅπαντες οἱ |
| **15** | πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκεί‐ νην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐ‐ |
| **20** | τῇ προσγράφουσιν ἀξιόλογον |
| **10** | ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ’ ἀκμήν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρ‐ ακμήν. |
| **5** | Ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶ‐ τον, εἶτ’ αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας καὶ φρί‐ |
| **10** | κης ἀξιολογωτέρας αἰσθανομέ‐ νους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν ἃ πρότερον ἀμέμ‐ πτως ἔπραττον, ἀλλὰ καὶ κα‐ τακλιθῆναί τε καὶ δεῖσθαι |
| **15** | σκεπασμάτων, καὶ τοῦτο πα‐ θόντας ἐνίοτε μὲν ὥραις τρι‐ σίν, ἐνίοτε δ’ ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ’ ἄρξασθαι |
| **11** | φύσιν αἰσθάνεσθαι κατ’ ὀλίγον αὐξανομένης. ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέ‐ ρουσα κατ’ ἰδέαν ἐξαίρετον ἡ |
| **5** | ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπι‐ δόσεως. εὔδηλον δ’ ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν. ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, |
| **10** | ὡς ἂν ἐπέλθῃ, χρησόμεθα· δη‐ λοῖ γὰρ ἓν πρᾶγμα. τὸ δὲ τοῖς τρισὶν ὀνόμασι προσαγορευ‐ όμενον ἵσταταί ποτε καὶ παύ‐ εται τῆς κινήσεως, καὶ φαί‐ |
| **15** | νεται διαμένον ἴσον ἑαυτῷ |
| **12** | ἤτοι μακρότερον ἢ βραχύτερον, εἶτ’ ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι· καὶ ποτὲ μὲν |
| **5** | εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος φαίνεται ἐπανερχομένη διάθε‐ σις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσ‐ βολῆς δευτέρου παροξυσμοῦ κα‐ ταλαμβανομένη τὴν αὐτὴν ἰδέαν |
| **10** | ἐχούσης τῇ προειρημένῃ· καὶ πάντως ἔστιν ὅτε τὰ προειρη‐ μένα δεύτερον αὖθις ἐπιγίνε‐ ται τῷ νοσοῦντι, πολλάκις δ’ ἔστιν ὅτε καὶ τρίτον καὶ |
| **15** | τέταρτον καὶ πέμπτον |
| **13** | περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως. ὀνομάζουσι δὲ τῶν τοιούτων |
| **5** | κύκλων ἕκαστον οἱ ἰατροὶ περί‐ οδον. ἔνιαι δ’ αὐτῶν ἐν τέτ‐ ταρσι καὶ εἴκοσιν ὥραις περιγρά‐ φονται, καὶ καλοῦμεν αὐτὰς ἀμφημερινάς· ἔνιαι δ’ ἐν ὀκτὼ |
| **10** | καὶ τετταράκοντα, τουτέστιν ἐν δυοῖν ἡμέραιν καὶ νυξίν, ἃς ὀνομάζουσι τριταίων πυρε‐ |
| **14** | ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζου‐ σι τεταρταίους, τὸν δ’ ὅλον |
| **5** | κύκλον, ὃς ἐπανέρχεται ἐπὶ τὴν [μιὰν] ἀρχήν, τεταρταίαν περί‐ οδον· οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης |
| **10** | ἡμέρας ἐπανακυκλοῦσαν ἅμα ταῖς ἀμφημερινοῖς πυρετοῖς· ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις |
| **15** | πυρετοῖς, ἀμφημερινῷ, τριταίῳ |
| **15** | παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ πορρω‐ τέρω. Παραδείγματος οὖν ἕνεκεν ἐπὶ |
| **5** | τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν τοιούτων ἄρχεται πυρετῶν, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι |
| **10** | καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς |
| **15** | κατὰ τὴν συστολήν, τοῖς εἰδό‐ σιν αἰσθάνεσθαι συστολῆς· |
| **16** | ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολήν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει. |
| **5** | καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακρο‐ τέρα σαφῶς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ |
| **10** | πρόσθεν, ἔστι δ’ ὅτε οὐκ ἴση. ταῦτ’ ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσί, τι‐ σὶ δὲ πλείοσιν αὐτῶν, ἢ ἐλάτ‐ τοσιν· εἶθ’ ὁ σφυγμός, ἀρξάμενος |
| **15** | μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίνεσθαι κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ θερ‐ μότεροι σφῶν αὐτῶν ἀποτε‐ |
| **20** | λοῦνται σὺν ταῖς εἰρημέναις |
| **17** | τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερ‐ μασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν |
| **5** | ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦ‐ τον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρό‐ νος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως |
