================================================================================ Περὶ τῆς Εἰκόνος τῆς Θεοτόκου On the Image of the Blessed Virgin Γεώργιος Ἀκροπολίτης by George Akropolites the Historian ================================================================================ [t1] Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦ [t2] Γεωργίου τοῦ Ἀκροπολίτου, γεγονότες εἰς [t3] εἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἔχουσαν τὰς [t4] ιβʹ δεσποτικὰς ἑορτάς. [1] Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳ Ἴθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον, Μετὰ δὲ βίον χάρισαι σωτηρίαν, [5] Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου, Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις, Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσιν Καὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει, Ζωοῖ Λάζαρον, συμπρόεισι βαΐοις, [10] Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ, Ἀλλ’ ἐξαναστὰς ἀνιών τε πρὸς πόλον Πέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις, Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ, Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων· [15] Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην, Κλῆσιν δὲ Νικόλαος, εὕροιμι λάχος