# Περὶ τῆς Εἰκόνος τῆς Θεοτόκου *On the Image of the Blessed Virgin* **Author:** Γεώργιος Ἀκροπολίτης *George Akropolites the Historian* **Source:** markdown --- | Reference | Text | |-----------|------| | **t1** | Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦ | | **t2** | Γεωργίου τοῦ Ἀκροπολίτου, γεγονότες εἰς | | **t3** | εἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἔχουσαν τὰς | | **t4** | ιβʹ δεσποτικὰς ἑορτάς. | | **1** | Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳ Ἴθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον, Μετὰ δὲ βίον χάρισαι σωτηρίαν, | | **5** | Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου, Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις, Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσιν Καὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει, Ζωοῖ Λάζαρον, συμπρόεισι βαΐοις, | | **10** | Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ, Ἀλλ’ ἐξαναστὰς ἀνιών τε πρὸς πόλον Πέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις, Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ, Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων· | | **15** | Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην, Κλῆσιν δὲ Νικόλαος, εὕροιμι λάχος |