| **10** | ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀ‐ ναντία τοῖς πρόσθεν ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι |
| **15** | καὶ Ἱπποκράτης οὕτως ὠνόμασεν, |
| **18** | ὡς πρὸς τὴν ἡμετέραν αἴσθη‐ σιν καταστάσει, τοιοῦτον γὰρ τὸ κάλλιστον διάλειμμα. μετα‐ βάλλει δ’ ἐξαίφνης εἰς τὰς |
| **5** | εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῷον, εἶτ’ αὖθις εἰς τὰς ἐναντίας τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος μὲν οὖν |
| **10** | χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας ἢ ἐκ διαλείμματος εἰς |
| **15** | τοῦτ’ ἀφικόμενον· ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τἀναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, |
| **19** | θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν |
| **5** | ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρη‐ μέναις τρισὶν ὁρᾶται τῶν εἰ‐ ρημένων ἁπάντων ἴσον ἑαυτοῖς |
| **10** | φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται, σαφῶς δ’ ἀτμὸς ἐκκρίνηται (διὰ) τοῦ |
| **15** | δέρματος, ὁ σφυγμὸς δ’ ἐπὶ τὴν κατὰ φύσιν ἔρχηται κατά‐ στασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, με‐ γέθους τε πέρι καὶ ταχυτῆτος |
| **20** | καὶ πυκνότητος καὶ σκληρότητος. |
| **20** | ἐν τούτῳ τῷ χρόνῳ καὶ ἐξ‐ αίφνης ἱδρὼς τοῖς πλείστοις αὐτῶν ἐπιγίνεται, καὶ μετ’ αὐτὸν ὁ τοῦ διαλείμματος |
| **5** | ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐν‐ αργῶς ὁσημέραι σχεδὸν ἅπασι |
| **10** | τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γινόμενα. καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, ὡς μέχρι μὲν τού‐ του καὶ μὴ ἰητρὸς δύναιτο |
| **15** | ἂν γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου. περιεργότεροι γὰρ ἢ κατὰ τὸν ἰδιώτην εἰσίν, ἡ |
| **21** | κᾂν εἰ μὴ βούλοιντο παρακολου‐ θεῖν οἱ πάσχοντες αὐτήν, κεν‐ τρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν. ἐξη‐ |
| **5** | γοῦνται γοῦν πάντες οἱ κάμνον‐ τες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην δια‐ δραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα κατα‐ ψύξει τῶν ἄκρων ἐπιτείνεσθαι |
| **10** | τὰς φρίκας, ἀκολουθῆσαι δ’ αὐ‐ ταῖς καὶ ῥῖγος εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γίνεσθαί ποτε παῦ‐ λαν, ἐκλύεσθαι δὲ καὶ τὴν περί‐ ψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ |
| **15** | φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις οἴχε‐ |
| **22** | ὁμαλῶς δὲ καίεσθαι τὸ σύμ‐ παν σῶμα, καὶ τοῦτ’ ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γε ποτε καὶ μεῖναι τὴν |
| **5** | θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον ἄλλην αἴσθησιν αὐτῆς ἐκλυομένης γενέσθαι, καὶ τοῦ‐ το μέχρι τῆς καταστάσεως ἐκεί‐ νης μὴ παύεσθαι γινόμενον, ἐν |
| **10** | ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυ‐ ρουμένων αὐτῶν. ἐπὶ μὲν οὖν τριταίων πυρετῶν αἱ κατὰ μέ‐ ρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· |
| **15** | ἐπ’ ἄλλων δ’ ἄλλαι πυρετῶν εἰ‐ σιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ. Νυνὶ δ’ ἐπὶ τούτου πρῶτον, οὗ πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω. πρῶτος οὖν ἦν |
| **20** | καιρὸς ὁ συνάπτων |
| **23** | τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων, ὃν ἀρχὴν ὠνομάσαμεν, δεύτερος δ’ ὁ ἀποτιθέμενος τὴν ψύξιν, ὡς εἴρηται, κατὰ βραχύ, |
| **5** | καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ’ ἐπ’ αὐτῷ τρίτος ὁ τῆς ὁμαλοῦς αὐξήσεως. ἐφ’ ᾗ τέταρτος ὁ τῆς ἀκμῆς, καὶ πέμπτος ὁ τῆς μει‐ |
| **10** | ώσεως, καὶ ἕκτος ὁ τῆς ἀπυρε‐ ξίας. Ὅτι μὲν οὖν ἕξ εἰσιν αἱ εἰρη‐ μέναι μερικαὶ διαφοραὶ κατὰ τὰς τριταίας περιόδους, αἰ‐ |
| **15** | σθήσεως δεῖ καὶ μνήμης, οὐκ ἀποδείξεως λογικῆς. ἓξ δ’ οὐσῶν αὐτῶν ὀνόματα συνθέσθαι |
| **24** | καὶ σαφοῦς δηλώσεως· νόμος γάρ τις ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν ἂν ἔχω‐ μεν ὀνόματα πραγμάτων παρὰ |
| **5** | τοῖς πρεσβυτέροις κείμενα, χρῆσθαι τούτοις· ὧν δ’ οὐκ ἔχομεν, ἢ μεταφέρειν ἀπὸ τινῶν ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατ’ ἀναλογίαν τινὰ |
| **10** | πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καταχρῆσθαι τοῖς ἐφ’ ἑτέρων κειμένοις. ἔξεστι μέντοι τῷ βουλομένῳ μήτε φυ‐ λάττειν τὰ συνήθη τοῖς Ἕλ‐ |
| **15** | λησι, μήτ’ εἴ που δεήσειε ποιεῖν αὐτὸν εἰς τοὺς εἰρη‐ μένους ἀποβλέπειν σκοπούς, |
| **25** | τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί. συγχωρητέον οὖν αὐ‐ |
| **5** | τοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ’ εἰσὶ καὶ ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν ἐκεῖνοι κελεύωσιν, ὑπὲρ |
| **10** | τοῦ φυγεῖν αὐτῶν τὴν γλωσ‐ σαλγίαν· οὐδὲ γὰρ οὐδὲ βλα‐ βήσονται διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν οἱ κάμ‐ νοντες· ὅταν δ’ ἤτοι κλέπ‐ |
| **15** | τωσί τινα καιρὸν ὅλον ὑπερ‐ βαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον, οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς |
| **26** | τῶν νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης. ἄμεινον οὖν ἐστι[ν ἐν τῷδε] προδιεσκέ‐ φθαι τὰς τῶν σφαλμάτων αἰτίας, |
| **5** | παρ’ αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ’ αὐτούς τι σφαλῆναι κἀκείνοις ἐπιδεῖ‐ ξαι τὴν ἀληθῆ τοῦ πράγματος ὁδόν, εἰ βουληθεῖεν. ἔνιοι μὲν |
| **10** | γὰρ αὐτῶν οὕτω πεφύκασιν, ὡς μηδ’, ἂν τὸν Ἀπόλλωνα σχῶσιν αὐτὸν ἢ τὸν Ἀσκληπιόν, ἐπι‐ θυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας, ὑπακοῦσαί |
| **15** | ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοιγε δὴ καταδέξα‐ σθαι τῇ ψυχῇ τὰ λεχθέντα. ἀλλ’ |
| **27** | τοῦ τοίνυν σφάλματος αὐτῶν αἰτία πρώτη καὶ μάλιστ’ ἐστὶν ἡ τῆς τῶν νοσημάτων διαφορᾶς ἄγνοια. τριταῖος μὲν γάρ, ὡς |
| **5** | εἴρηται νῦν, εἴωθε κινεῖσθαί τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ δια‐ νύειν, οὐ μὴν ὁμοίαν γε κίνη‐ σιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ’ ἡμεῖς ὀρθῶς, ἃ περὶ τρι‐ |
| **10** | ταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ’ ἄλλος τις ἀπ’ ἄλλου πάθους ὁρμηθεὶς ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων ὑπάρχειν. αὕτη μὲν οὖν ἡ πρώ‐ |
| **15** | τη καὶ μεγίστη τῆς ἁμαρτίας αὐτῶν αἰτία. Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ |
| **28** | ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκρά‐ τους γοῦν εἰρηκότος· οἱ πυ‐ |
| **5** | ρετοί, ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλείπειν οὐκ |
| **10** | ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέ‐ ρους τῆς περιόδου, τὴν ἀπυρε‐ ξίαν ὑπερβάντας. οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ |
| **15** | ἀληθὲς τοῦτο, |
| **29** | χείριστος γὰρ τῶν πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν τοῖς |
| **5** | ἄλλοις ἅπασιν 〈ἔχει〉 κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ ἐν τοῖς συνόχοις ὀνομαζομέ‐ νοις. οὗτοι γὰρ μόνοι πυρετῶν οὐκ ἔχουσι παρακμὴν αἰσθητήν, |
| **10** | ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὐδ’ ἄλλην τινὰ διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφα‐ μεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρό‐ |
| **15** | νῳ στάσιν, ἐκεῖνοι τοιαύτην |
| **30** | αὐτῶν τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυ‐ ρεξίαν λήγοντες, ὡς ἐν τοῖς |
| **5** | περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλο τι τὸ διαλείπειν Ἱπποκράτης ὠνόμασεν ἢ τὸ λή‐ γειν εἰς ἀπυρεξίαν. ὥστ’ εὐ‐ λόγως ἄν τις ἑπόμενος τῇ πα‐ |
| **10** | λαιᾷ συνηθείᾳ διάλειμμα καλέ‐ σειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυ‐ ρεξίας· ὥσπερ γε καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, |
| **15** | ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τε τῶν ἁπτομένων αὐτῶν τε τῶν καμνόντων, ἀκμήν. οὕτω γοῦν |
| **31** | τελεώτατόν ἐστι, καὶ φαίνεται τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ τοῦ διαλείπειν, ὁ Ἱπποκρά‐ της χρώμενος. ἀλλὰ καὶ τὸ πρῶ‐ |
| **5** | τον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γινόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ πέμπτῃ καὶ ταῖς ἀνάλογον ὡσαύτως περιοδί‐ |
| **10** | ζον ἐπὶ τῷ διαλείμματι, καλοῦ‐ σιν ἀρχήν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαν‐ τες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει |
| **15** | δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνω‐ |
| **32** | αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπι‐ κοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες ἰδέᾳ διαφέροντας, ὀνομάζουσί |
| **5** | τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παρ‐ οξυσμοῦ. καὶ μέντοι καὶ λέγου‐ σιν ἀληθές τι. μετὰ γὰρ τὸν |
| **10** | πρῶτον καιρόν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτός, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συρ‐ ρέον, ἕτερος ἐστι καιρὸς ὅλος, |
| **33** | ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει, οὔπω δὲ τεινομένου πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. καὶ εἴ γ’ οὕτως αὐτὸν |
| **5** | ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν ὅλον τοῦτον τὸν καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ |
| **10** | γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδει‐ ξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἤδη ἡ τοῦ |
| **15** | παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς· λοιπὸς δ’ ὁ |
| **34** | ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοῦ τὰ μόρια διαφέρει. ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ |
| **5** | καιρῷ τῆς ἀρχῆς καὶ τῷ δευτέ‐ ρῳ τῆς ἀνωμαλίας, ἔτι τε τῷ τρίτῳ τῷ τῆς ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστου διαφο‐ ρά τις ἐστι κατὰ μέρος αἰσθη‐ |
| **10** | τῶς ὑπαλλαττομένου. οὐ γὰρ ὁμοία κατὰ πάντ’ ἐστὶν ἑκά‐ στου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ τελευτῇ, διαφέ‐ ρουσι δ’ ἀλλήλων τε καὶ τοῦ |
| **15** | μέσου καιροῦ σαφῶς. ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι |
| **35** | κατατάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον· ὅπου δὲ ταῦτα μεγί‐ σταις διαφοραῖς ἀλλήλων ἀπο‐ κεχώρηκε, πάντως δήπου καὶ |
| **5** | μέσος τις ἐστιν αὐτῶν καιρός, πλέον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς. οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν |
| **10** | τι διαλλάττει τῆς συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τε‐ λευτῆς, ἐπὶ πλέον δ’ ἀφιστα‐ μένη, καὶ μεσοῦσα, μεταξύ πως γίνεται τῆς εἰρημένης |
| **15** | τοῦ πρώτου καιροῦ τελευτῆς καὶ τῆς ἀρχῆς τοῦ τρίτου. κατὰ δὲ τὸν αὐτόν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου καιροῦ τοῦδε τῆς |
| **20** | ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου |
| **36** | καιροῦ, παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν. οὕτω δὲ καὶ τοῦ τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστά‐ |
| **5** | των τοῦ δευτέρου βραχὺ παρ‐ αλλάττει, τὰ δ’ ὕστατα παρα‐ πλήσιά πως ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ’ ἀμφοῖν ἴσον ἑκατέρων τῶν ἄκρων ἀφέστηκεν. |
| **10** | ὥστ’ οὐδὲν θαυμαστόν, ὥσπερ τούτων ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν ἀρχὴν εἶναι, τὸ δὲ τελευτήν, τὸ δὲ μεσότητα, καὶ καλεῖν γε, |
| **15** | εἰ βούλοιτό τις ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ, δυνατόν. ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν ἀρτίως ἡ ἀκμή, νῦν ὑφίησι, νῦν ἐνδίδω‐ |
| **20** | σι, νῦν ἀνίεται· εἴπερ οὖν |
| **37** | ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς παρακμῆς ὀνομάζειν ἀπόκλισιν ἢ ὕφεσιν ἢ ἔνδοσιν ἢ ἄνεσιν, ἢ καί τι‐ |
| **5** | να τούτων ἢ καὶ πάντα. καὶ μέντοι καὶ τὰ μέσα καλεῖν ἔξ‐ εστιν ἑνὶ τινὶ τῶν εἰρημένων ὀνομάτων, καὶ τὰ τελευταῖα κα‐ τὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ |
| **10** | ὁ Ἀρχιγένης ἄνεσιν ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς. ἀλλ’ ἐκεῖνος φαύλως γε πράττει, νο‐ μίζων αὐτὴν ἕτερον εἶναι και‐ ρὸν ἰδέᾳ τινὶ διαφέροντα τῆς |
| **15** | παρακμῆς. ἀμέλει γάρ, ὥσπερ πάντων τῶν μερῶν τῆς ὅλης περι‐ όδου τὸ μὲν ἀρχὴν ποιεῖται, τὸ |
| **38** | οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομήν, ὡς ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι |
| **5** | διαφέρουσιν ἀλλήλων ἰδέαις τισίν, οὐ μόνον τῷ μᾶλλον τε καὶ ἧττον. ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαιρῶν τε τὴν ἀνάβασιν τῆς πρώτης |
| **10** | τομῆς, ἣν ἐναργέστερον ἅπαν‐ τες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, προστιθείς τε τὴν ἄν‐ εσιν ἐν τῷ τέλει τῆς περιόδου. εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν ἀφ‐ |
| **15** | ικνοῖτο, σαφὴς ἂν εἴη ἡ δια‐ φορὰ τοῦ τοιούτου καιροῦ πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δ’ |
| **39** | ἡ εἰσβολὴ τοῦ δευτέρου παρ‐ οξυσμοῦ τριχῇ τμηθεῖσα, ἐν τῷ‐ δε τῆς ὅλης παρακμῆς μέρος ἔξ‐ εστι καλεῖν ἄνεσιν, οὐ μὴν ἄλ‐ |
| **5** | λον γέ τινα νομίζειν εἶναι και‐ ρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζό‐ μενον, ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους. ὅτι μὲν οὖν ἕξ ἐστι τὰ πάντα μέρη τῆς τριταίας περι‐ |
| **10** | όδου σαφέσι διαφοραῖς ἀλλήλων χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ κἂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀρρώστων· ὠνομάσθω‐ |
| **40** | καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ πέμπτος, εἶθ’ ἕκτος ὁ τῆς ἀπυ‐ ρεξίας· πρὸς δὲ τοὺς ἰδιώτας |
| **5** | 〈τοῖσ〉 ὀνόμασι χρῆσαι 〈τούτοισ〉, ἃ τοῖς συνθεμένοις ἐστὶν ἐπι‐ τήδεια. τῷ μὲν οὖν πρώτῳ και‐ ρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς |
| **10** | ἀνωμαλίας· τῷ δὲ τρίτῳ τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρ‐ τῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ πέμ‐ πτῳ τὸ τῆς παρακμῆς· ὁ δ’ ἕκτος ὁ τῆς ἀπυρεξίας διάλειμμα προσ‐ |
| **15** | αγορευέσθω. |
| **41** | Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινὰ τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον· [εἴς τε γὰρ δύο μέρη δυνατὸν αὐτὴν ὅλην δι‐ |
| **5** | ελεῖν], ἓν μὲν τοῦ πρώτου παρ‐ οξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς [ἐσχά‐ της] ἀνέσεως· τὸ δὲ μεταξὺ τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ |
| **10** | δευτέρου παροξυσμοῦ· καλῶ δ’ εἰσβολὴν παροξυσμοῦ τὸν ἀκρι‐ βῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε |
| **15** | πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑπο‐ στέλλεσθαι χρή· κατὰ ταύτην |
| **42** | προειπὼν γάρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμή, αὐτίκα λεπτῶς διαιτᾶν, οἷς δ’ ὕστερον, ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου λε‐ |
| **5** | πτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾶν, ὡς ἂν ἐξαρκέσῃ ὁ νο‐ σέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς δηλονότι |
| **10** | μόνον ἐκεῖνον τὸν καιρὸν φυ‐ λάττεσθαι, τὸν ὑπ’ αὐτοῦ κα‐ λούμενον παροξυσμόν. οὐδέ‐ ποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀν‐ |
| **15** | έσεως, ἄλλοτε κατ’ ἄλλο μό‐ |
| **43** | ἁπλοῦς ἐστιν παρακμὴ μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη |
| **5** | τομὴ τῆς μιᾶς περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον ὀνομαζόντων ἡμῶν παροξυσμόν, τὸ δ’ ἐπ’ αὐτῷ δεύ‐ τερον ἤτοι γ’ ἄνεσιν, ὡς ἀρτί‐ |
| **10** | ως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἴτ’ εἰς ἀπυρεξίαν παυόμενον, |
| **15** | εἴτε καὶ μή. ἀλλ’ ἡμῖν γε φυ‐ λαττέσθωσαν αἱ προειρημέναι |
| **44** | ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ |
| **5** | καὶ διάλειμμά τις αὐτὸ καλεῖν ὅλον, ἢ παρακμήν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἀφαίρεσιν ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ |
| **10** | τὰ μέρη τῆς περιόδου σκο‐ πεῖν, ὁποῖά τε καὶ ὁπόσα τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ δι‐ ενήνοχεν ἀλλήλων. Αὕτη μὲν οὖν ἡ τομὴ τῶν εἰς |
| **15** | ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, καὶ τεταρταίων, ἓξ ἐχόντων τὰ μέρη διαφέροντα |
| **45** | ἑτέρα δέ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαίρεσις. εἰσὶ δὲ καὶ οὗτοι παμπόλλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παρο‐ |
| **5** | ξυνόμενοι, τινὲς δὲ διὰ τρί‐ της· οὐ μὴν οἵ γε διὰ τετάρ‐ της πολλάκις, ἀλλ’ ἐν τῷ σπα‐ νίῳ φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς |
| **10** | ἀπυρεξίαν παύεται. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν παυομένων, ἀμφημερινῶν, τριταίων καὶ τε‐ ταρταίων. ἔνιοι μὲν γὰρ αὐτῶν |
| **15** | καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν |
| **46** | τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυ‐ λάττουσι δὲ ταχυτῆτα οἱ μὲν πλέον, οἱ δ’ ἧττον. ἀλλ’ οὐ τοῦ |
| **5** | νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι. πρόκειται γὰρ ἐν‐ ταῦθ’ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νο‐ σήματος. εἰρηκότες οὖν ὀλίγον |
| **10** | ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετούς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγον‐ τες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως |
| **15** | αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ |
| **47** | ἄλλοις μέρεσιν ὁμοιότης φυ‐ λάττεται τῷ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ μετὰ συστολῆς γί‐ νεσθαι. ὀνομάζω δ’ οὕτω τὴν |
| **5** | μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται καὶ τὸ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ σμικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος ᾧ |
| **10** | πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως ἀκμῆς τε καὶ παρακμῆς· ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γί‐ |
| **15** | νεται παροξυσμοῦ, τοὺς τρεῖς |
| **48** | ἀναγκαῖόν ἐστι, καὶ γίνεσθαι τὸ σύμπαν ἄχρι τῆς ἀκμῆς ἀνά‐ βασιν. ὅπου γὰρ οὐκ ἐγένετο συστολή, δῆλον ὡς οὐδ’ ἀνω‐ |
| **5** | μαλία. τὴν δ’ ἀκμὴν οὐδέποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὰς |
| **10** | μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρ‐ χῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἡ ψύξις ἦν, ἁπά‐ σαις ὀλίγου δεῖν ταῖς ἀρ‐ |
| **15** | χαῖς συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν |
| **49** | εἴρηται μὲν ἐπὶ πλέον ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορί‐ |
| **5** | ζειν αὐτήν. ὅσα δ’ ἄλλα συμ‐ πτώματά τε καὶ σημεῖα τῆς ἀρ‐ χῆς τῶν παροξυσμῶν ἴδια προ‐ είρηται, τὰ μὲν ἐπιτεινόμενα γίνεται τῇ περιψύξει, τὰ δ’ |
| **10** | ἄλλως συμβαίνει, σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδύτης διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς |
| **15** | τῶν συμπτωμάτων αἰτίαις εἴπομεν. |
| **50** | ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυ‐ |
| **5** | μαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευσθέν‐ τας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ. |
| **10** | συμβαίνει δ’ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτη‐ ρίας ἐν τοῖς τοιούτοις σφάλ‐ μασι καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ |
| **15** | συστολὴ θάττων γίνεται· γνω‐ ρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα |
| **51** | ἄλλο τῶν τῆς τέχνης, ἀσκή‐ σεως ἱκανῆς, ἣν οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον |
| **5** | ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρήσει τού‐ τῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ |
| **10** | μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γινομένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδ’ ἀνάβασιν, |
| **15** | ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ |
| **52** | φαίνοιτο δ’ ἄθλιπτος αὐτῷ πάντως ἡ εἰσβολὴ γινομένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παρ‐ οξυσμοῦ ἀνάβασιν ἢ ἐπίδοσιν ἢ |
| **5** | αὔξησιν ὀνομάσει, τέμνων αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν |
| **10** | αἰσθητῶν ψύξεων. ἐν τοῖς τοι‐ ούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμή, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐ‐ δὲ μείωσιν ὀνομάζειν τὸν και‐ |
| **15** | ρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους |
| **53** | ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον τοῖς συνόχοις ὀνομαζομέ‐ νοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, |
| **5** | οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστίν, ἑτέροις τρό‐ ποις διαγινωσκόμενα παρὰ τοὺς |
| **10** | ἐν τοῖς παροξυσμοῖς καιρούς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλισθ’ ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς οἱ ἰατροί, καίτοι γ’ Ἱπποκράτους ὀρθότατα διδάξαν‐ |
| **15** | τος ὑπὲρ αὐτῶν. |
| **54** | Ἀλλ’ ἐπὶ τοὺς κατὰ περίοδον παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκεπτον ἀφεῖται διαι‐ |
| **5** | ροῦντες. ἑνὸς μὲν δὴ καὶ πρῶ‐ τον μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦ‐ ρο περὶ τῶν ἁπλῶν περιόδων. |
| **10** | ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσ‐ βάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν ἑτέραν |
| **15** | περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν |
| **55** | τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος. ἡ δ’ ἐπιπλο‐ κὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περι‐ |
| **5** | όδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπο‐ λεπτυνθῆναι τὸν πρότερον. εἴρη‐ ται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δυσὶ πραγματεί‐ |
| **10** | αις, τῇ τὲ περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπι‐ |
| **56** | ἐκ μίξεως τε καὶ κράσεως ἐδείχθη γινόμενος ἀμφημερι‐ νοῦ τε καὶ τριταίου πυρετοῦ. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμι‐ |
| **5** | τριταίῳ τῶν ἁπλῶν εἷς τις ἐπι‐ πλέκεται πυρετῶν, ἤτοι τρι‐ ταῖος, ἢ ἀμφημερινός, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγμα‐ |
| **10** | τείας, ἀρκεῖ γὰρ ἑκάστου τῶν πυρετῶν τοὺς ἰδίους ἐνταῦθα καιροὺς ἀκριβῶς διαρθρῶσαι· καὶ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως διακρίνειν |
| **15** | οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρ‐ ξειεν. οἱ μὲν οὖν ἀκριβῶς |
| **57** | τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. Γίνεται τοίνυν ἐνίοτε φρικώ‐ δης εἰσβολή, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, |
| **5** | πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος. ἀλλὰ τό γ’ ἀκριβὲς ῥῖγος, οἷον |
| **10** | ἐν τριταίοις τε καὶ τεταρταί‐ οις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος |
| **58** | αὐτὸν ὀνομάζω φρικώδη, καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου και‐ ροῦ πάλιν ἀρχὴν ἑτέρας εἰσ‐ |
| **5** | βολῆς ἐργάζεται φρικώδους, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανά‐ ληψιν, ἔνιοι δ’ [ἐπ]ἀναδίπλωσιν· ἔστι δ’ ὅτε καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν |
| **10** | ἐνίοτε καὶ τρίτον, εἶτα μό‐ γις ὕστερον ὁμαλῶς ἐξαπλοῦ‐ ται καὶ μέχρι τῆς ἀκμῆς ἀνα‐ βαίνων οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. |
| **15** | ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμ‐ |
| **59** | αἰσθητῆς διαπνοῆς. πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι, ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης |
| **5** | εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγί‐ νεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μει‐ οῦται καὶ τοίνυν ἐπὶ τῆς |
| **10** | ὑστεραίας ἕτερος αὐτοῖς ἐπι‐ γίνεται παροξυσμός, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρό‐ σθεν, ἢ εἴποτε κατὰ τὸ σπά‐ |
| **15** | νιον σχοίη, μίαν ἂν ποιήσαι‐ |
| **60** | ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, παρακμάζει δ’ ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνῳ, |
| **5** | καὶ διὰ τοῦτ’ αὐτὸν ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυ‐ σμός, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν |
| **10** | δευτέραν, καὶ τοῦτ’ ἐφεξῆς ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλί‐ ας ἑνὶ προσαγορεύειν βουλόμε‐ νος ὀνόματι τέθεικα κατ’ |
| **15** | αὐτοῦ κλῆσιν ἡμιτριταῖον. |
| **61** | εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμι‐ τριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου |
| **5** | κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικόν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτε‐ ρόν τινα πυρετὸν ὑφ’ Ἱππο‐ |
| **10** | κράτους ἡμιτριταῖον καλεῖ‐ σθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετός, |
| **15** | ὁποῖον εἶπον οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους |
| **62** | χρῄζει, μόνον οὐ καθ’ ἑκά‐ στην ἡμέραν ὁρώντων ἡμῶν αὐτόν, καὶ μάλιστ’ ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χω‐ |
| **5** | ρίοις, οὕτως ἐν τούτῳ πλεονά‐ ζει τὸ κακὸν τοῦτο. παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παρο‐ ξυσμόν, οὔτε κατὰ τὴν πρώτην |
| **10** | καὶ τὴν τρίτην τὰς ἐπαναλή‐ ψεις. ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος. ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ καὶ σὺν φρίκῃ ποιεῖται τὴν εἰσ‐ |
| **15** | βολήν, ἔστι δ’ ὅτε καὶ μετὰ |
| **63** | καταψύξεως τῶν ἄκρων σαφοῦς, ὦπται δ’ ἐνίοτε καὶ χωρὶς αἰσθη‐ τῆς περιψύξεως. οὗτος ὁ πυρε‐ τὸς ἔχει τοὺς πέντε καιρούς, |
| **5** | ἀρχήν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις μόνοις διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχή, ὀλι‐ γοχρόνιος δ’ ἐστιν αὐτοῦ καὶ |
| **10** | ἡ ἀνωμαλία. τὰ δὲ τῆς ἀναβάσε‐ ως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν οὐ πολυχρόνια, τισὶ δ’ ἐν χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς |
| **15** | ἐν χρόνῳ μὲν αἰσθητῷ καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλί‐ γον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, |
| **20** | διαφέρει δ’ ἐν τῷ τισὶ μὲν |
| **64** | αἰσθητῶς ἀφαιρεῖν καὶ παρ‐ έχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάττων ἴσον τὸ |
| **5** | ὑπόλοιπον μέγεθος τῆς παρ‐ ακμῆς· τισὶ δ’ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστ’ ἐκ διαστημάτων χρόνου μακρο‐ |
| **10** | τέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλί‐ γιστον μέντοι τουτί. τοιαῦ‐ ταί τινες εἰσὶ καὶ ἄλλαι με‐ ρικαὶ διαφοραὶ τῶν διὰ τρί‐ |
| **15** | της παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιο‐ φυεῖς, εἰς μὲν τὴν τῆς δια‐ |
| **65** | γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τ’ ἐν ταῖς περι‐ |
| **5** | όδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνε‐ κα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδ’ |
| **10** | ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκά‐ στην ἡμέραν παροξυνόμενοι διά‐ λειμμα οὐδὲν ἔχουσιν· ἐρῶ δ’ |
| **15** | αὐτῶν ὅμως ἕνεκα παραδείγμα‐ τος ὀλίγας διαφοράς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν |
| **66** | ἔνιοι παντάπασι φυσῶνται, ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δό‐ ξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε |
| **5** | καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρή‐ σιμα γραφόντων. εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων |
| **10** | πυρετῶν ἐνίοτε μὲν ἄνευ σα‐ φοῦς περιψύξεως, ἐνίοτε δὲ καὶ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ’ ἐπ’ |
| **15** | ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ’ ἐπ’ |
| **67** | ταῦτ’ ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ’ |
| **5** | αὐτῷ καί τι τοιοῦτον, ὃ κἀκεί‐ νοις μὲν ἔστιν ὅτε γίνεται, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνε‐ ται· σαφῆ γὰρ ποιούμενος τὴν ἀνάβασιν ἵσταταί τινι χρόνῳ |
| **10** | μηδὲν προστιθείς, εἶτ’ αὖθις προστίθησιν. οὕτω δ’ ἐπὶ τῆς παρακμῆς ἤτοι γ’ ὁμαλὴν ποιεῖ‐ ται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ τὰς ἐπὶ τοῦ αὐτοῦ μεγέθους, |
| **15** | τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτ’ ἀφαιρεῖ. καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς |
| **68** | μεγέθει διαμένει. μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διὸ καὶ ἡ περίσδος αὐτῶν ἐστι μακροτέρα. διπλασία γάρ πως |
| **5** | ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περί‐ οδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν. ὥστ’ ἐν‐ αργῶς διὰ τοῦτο χρονίζει τὸ |
| **10** | λείψανον τῆς παρακμῆς αὐτοῖς, ἐν ἴσῳ διαμένον μεγέθει. πολ‐ λοὶ δὲ καὶ ἄλλοι τρόποι περι‐ όδων εἰσί, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς |
| **15** | τὰ νῦν ἐνεστῶτα. διὰ τοῦτο δ’ ἐνίων ἐμνημόνευ‐ σα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν |
| **69** | ἡ τοιαύτη διδασκαλία, γεγρά‐ φασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτὴν τὴν διήγησιν. ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς |
| **5** | ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι τε φλυαροῦ‐ σιν ἄχρηστα λέγοντες, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξ‐ |
| **10** | ειργάσατό τις αὐτήν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖ‐ στοι, κατ’ ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς |
| **15** | τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νο‐ |
| **70** | ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν |